Ἀχίλλειος δρόμος ἐκλήθη ἐκ τοιαύτης αἰτίας· Ἰφιγενείας μελλούσης σφαγιάζεσθαι ἐν τῇ Αὐλίδι τῇ Ἀρτέμιδι, ἀνήρπασεν αὐτὴν ἡ Ἄρτεμις καὶ ἔπεμψεν εἰς τὴν Σκυθίαν. Τότε δὲ ἠράσθη αὐτῆς Ἀχιλλεὺς, καὶ ἔμεινεν ἐπιδιώκων μέχρι τινὸς τόπου· καὶ ἐντεῦθεν ἐκλήθη Ἀχίλλειος δρόμος. Ἔνθα Μελάγχλαινοί τε] Ὀνόματα ταῦτα ἐθνῶν· καὶ ἴσως ἐκ τοῦ συμβεβηκότος ἐκλήθησαν. Τούτων δὲ καὶ ὁ Ποιητὴς (Il. ν, 5) ἐμνήσθη, ὅτε καὶ περὶ τῶν Μυσῶν ἔλεγεν. Ἄλλοι δὲ ἀπὸ τῆς ἐσθῆτος, οἱ δὲ ἀπὸ τῆς τροφῆς, ἕτεροι δὲ ἀπὸ τοῦ χρώματος τούτους ὀνομασθῆναι ὑπενόησαν. Ἀγάθυρσοι] Ἀγάθυρσος υἱὸς Ἡρακλέους, ἀδελφὸς Γελώνου, ἐξ ὧν καὶ τὰ ἔθνη εἰλήφασι τὴν ἐπωνυμίαν. Βορυσθένης ποταμὸς περὶ τὸν Πόντον, ὅθεν καὶ οἱ Ποντικοὶ Βορυσθενῖται, ὡς Μένανδρος λέγει· — διεμέριζε γὰρ Βορυσθενίτης. Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα] Ταῦτα ὀνόματα ποταμῶν. Ὁ δὲ Παντικάπης συναφής ἐστι τῷ Ἴστρῳ. Ἔστι δὲ τῆς Εὐρώπης. Τὰ δὲ Ῥιπαῖα ὄρη εἰσὶ τῆς Σκυθίας, ἐξ ὧν καταφέρονται οἱ τοιοῦτοι ποταμοί. Διάνδιχα δὲ κεχωρισμένοι ἀλλήλων.