Σχιζόμενος προχσῆσι Μεσηνίου Εὐρώταο] Ἐπισυνάπτει τὴν Λακωνικὴν τῆ Μεσηνιακῇ, διὸ Μεσήνιον ἔφη τὸν Εὐρώταν. Καὶ διὰ τοῦτο, εἰ μὴ τεσσάρων μερῶν, οὐ μέμνηται τῆς Πελοποννήσου. Ἄλλως. Μεσηνίου Εὐρώτα, τοῦ Λακωνικοῦ· ἔστι γὰρ Μεσήνη τῆς Λακωνικῆς, ἐτέρα τῆς Πύλου. Εἴτ᾿ ἄμφω γαίηθεν] ὡς μιᾶς οὔσης αὐτῶν τῆς γενέσεως. Τὰ δὲ Ἄσεα πόλις Πελοποννήσου· τὸ δὲ ὄρος Λακωνικόν. Γράφεται δὲ καὶ Αἴηθεν, ἵν᾿ ᾖ Αἶα κώμη Ἀρκαδίας. Γράφεται καὶ οἵτ᾿ ἄμφω. Βούλεται δὲ εἰπεῖν μεταξὺ τῶν δύο ποταμῶν γῆν οὖσαν, ἐξ ἧς τὸ ὕδωρ ἀναβλύζον καὶ πρὸς ἑκάτερον μέρος σχιζόμενον τοὺς δύο ποταμοὺς ἀπεργάζεται, πρὸς νότον μὲν Εὐρώταν, πρὸς δὲ ζέφυρον Ἀλφειόν. Καδδὰ δὲ μέσην νῆ σον κοίλην] Σημειωτέον ὅτι τὸ κυρτὸν κοῖλον ὦνόμασε. Μέσην δὲ, ὡς μεσογείους. Διὰ τοῦτο καὶ ὁ Ἀγαμέμνων ὡς μεσογείοις ναῦς αὐτοῖς δίδωσιν. Ἀρκάδες Ἀπιδανῆες] Μετὰ τὸν Ἀρκάδος θάνατον οἱ παῖδες αὐτοῦ τρεῖς ὄντες ἐνείμαντο τὴν ἀρχήν. Ἔλατος μὲν ἔλαχε μοῖραν Ὀρχομενὸν, Μαντίνειαν καὶ τὴν Κυνουρικὴν, ἥτις Θυρέα καὶ Ἀνθήνη καὶ τὰ περὶ τοὺς καλουμένους Πραίους· Ἀφείδας δὲ Τέγεαν καὶ τὰ περὶ Μαιναλίαν· Ἀζὰν δὲ καὶ τὴν ἀφ᾿ ἑαυτοῦ Ἀζανίαν τὸν διὰ παρρησίαν, ἐν τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν εἰς τὰς κοινὰς εἰσόδους εἴασαν. Απιδανῆες δὲ οἱ Ἀρκάδες ἐκλήθησαν ἀπὸ Ἄπιδός τινος ἰατροῦ, ὃς τὴν Πελοπόννησον ὁπὸ ὄφτων ὀχλουμένην ἐλθὼν ἐκ τῆς ἠπείρου ἠλευθέρωσε, καὶ ᾤκησε τὴν Ἀρκαδίαν, ὅθεν ἡ Πελοπόννησος Ἀπία τὸ πρὶν ὦνομάζετο, καὶ Ἀπιδανῆες οἱ Ἀρκάδες, ἐξαιρέτως δὲ, παῤ οἷς ὁ Ἄπις ᾤκησεν, ὥς φησιν Αἰσχύλος· Ἄπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας. Τινὲς δέ φασιν, ἐπεὶ μὴ εἶχε πίδακας μήθ᾿ ὕδωρ τὴν ἀρχὴν, ὅθεν καὶ Ἀζηνὶς ἐκαλεῖτο, ὥς φησι Καλλίμαχος· μέλλεν δὲ μάλ᾿ εὔῦδρος καλέεσθαι· ὅπερ ἔστι πολύϋδρος, ὡς τὰ ἑξῆς δηλοῖ· πολλοὺς γὰρ ποταμοὺς καταλέγει ἐν αὐτῇ ὄντας. Ὅθι Κρᾶθις] Ἔστι καὶ Σικελίας ὁ Κρᾶθις ποταμὸς, ὥς φησι Θεόκριτος (5, 124)· « καὶ τὺ δὲ, Κρᾶθι, οἴνῳ πορφύροις. »