Ἀγχύθι πηγάων] Ἐγγὺς γάρ ἐστιν ὁ Ἠριδανός. Ἵνα δὲ μὴ πάντη ἀποιητικὸς ᾖ, προσέλεξε καὶ ἱστορίαν. Φησὶ δὲ Φιλοστέφανος, ὑπὸ τῶν ἐγχωρίων τοῦτον τὸν χρόνον Ῥοδανὸν ὠνομάσθαι. Τινὲς δὲ δύο οἴονται ἡνωμένους, ὡς καὶ Ἀπολλώνιος (4, 627)· καὶ Ῥοδανοῖο βαθὺν πρόρον εἰσεπέρησαν, ὅστις ἐς Ἠριδανὸν τετάνυσται, ἄμμιγα δʼ ὕδωρ. Οὗ ποτ᾿ ἐπὶ προχοῇσι] Τοῦ Ἡλίω υἱὸς Φαέθων ἔπεσε καὶ ἐκλαίετο ὑπὸ τῶν ἀδελφῶν, καὶ ἐκ τῶν ὀφθαλμῶν αὐτῶν τὸ ἤλεκτρον ἐγένετο. Κεῖθι δέ που καὶ ἤλεκτρον εὑρέθη. Ὁ δὲ Ἠριδανὸς ἐξ ὄρους καλουμένου Ἡλίου καπτῆς, ὡς δʼ ἔνιοι ἐκ τῶν Κεραυνίων. Ἔστι μέσον Γερμανῶν καὶ Κελτῶν. Ὀδυρόμεναι Φαέθοντα] Μυθεύεται γὰρ οὕτως· ὅτι ποτὲ ὑπὸ τοῦ πατρὸς Ἡλίου πιστευθεὶς ὁ Φαέθων τοῦ ἐλάσαι τὸ ἅρμα, ἀτακτότερον αὐτὸ φέρων τὴν πρώτην ἔκαυσε ζώνην τὴν κεκαυμένην. Ὀργισθεὶς δὲ ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν· ἐκατηνέχθη ἐπὶ τὸν Ἠριδανόν. Αἱ οὖν ἀδελφαὶ κλαίουσαι αὐτὸν, μετεβλήθησαν εἰς αἰγείρους· τὸ δὲ φερόμενον παῤ αὐταῖς δάκρυ, οὐ πήγνυται, ποιεῖ τὸν ἤλεκτρον. Τὸ δὲ δάκρυ ἀμέλγονται ἀντὶ τοῦ δρέπονται τὸ ἤλεκτρον. Δάκρυα δέ φησιν, ὅτι τῶν Ἡλιάδων λέγει εἶναι δάκρυα. Ἔστι δὲ λίθος οὕτω λεγόμενος· οὐ γὰρ τὴν κρᾶσίν φησι τὴν ἀπὸ χρυσοῦ καὶ ἀργύρου. Παρασκευάζει δὲ Ἡρόδοτος (3, 115) ταύτην τὴν ἱστορίαν. Τυρσηνίδος] Οἱ Τυρρηνοὶ δὲ νῦν Τοῦσκοι καλοῦνται. Ἄλπιος ἀρχή] Ἄλπις ὄρη μέγιστα τῆς Εὐρώπης, καὶ ῥεῖ ἐκ μὲν θατέρου μέρους ὁ Ἴστρος, ἐκ δὲ τοῦ δυτικωτέρου ὁ Ῥῆνος.