Κλῃζομένην Κοτινοῦσαν] Ἀπὸ τῆς ἀγριελαίου Φοίνικες ὠνόμασαν Γάδειρα, καὶ ἐνταῦθά εἰσιν αἱ στῆλαι τοῦ Ἡρακλέος. Αἱ δὲ τοῦ Διονύσου ἑῷαι. Ὁ δὲ Παρθένιος Βριάρεω τὰς στήλας φησὶν εἶναι· μάρτυρα δʼ ἄμμιν τὴν ἐπὶ Γάδειρα λίπε θυμὸν ἀρχαίου Βριάρεω ἀπʼ οὔνομα τὸ πρὶν ἄρξας Κοτίνουσα μὲν ἐκαλεῖτο τὸ πρότερον ὑπὸ τῶν ἐνοικούντων, διὰ τὸ πολλοὺς εἶναι κοτίνους ἐν αὐτῇ ἢ ἀγριελαίους, ὕστερον δὲ ἀπὸ τῶν Φοινίκων μετωνομάσθη Γάδειρα διὰ τὴν στενότητα, οἶον γῆς δειρὰ, ἀντὶ τοῦ τράχηλος γῆς στενότατον γὰρ μέρος τοῦ ἀνθρώπου ὁ τράχηλος. Σαρδώ] ἀπὸ Σαρδόνος, ῦἱοῦ Ἡρακλέους. ᾨκίσθη δὲ ὑπὸ τῶν Ἰδήρων, εἶθ᾿ ὑπὸ τῶν Ἡρακλειδῶν, εἶθ᾿ ὑπὸ Καρχηδονίων. Ἴχνουσα δὲ ὠνομάζετο, ἐπεὶ ἴχνει ἀνθρώπου ὁμοία ἦν. Ἡρακλῆς δὲ ἐκεῖσε μετῴκισε τοὺς Θεσπιάδας, καὶ λεὼν ἀθροίσας, Καδμείους, Αἰτωλοὺς, Λοκρούς. Τὴν δὲ μέτ᾿ Αἰόλου] Αἴολος ἀνὴρ ἐγένετο πολυχρόνιός τε καὶ ναυτικώτατος, προῖδεῖν ἀνέμους ἱκανὸς, καὶ ἱστία πρῶτος ἐξευρών· διὸ καὶ ταμίαν ἀνέμων αὐτὸν εἶναι λέγουσιν. Εἷς δὲ τῶν υἱῶν αὐτοῦ Ἰόκαστος τὸ Ῥήριον ἔκτισε, πόλιν πρώνη· Ἐρυθρὰν καλουμένην, ὡς ὁ Καλλίμαχος (fr. 202) « Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστεον Αἰολίδαο, » Φιλόξενον δὲ τὸν Αἴολον εἶπεν, ἐπειδὴ τὸν Ὀδυσσέα ὑπεδέξατο, καὶ τοὺς ἀνέμους αὐτῷ παρέσχεν. Ἄλλως. Ἄρνην πρὸ γάμου κύουσαν ὁ πατὴρ Αἴολος εἰς Ἰταλοὺς ἐξορίζει. Μετάποντος δὲ ἄρχων τῶν τόπων γυναῖκα αὐτὴν ποιεῖται, τὴν πρότερον Σῖριν μετοικίσας εἰς τὴν ὁμώνυμον αὐτῇ πόλιν. Οἱ δὲ τεχθέντες ἐξ Ἄρνης, Βοιωτὸς καὶ Αἴολος, βουλήσει τῆς μητρὸς κτείνουσι τὴν Σῖριν, καὶ μετοικίζονται φόβῳ τοῦ Μεταπόντου· ἀλλʼ ὁ μὲν εἰς Βοιωτίαν ἅμα τῇ μητρὶ, ὁ δὲ πρὸς Λίπαρον τὸν τῶν πλησίων νήσων ἄρχοντα, ὅς καὶ υἱὸν αὐτὸν ποιεῖται καὶ μετὰ θάνατον τὰς νήσους αὐτῷ ἐᾷ, ἐξ οὗ Αἰολίδες ὠνομάσθησαν. Τούτων δὲ μία Ἱερὰ πῦρ ἀναδίδωσιν. Εἰσὶ δὲ αὗται Στρογγύλη, Εὐώνυμος, Διδύμη, Φοινικώδης, Ἐρικώδης, Ἱερὰ Ἡφαίστου καὶ Λιπάρα. Ἀονίῳτμηθεῖσα] τῷ Βοιωτικῷ τοῦ Ποσειδῶνος, ἐπειδὴ ἐν τῆ Βοιωτίᾳ ἐτιμᾶτο ὁ Ποσειδῶν· ὅθεν καί (II. β, 506)· Ὄγχηστον θʼ ἱερὸν, Ποσιδήῖον ἀγλαὸν ἄλσος· ἢ τῷ ἰσχυρῷ ἄριστος γὰρ ὁ ἔνθεν σίδηρος. Φασὶ δὲ Ἰοκάστῳ τῷ Αἰόλου παιδὶ χαριζόμενον Ποσειδῶνα Σικελίαν διατεμεῖν τῷ σιδήρῳ, πρότερον χερσόνησον οὖσαν, ὅπως ἔχῃ ταύτην πρὸς οἴκησιν, ὡς καὶ Καλλίμαχός φησι· Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστεον Αἰολίδαο. Ἄλλως. Πολυγλώχινι ἀντὶ τοῦ τρεῖς γωνίας ἔχοντι. Εἴτι γὰρ τρεῖς, τοῦτο καὶ πολύ· οὐκ εἴτι δὲ πολὺ, τοῦτο καὶ τρεῖς· οὐκ ἀναστρέφει γὰρ ὁ λόγος. Τρεῖς δὲ ἀκίδας εἶχεν ἡ τρίαινα τοῦ Ποσειδῶνος, ἐπειδὴ καὶ τρεῖς εἶσι ποιότητες τῶν ὑδάτων· ἁλμυρὰ, ὡς ἡ τῆς θαλάσσης, γλυκεῖα, ὡς ἡ τῶν ποταμῶν, μέση, ὡς ἡ τῶν λιμνῶν.