Τύμβον ὃν Ἁρμονίης Κάδμοιότε] Χαριέντως ἔφησε τὸ φῆμις. Ἀπιστεῖ γὰρ τούτων γενομένην τὴν μεταβολὴν εἰς ὄφεις. Λιπαρὸν δὲ μετὰ γῆρας, ἤτοι μετὰ τὰ ἐν Θήβαις εὐτυχήματα ἦλθον εἰς ἀποικίαν, ἢ ὅτι ἔδει αὐτοὺς ἐν τῷ γήρᾳ τρυφερώτερον βιοῦν. Καὶ Ὅμηρος (Od. ω, 254)· Ἡ γὰρ δίκη ἐστὶ γερόντων. » Ἰστέον δὲ ὅτι Κάδμος καὶ Ἁρμονία ἡ γαμετὴ μετεμορφώθησον εἰς θηρία, ἐπειδὴ τὸν Ἄρεος ὄφιν ἐφόνευσεν ὁ Κάδμος, ὃς τοὺς ἑταίρους αὐτοῦ ἀνεῖλεν, Ἔριφον καὶ Δηιλέοντα, ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις (1 329) φησὶ περὶ Κάδμου· Δράκων γενήσῃ μεταβαλὼν δάμαρ τε σὴ ἐνθηριωθεῖσ᾿ ὄφεος ἀλλάξει τύπον, ἤν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς. Ἰσμηνὸς δὲ ποταμὸς Βοιωτίας· οἱ δὲ λέγουσι τῶν Θηβῶν. Ὠρικίην θ᾿ ὑπὲρ αἶαν] Μετὰ γὰρ τὴν Ὠρικίαν ὥσπερ ἰσθμός τίς ἐστι διείργων τὴν χώραν. Λοιπὸν γάρ ἐστι τὰ Ἑλληνικὰ ἐκ τῆς Ἠπείρου. Ὠρικίαν δέ φησι τὴν Ἤπειρον τὴν κατὰ Μολοττίαν καὶ Θεσπρωτούς. Πόλις δέ ἐστιν Ἠπείρου. Εἰδομένη πλατάνοιο μυουρίζον τι πετήλῳ] Τῆς γὰρ κατὰ τὴν Πελοπόννησον ἦπείρου ἡ περίμετρος φύλλῳ πλατάνου ἔοικεν, ὁ δὲ ἰσθμὸς τῷ κλάδῳ τοῦ φύλλου, τῷ προσπεφυκότι τῷ φύλλον· μυουρίζοντι δὲ λεπτοτάτῳ κατὰ τὸ ἄκρον· μυούρους γὰρ ἔλεγον τοὺς λεπτοὺς περὶ τὴν οὐράν. Καὶ ἐπὶ τὸ βόρειον, οἷα ἐπὶ τὴν Ἑλλάδα, κοινῶς γειτνιάζειν Βοιωτία καὶ Λοκρίδι καὶ τῇ λοιπῇ γῇ τῆς Ἑλλάδος λέγει τὸ (τρίτον ἔχει) φύλλον. Καὶ ξυνὸν ἐφ᾿ Ἑλλάδος] ἐπὶ τὴν κοινὴν βάσιν τῆς Ἑλλάδος ἐρείδων τὴν Πελοπόννησον. Τῆς μὲν πρὸς ζέφυρον] πρὸς δύσιν. Ἐν μὲν τῷ πίνακι οὐ κεῖται. Ἔστι δὲ τῆς Ἤλιδος ἡ Τριφυλίς. Ἐκλήθη δὲ Τριφυλὶς, ὅτι ὑπὸ τριῶν φυλῶν ἰθαγενῶν ᾠκίσθη, Ἠλείων, Ἐπειῶν, Μινυῶν. Ἐρατεινότατος δὲ διὰ τὸ εἶναι αὐτὸν τῆς Ὀλυμπίας.