Καμπανοὶ δὲ εἴρηνται ἢ ἀπὸ τοῦ κάμπου, ἐν ᾧ τὴν οἴκησιν ἔχουσιν, ἢ ἀπὸ Κάμπου ἢ ἀπὸ Καμπάνου τινὸς οὕτως ὀνομαζομένου. Ὁ δὲ Ἡρωδιανὸς ὀξύνει τὸ ὄνομα. Λιπαρὸν δὲ πέδον ὅτι εὔφορος ἡ Καμπανία. Παρθενόπης δὲ μέλαθρον] οὐχ, ὥς τινες ὀρχηστικῇ προσέχοντες ἱστορίᾳ ὑπινόησαν, Παρθενόπης λέγεσθαι τῆς Σαμίας, ἣ τὸν ἄνδρα ζητοῦσα Ἀναξίλαον περιῄει, ἀλλὰ μιᾶς τῶν Σειρήνων, ἥτις λέγεται ἐκεῖσε αὑτὴν δισκεῦσαι. Ἡ δὲ ἱστορία κεῖται ἐντελὴς παρὰ τῷ τὴν Ἀλέξανδραν γράψαντι Λυκόφρονι (720). — Παρθενόπη λέγεται διὰ τὸ πολλοῖς ὑποπεσοῦσα ἀνδράσι φυλάξαι τὴν παρθενίαν. Ἀπὸ δὲ Φρυγίας ἐρασθεῖσα Μητιόχου καὶ ἀποτεμοῦσα τὰς τρίχας εἰς Καμπανίαν ἦλθε καὶ ἐκεῖ ᾤκησεν. Οἱ δὲ μίαν τῶν Σειρήνων φασὶ μετὰ τὸν σπαραγμὸν ἐκβρασθῆναι ἐκεῖ καὶ ὡς θεὸν νομισθῆναι. Ἡνίκα γὰρ Ὀδυσσεὺς παρέπλευσεν αὐτὰς καὶ οὐκ ἐθέλχθη ὑπὸ τῆς ᾠδῆς αὐτῶν, οὔτε δέ τις τῶν ἑταίρων αὐτοῦ, τηνικαῦτα ἡ Παρθενόπη, μία δὲ ἦν τῶν Σειρήνων, μανεῖσα, ἐπειδὴ μὴ ἴσχυσε τοὺς περὶ τὸν Ὀδυσσέα καταθέλξαι, ἑαυτὴν κατεπόντισεν. Εἰσὶ δὲ τὰ ὀνόματα τῶν Σειρήνων ταῦτα, ὡς καὶ Λυκόφρων (720), Παρθενόπη, Λευκωσία καὶ Λίγεια. Πρὸς δὲ νότον] τῆς Σειρῆνος Παρθενόπης, ἐξ ἧς καὶ Σειρηνὶς πέτρα. Λέγει δὲ τὴν Νεάπολιν. Ἴσως δὲ διὰ τὸ ἐπ᾿ ὄρους αὐτὴν κεῖσθαι. Ἐνταῦθα γὰρ ἐτιμᾶτο ἡ Παρθενόπη. — Σίλαρος δέ ἐστι ποταμὸς κατωτέρω Λευκανῶν. Πευκεντίνου δὲ, διὰ τὸ ἐν αὐτῷ οἰκεῖν τὸ ἔθνος τοῦτο. Κεῖθεν δ᾿ ἐς βορέ ην ζεφ.] Οὗτος μὲν ἀπὸ Ζεφύρου ὄρους, ὁ δὲ Καλλίμαχος (fr. 446) καὶ ἄλλοι πολλοὶ Ἐπιζεφυρίους φασὶ τοὺς Λοκροὺς καλεῖσθαι διὰ τὸ πρὸς ζέφυρον ἄνεμον κεῖσθαι. Ἦλθον ἐπ Ἀὐσονίην] Οὗτοι γὰρ οἱ Λοκροὶ δοῦλοι ὄντες, ταῖς ἰδίαις δεσποίναις συνελθόντες, τῶν δεσποτῶν εἰς πόλεμον ἐξελθόντων, εἶτα ἀκούσαντες ὅτι οἱ δεσπόται αὐτῶν ἐπανέρχονται καὶ φοβηθέντες συνέφυγον ταῖς δεσποίναις εἰς Ἰταλίαν ἀπὸ Λοκρίδος τῆς Ἐπικνημίδος.