Παρὰ τῷ Κηφισσῷ ἐστιν ἡ Πυθία. — Ὡς ἔτι τοῦ δράκοντος ἐκεῖσε ὄντος, ἢ διατετυπωμένου αὐτοῦ τοῦ σώματος. Θηλυκῦς δὲ Δελφύνης δράκοντος εἶπεν ἀντὶ τοῦ ἀρσενικοῦ, ὡς καὶ ὁ Ποιητής (II. ο, 275)· λέων ἠῦγένειος· ὁ γὰρ ἄρρην γένειον οὐκ ἔχει. Ὁλκὸς ἡ περιπλοκὴ ἡ περὶ τὸν πόδα. Τινές δέ περιττὸν ἔλεγον τὸν στίχον· ὁλκὸς ἀπειρεσίῃσιν. — Ὁλκὸν δὲ ἢ τὸ οὐραῖον λέγει τοῦ δράκοντος, ἢ ἀπὸ ἔλλου τινὸς τεχνουργήματος τὸ ὅλον σῶμα ἀπεικαζόμενον. Ἀνδράσι φαίνονται] Τοῦτο εἶπεν ὁ ποιητὴς; πρὸς ἂ ὑποτίθεται ἀόρατα, οἱονεὶ τὰ τῶν Κιμμερίων καὶ τῶν Ἀλανῶν καὶ τῶν Κυκλώπων. Ἀνδράσι δὲ ἀντὶ τοῦ ὑπὸ ἀνδρῶν, ἷνʼ δοτικὴ ἀντὶ γενετικῆς. Ὑπὸ τὰς στήλας, ἵνα εἴπῃ πεπυκνωμένα κατὰ τὸ μέσον τῆς πορθμίδος. Ἴνα εἴπῃ· πόλις τὰ Γάδειρα ἒν τῇ νήσῳ κειμένη. Ἑξῆς καὶ ἡ νῆσος οὕτως ἐκλήθη. Εἰσὶ γὰρ καὶ ἑῷαι στῆλαι τοῦ Ἀλεξάνδρου. Καὶ τὸ αὐτὸ πάλιν πρὸς τὰ φαινόμενα καὶ πολλοῖς ὁμολογούμινσ. Ὡς ἐμπορικοὶ γὰρ πάντα τόπον παρῆλθον οἱ Φοίνικες. Ἡρακλῆα] Φοῖνιξ ἦν ὁ Ἡρακλῆς ὁ ἀρχαιότατος, ὥς φησιν Ἡρόδοτος (2, 44)· ἢ ὅτι ὁ Ἡρακλῆς εἰρήνευσε τὸν τόπον, ὅτε καὶ τὰς στήλας ἔστησε.