Δοιαὶ δ᾿ Ἴσθμια] Ὅντινα Ἰσθμὸν ἀπὸ τοῦ Σικελικοῦ καὶ Αἰγαίου περιρρέεσθαί φησιν. Ἄλλως. Περὶ δὲ τὰ Ἴσθμια νῶτα, ἤτοι τὰ στενὰ, δύο θάλασσαι ἠχοῦσιν, ἥ τε Κορινθία καὶ ἡ Σαρωνική· ἥτις Κορινθία ἐξεναντίας τῆς Ἐφύρης πόλεως πρὸς τὴν δύσιν κατὰ τοῦ Ἀδριατικοῦ ἐστι πελάγους, ἥ τε Σαρωνικὴ συρομένη ἐστὶ πρὸς ἀνατολάς. Καὶ ταύτην τὴν Κορινθίαν Σαρωνίδα καλοῦσιν, ὡς μὲν Εὐφορίων φησὶν, ἐπειδὴ Σάρων τις κυνηγὸς ἐπιδιώκων σῦν ἐκεῖθεν κατεκρημνίσθη εἰς θάλασσαν, καὶ διὰ τοῦτο Σαρωνικὸν κληθῆναι τὸ πέλαγος· ὡς δὲ Παρθένιος ἐν ταῖς Μεταμορφώσεσι σεσι λέγει, ἐπειδὴ Μίνως λαβὼν τὰ Μέγαρα διὰ τῆς Νίσου θυγατρὸς, ἐρασθείσης αὐτοῦ καὶ ἀποτεμούσης τῆς κεφαλῆς τοῦ πατρὸς τὸν μόρσιμον πλόκαμον καὶ οὕτως αὐτὸν προδούσης, ἐννοηθεὶς ὡς ἡ πατέρα προδοῦσα οὐδενὸς ἄν ποτε ῥᾷστα φείσαιτο, προσδήσας αὐτὴν ἐπισύρεσθαι τῆ θαλάσσῃ, ὅθεν Σαρωνικὸς οὗτος ὁ πόντος ἐκλήθη. Ὅτι εἰς ὄρνεον ἡ κόρη μετεβλήθη. Ἄλλως. Τὴν πρὸς ἕω] Ἐπειδὴ Σάρων ὁ Τροιζηνεύς ποτε ἐκδίδωσιν αὐτήν. Ἔνθεν καὶ Βορέης] Οὗτος ὁ Βορέας βασιλεὺς ἐγένετο τῆς Θράκης, καὶ ἥρπασεν ἐκεῖθεν τὴν Ὠρείθυιαν, καὶ μετεμυθεύθη εἰς τὸν ἄνεμον· καθάπερ καὶ Ἀῖδωνεὺς, ὁ τῆς Ἠπείρου βασιλεὺς, εἰς τὸν Πλούτωνα. Πρὸς ὃν λέγονται ἐλθεῖν Πειρίθους καὶ Θησεὺς, μετὰ δὲ τούτους Ἡρακλῆς διὰ τὸν Κέρβερον. Μακηδονίης τε πόλ.] Ἡ οὖν Μακεδονία πρώην Ἠμαθία ἐκαλεῖτο ἀπὸ Ἠμαθίωνος τοῦ Διὸς καὶ Ἠλέκτρας· ὕστερον δὲ Μακεδονία ἀπὸ Μακεδόνος τοῦ Αἰακοῦ. Ἐκλήθη δέ ποτε καὶ Πηλαγονία. Τῆς δʼ ὕπερ] Κατωτέρα γάρ ἐστι τῆς Δωδώνης ἡ Αἰτωλία, ἢ τῆς μεσογείας Ἠπείρου. — Διὰ γὰρ τῶν Ἐχινάδων ἐκβάλλει ὁ Ἀχελώῖος εἰς τὸ Ἰόνιον πέλαγος. Ἐχινάδες δὲ καλοῦνται αἱ νῆσοι, ὅτι ἔχεις πολλοί εἰσιν ἐν αὐταῖς, ἢ ἐπὸ Ἐχίονός τινος, ἢ διὰ τὸ τραχύτερον τῶν πετρῶν. Τῇ δ᾿ ἔπι Φωκὶς ἄρουρα.] ἐπὶ τῷ πεδίῳ. — Ἐπειδὴ μέση ἐστὶ δύσεως καὶ ἀνατολῆς, ἀποκλίνουσα ὡς πρὸς βορέαν.