Βορειάδος Ἀμφιτρίτης] Ἐκ τοῦ βορείου γὰρ ὠκεανοῦ ἐκδιδοῖ ὁ Ἴστρος. Ἄχρι τοῦ Εὐξείνου Πόντου φέρεται ὁ Ἴστρος. Οὐκ ἔγκειται δὲ τῇ εἰκόνι ἡ νῆσος, ὅτι περιέχεται ὑπὸ τοῦ ποταμοῦ, καθά φησιν ὁ Ἀπολλώνιος (4, 309). Ἡ δὲ Πεύκη νῆσός ἐστιν, ἥντινα ἀποτελεῖ ὁ Ἴστρος, ἧς μέμνηται καὶ Ἀπολλώνιοις (3, 309)· « Ἴστρῳ γάρ τις νῆσος ἐέργεται, οὔνομα Πεύκη. » Πεύκη νῆσος τρίγωνος μεταξὺ κειμένη τῶν τοῦ Ἴστρου στομάτων. Ὁ Πτολεμαῖος ἑπτάστομον λέγει καὶ τὸν Ἴστρον καθὰ τὸν Νεῖλον· ὡσαύτως καὶ ὁ Γεωγράφος. Μαιώτιδος ἐς στόμα λίμνης] ἕως, φησὶ, τῆς Μαιώτιδος, μέχρι γὰρ ταύτης εἰσὶν οἱ Σκύθαι, ὡς ἱστορεῖ καὶ Ἡρόδοτος (4, 21), λέγων· « Τάναῖν γὰρ ποταμὸν διαβάντι οὐκέτι Σκυθία. » Λέγει δὲ τοῦτο ὁ Διονύσιος, οὐχ ὡς βουλόμενος ἐνταῦθα παύσασθαι τὴν Σκυθίαν καθόλου, ἀλλὰ τὴν πρὸς βορρᾶν τοῦ Ἴστρου. Οἱ δὲ Βαστάρναι καὶ Γερμανοὶ καὶ οὗτοι πάντες ἐπὶ τὰ ἀριστερὰ κεῖνται τοῦ Ἴστρου· οἱ δὲ Ταῦροι τῆς Σκυθίας, ἐν ᾗ ἐστιν ὁ Ἀχιλλέως δρόμος· οἱ δὲ Σκύθαι παρὰ τὴν Λευκὴν νῆσον. Σαμάται] Σαρμάται ἔδει εἰπεῖν καὶ οὐ Σαμάται· ἀλλ᾿ ἡ τοῦ μέτρου βία ἐξώθησε τὸ ρ, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν, ἐν τῷ Βρετανία, τοῦ μέτρου ἐπιτάξαντος, ἀπεχώρισε τὸ ἓν τ.