Κιχήσεαι Εὐρώπ.] Βουλόμενος δεῖξαι τὸ ὅμοιον τῆς Εὐρώπης πρὸς τὴν Λιβύην χαριέντως καὶ τὴν αὐτὴν ἀρχὴν τῆς περιγραφῆς ποιεῖται. Γλωχῖνα] ἐπεὶ ὥσπερ γωνία ἐστὶ κωνοειδὴς ἡ πρὸς τῇ Ἰβηρίᾳ γῆ. Γράφεται δὲ καὶ « πυμάτῃ ὑπὸ γλωχῖνι. » Γράφεται καὶ « πυμάτῃς μὲν ἐπὶ πλευρῇσι. » sqq. Μῆκος ἐπ᾿ ἠ πείρου] τὸ πρὸς τὸ μῆκος. Δυνατὸν γὰρ καὶ ἐπὶ τῷ ἑτέρῳ μῆκος λαμβάνειν. — Ἔνθα Βρετανοί, οὐχ ὅπου οἱ Ἴβηρες, ἀλλ᾿ ὅπου ὁ ὠκεανός. Ἐκεῖσε γάρ ἐστιν ἡ Βρετανία. Λευκὰ δὲ φῦλα Γερμανῶν, ἐπεὶ τοιοῦτοί εἰσι τὴν χροιάν. Ἄλλως. Ἔνθα Βρετανοί. Βρεττανοί ἐστι τὸ ἐντελέστερον. Ἀλλὰ διὰ τὸ μέτρον ἐγένετο Βρετανοί χωρὶς τοῦ ἕνος ταῦ. — ᾗχι βορείου ὠκεανοῦ. Ἀνατείνοντες ἀπὸ τοῦ δυτικοῦ ὠκεανοῦ μέχρι τοῦ βορείου ὠκεανοῦ. — Τὸ δὲ ἀρειμανέων Γερμανῶν γράφεται καὶ ἐρισθενέων. Ἑρκυνίου δρυμ.] Πλησίον γὰρ τοῦ Πυρρηναίου ὄρους ὁ Ἑρκύνιος. Ἄλλως. Ἀντὶ τοῦ τὸ Ἑρκύνιον ὄρος παροικοῦντες. Ὀρόγκους δὲ λέγει ἢ τοὺς ὄγκους ἢ τὰς ἄκρας τῶν ὀρῶν, ἢ τοὺς τραχεῖς τόπους. Παραθρώσκοντες δὲ παρατρέχοντες, οἷον ἐπεκτεινόμενοι, τὴν οἴκησιν ἔχοντες μέχρι τοῦ Ἑρκυνίου δρυμοῦ. Ὡς καὶ Ἀπολλώνιος (4, 640)· ἀλλ᾿ Ἥρη σκοπέλοιο καθ᾿ Ἑρκυνίου ἰάχησεν. Βοείῃ] καὶ τῷ χρώματι καὶ τῇ λειότητι.