Ἡ δὲ Ἀκύλη πόλις ἐστὶν ἐν τῷ μυχῶ τοῦ Ἀδρίου. Κεῖθεν δ᾿ εἰς αὐγάς] Ἐπλήρωσε καὶ τῆς δευτέρας κρηπῖδος τὴν χωρογραφίαν, καὶ μεταβαίνει ἐπὶ τὰ ἑξῆς. Στρεπτὴ δ ἀντὶ τοῦ περιφερὴς ἡ τοῦ Ἀδρίαυ. Ὑλλείων χθόνα] Οἱ Ὑλλεῖς χερσόνησον οἰκοῦσιν, ἴσην τῇ Πελοποννήσῳ κατὰ τὸ μέγεθος. Ἰλλυρικὴν περὶ χέρσον] Κάτω τῆς Ἰλλυρίας κεῖται ὁ τύμβος τῶν περὶ Ἁρμονίαν καὶ Κάδμον, οἵτινες εἰς ὄφεις μετεβλήθησαν. Ἡ δὲ ἱστορία παρὰ Ἀπολλωνίῳ ἐν τῷ δ΄. Ἰστέον δὲ ὅτι Ἰλλυριὸς υἱὸς Κάδμου καὶ Ἁρμονίας, ἀφ᾿ οὗ Ἰλλυριοὶ ὀνομάζονται. Κεραύνια δὲ ὄρη εἴρηνται διὰ τὸ πλῆθος τῶν ἐκεῖ πιπτόντων κεραυνῶν.