Συμπλήρωσις καὶ ἐπιφώνημα παρὰ τοῖς ῥήτορσι, παρὰ δὲ ποιηταῖς ἀπόθεσις, παρὰ δὲ φιλοσόφοις συμπέρασμα. Ἐκ τούτου δῆλον, ὡς ἀμφίλοξόν ἐστι τὸ σχῆμα. Τὸ γὰρ ὧδε κἀκεῖσε διαφόρους αὐτὸν ἀφιέναι κόλπους οὐκ ἀλλότριον ἡγοῦμαι τοῦ κύκλου, καὶ τὸ πολλοὺς μὲν εἶναι τοὺς ἐλάττονας, ἐξαιρέτους δὲ καὶ ὑπερβάλλοντας τῷ μεγέθει τέσσαρας. Ὧν τὸν μὲν πρῶτον ἐκ δύσεως ὁρμῶντα προσάγεσθαι γῇ καὶ πέρατι τῷ Παμφυλίῳ· δεύτερον δὲ τὸν Ὑρκάνιον, ἐκ τοῦ Κρονίου κόλπου πληρούμενον. Ἐστι δὲ καὶ περὶ τούτου πάλιν ἀμφίβολος ἡ δόξα τὴν γὰρ Κασπίαν ὁ Πτολεμαῖος ἐναποκλείων ἠπείρῳ νήσου φύσιν ἐξ ἐναντίου τὴν φύσιν ὥριζε· καὶ ἴσως οἱ εἰσβάλλοντες ἐκεῖ ποταμοὶ θαλαττεύουσι διὰ τὴν ὕλην, ἀξενίᾳ τόπου μεταποιήσαντες ἀνάγκῃ τὸ πότιμον. Ἢ τάχα διὰ ταῶν ἀδήλων τόπων ὁ Κρόνιος ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι πόρρω τὸν Ὑρκάνιον. Συρόμενος Λιβύηθεν] Συρόμενος διὰ τῆς Λιβύης μέχρι τῆς Παμφυλίας· λέγει δὲ κατὰ τὸ εὐθύ παρακλίνεται γὰρ καὶ ποιεῖ τὸν Ἰόνιον κόλπον καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Εὐξείνου Πόντου. Ἀπὸ τῶν Γαδείρων καὶ τῆς Ἐρυθίας νήσου ἕως τοῦ Ἰσσικοῦ κόλπου ἐστὶν ὁ Ἰβηρικὸς, ὅς ἐστιν εἷς τῶν τεσσάρων, μείζων τῶν τριῶν· ἀπὸ γὰρ αὐτοῦ καὶ τὰ ἑξῆς πελάγη γίνονται, ὡς εἶναι αὐτὸν τῆς πάσης θαλάσσης γένεσιν. Δεύτερος αὖτ᾿ ὀλίγος μέν] Κατὰ σύγκρισιν τοῦ ἀπὸ Γαδείρων μικρότερος εἴρηται· μείζων δὲ ὡς πρὸς τὸν Περσικὸν καὶ Ἀράβιον κόλπον ἐστὶν ὁ Ὑρκάνιος, ἐκ τοῦ Κρονίου ὠκεανοῦ πληρούμενος. Ἴσως δι᾿ ἀδήλων τόπων ἡ Κασπία ἐπὶ τὰ βόρεια (τὸ βορειότατον H, τὸ βορειότερον Q) ὀφείλει τετάχθαι περὶ Σκυθίαν, ὡς καὶ Ἀπολλώνιος (3, 859) περὶ Μηδείας· “ Κασπίῃ ἐνὶ κόχλῳ μήσατο. ” Πτολεμαῖος δὲ δίκην νήσου περιέχεσθαι αὐτὴν τῇ γῇ φησι. Ἀτὰρ προφερέστατος] Ἐπ᾿ ὀλίγον μὲν συρόμενος, ὕμως ἐστὶ κρείττων τῶν ἄλλων· λέγει δὲ κατὰ τὸ σφοδρὸν τοῦ ῥεύματος, ὡς καὶ ἐν τῷ περὶ αὐτοῦ λόγῳ φησί (v. 721)· “ τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιχος.” Ἄλλος δʼ Ἀραβικός] ὁ Ἐρυθραῖος, ὃς πρὸς σύγκρισιν νοτιώτερος εἴρηται τοῦ Περσικοῦ καὶ τῆς Κασπίας ἐναντίων ἑαυτοῖς καὶ κατορθῶς κειμένων. Ἀμφοτέρων οὖν τούτων νοτιώτερος ὁ Ἀραβικὸς, ὃς καὶ Ἐρυθραῖος καλεῖται· πρὸς γὰρ τῇ διακεκαυμένῃ γῇ κεῖται ἐν τῷ νοτίῳ. Ἐγγύθι κόλπος] ἤτοι πρὸς δύσιν, ἢ ἐπεὶ μεταξὺ φέρεται τοῦ Ἀραβικοῦ ὄρους, ὡς κατὰ διάτρησιν. Ἐνταῦθα δὲ τὸ ὕδωρ ἐπέρχεται διὰ παντὸς τοῦ χρόνου, ἀνακρουόμενον δὲ κατὰ παλίρροιαν αὖθις ὑποστρέφει, ὡς Ἡρόδοτός (2, 11) φησιν· ὅθεν νῦν Κλύσμα λέγεται.