Ἐκ στάθμης] ἀντὶ τοῦ ὑπὸ σταθμοῦ ἰθυνθέν. Τά τοι ῥέα πάντ᾿ ἀγορ.] Ἀγορεύσω, φησὶν, ἀρξάμενος ἀπὸ τῆς δυτικῆς πλευρᾶς τῆς Αὐσονικῆς ἄκρας. Εἷτα ἐπειδὴ παρατέταται ἡ δυτικὴ πλευρὰ, διορίζεται ἐκ ποίου μέρους ταύτης ἄρχεται, καί φησιν ἐκ βορέαο». Οἵ ποτε Κυλλήνηθεν] Ἀγαμήδου τοῦ Στυμφάλου ἄρχοντος Ἀρκαδίας, Εὔανδρος υἱὸς Χάρμαντος θεοφορουμένῃ τῇ μητρὶ πεισθεὶς λαὸν ἀθροίσας ἧκεν εἰς Ἰταλίαν, κατέσχε δὲ λόφον Κέρμαλὸν, ὃν ἀπὸ τοῦ παιδὸς Παλλάντιον ἐκάλεσε, καὶ ὑπὲρ αὐτοῦ νεὼν εἵσατο Πανί. Ἀποθανόντα δὲ αὐτὸν ὁ παῖς Πάλλας ἔθαψεν ἐπ᾿ ἄκρων τῶν λόφων. Ἐξ οὗ καὶ νῦν ἡ Ῥώμη Παλλάντιον προσαγορεύεται. Οὗτος δὲ καὶ Ἡρακλέα ἐξένισεν, ἀπὸ τῶν βοῶν Γηρυόνου ἐπανιόντα, καὶ πρῶτος ὡς μάντις καὶ βωμὸν τούτῳ ἱδρύσατο. Κυλλήνη ὄρος Ἀρκαδίας. Ἀρκάδες δὲ τὸ ἀνέκαθεν οἱ Πελασγοὶ, ὡς καὶ Ἔφορος. Ἐντεῦθεν γὰρ Εὔανδρος γενόμενος, θεοφορήτου μητρὸς θεσπίσμασι πειθόμενος λαόν τε συνήγαγε καὶ ἐλθὼν ᾤκησε τὴν Τυρρηνίαν, λόφον ἐκεῖ τινα ὀχυρωσάμενος, ἐν ᾧ ᾤκουν. Ἀπὸ Πάλλαντος δὲ τοῦ Εὐάνδρου παιδὸς ἐκλήθη Παλλάντιον, ὅθεν νῦν οἱ Ῥωμαῖοι τοὺς ὠχυρωμένους τόπους κατὰ παραφθορὰν τοῦ ἑνὸς λ καὶ τοῦ ν παλάτιά φασι. Μέρμερον δὲ ἔθνος, ἀντὶ τοῦ πολεμικὸν, οἱονεὶ τὸ μερίμνας τοῖς ἐναντίοις παρέχον. Ὁ δὲ Θύμβρις ποταμὸς ὁ καὶ Τίβερις περὶ τὴν Καμπανίαν κεῖται. Ῥώμην τι μήεσσαν] Τοῦτό φησι διὰ Νέρωνα τὸν βασιλεύσαντα τῶν Ῥωμαίων· ἐφ᾿ οὗ ἐγένετο ὁ ποιητὴς Διονύσιος, ὥς φησιν αὐτός (v. 1052)· « Αὐσονίου βασιλῆος. » Πολὺς γίνεται εἰς τὰ ἐγκώμια καὶ τοὺς ἐπαίνους τῆς Ῥώμης. Φησὶ γὰρ αὐτὴν καὶ μητρόπολιν πασῶν πόλεων.