Ἰηπυγίνη μετὰ πέτρνη] Πέτραν δέ φησι τὴν Λευκήν. Τῆς γὰρ Ἰαπυγίας ἐστὶ χώρας. Πλησίον δὲ τῶν Λοκρῶν αὕτη ἡ πέτρα ὑπάρχει. Δήεις ἰφθίμου Διομήδ.] Πρώην μεν γὰρ Ἵππιον ὠνομάζετο Ἄργος· νῦν δὲ Ἀργύριππα καλεῖται, ὡς Λυκόφρων φησί (592)· ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίαν παῤ Αὐσονῖτιν Φυλαμὸν δοκήσεται· εἶτα μετʼ ὀλίγον (599) καί· φερώνυμον νησῖδα νάσσονται πρόμου. Ἐξερχόμενος Διομήδης ἐπὶ Τροίαν Κομήτην τὸν υἱὸν Σθενέλου εἴασε φύλακα τῇ γυναικί. Εἶτα ὀργισθεῖσα ἡ Ἀφροδίτη διὰ τὴν πληγὴν ἐποίησε τὴν Αἰγιάλειαν· φιλῆσαι τὸν Κομήτην. Ἐπανελθόντι οὖν τῷ Διομήδει ἐπεβούλευσεν. Ὁ δὲ ἦλθεν εἰς ταύτην τὴν νῆσον πλανώμενος, καὶ ἐκεῖσε ἐτελεύτησεν. Διομήδεος οὖν νῆσον, τὴν καλουμένην Διομήδειαν. Ἔστι δὲ πλησίον Λοκρῶν. Χαλψαμένης] διὸ ἔτρωσεν αὐτὴν ἐν τῶ πολέμῳ βοηθοῦσαν Αἰνείᾳ. Θεσπρωτοῦ δὲ υἱὸς ἦν ὁ Ἄμπραξ, ἀφʼ οὗ ὅ τε κόλπος ὠνομάσθη Ἀμπρακικὸς καὶ πόλις Ἀμπρακία. Καὶ Κέρκυραι δὲ δύο εἰσὶν, ἡ μὲν λεγομένη νῦν Φαιακὶς, ἐν ἀρχῇ τοῦ Ἀδρίου, περὶ δὲ τὰ ἔνδον ἡ ἑτέρα ἡ καλουμένη Μελίγουνις. Καὶ δύο λιμένας ἔχει ἡ Φαιακὶς, τὸν μὲν Ἀλκινόου, τὸν δὶ Ὑλλου. Διό φησι Καλλίμαχος (fr. 336) Ἀμφίδυμος Φαίαξ. » Ἀπὸ Χαλκίδος] Χαλκὶς πόλις τῆς Αἰτωλίας· καὶ ὁ Ποιητής· « Χαλκίδατ᾿ ἀγχίαλον· » ἥτοι τὴν Καλυδῶνα.