Τῶν δὲ προχοῇσι] τῶν Ῥιπαίων ὀρῶν τῆς Σκυθίας. Πεπηγότος δὲ πόντου, τοῦ Κρονίου λέγει ὠκεανοῦ, τῆς Νεκρᾶς καλουμένης θαλάσσης. Γίνεται δὲ οὐ μόνον ἐν τῷ Ἠριδανῷ ὁ ἤλεκτρος, ἀλλὰ καὶ ἐν τῇ Σκυθίᾳ, διάφορος δὲ κατὰ τὴν Κελτικήν. Ὁ μὲν γὰρ ἡδυφαὴς, τουτέστιν ἡδεῖαν ἔχων τὴν λαμπηδόνα, ὁ δὲ χρυσαυγής. Φησὶ γάρ· δάκρυ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο. Πρὸς δὲ νότον Γέρραι] Ταῦτα δεξιά εὶσι, διὰ τοῦτο εἶπεν «πρὸς δὲ νότον». Ὠρικία δὲ ἀντὶ τοῦ τῶν Ὠρικίων· καὶ ἐρυμνά τὰ ἀσφαλῆ πολίσματα. — ἤγουν ἐρεμνά· φησὶ δὲ τὰ σύμφυτα καὶ κάταλσα. Ὅθεν καὶ φαίνονται μέλανα. Ἡ δὲ πόλις Ὤρικος καλεῖται. Παννόνιοι] Βούλγαροι. Αὐτοίτι Θρήϊκις ἀπείρονα] Ἄρχονται μὲν ἀπὸ Μακεδονίας ὁμοῦ καὶ Παιονίας, καὶ παρατείνουσιν ἄχρι Σκυθίας, οἰκοῦσι δὲ τὰ μὲν ἥμερα Μακεδόνες, τὰ δὲ τραχέα Σκύθαι. Ἐπιφανῆ δὲ ἔθνη εἰσὶ Σίθωνες, Τριβαλλοὶ, Βίστονες καὶ τὰ ὅμοια. Εἰσὶ δὲ καὶ τῆς Ἀσίας Θρᾷκες οἱ Βιθυνοί. Μελισσόβοτον λέγει τὴν Παλλήνην, ἐπειδὴ πολλὰς ἔχει μελίσσας. Κατὰ σκοπιὰς δὲ, κατὰ τὸ ἀκρωτήριον τῆς Θρᾴκης τῆς φερούσης μελίσσας.