Εἰ δὲ καὶ Εὐρώπης] Ἀκολούθως μετὰ τὴν Λιβύην ἔρχεται ἐπὶ τὴν Εὐρώπην. Καὶ αὐτὴ θέσει ἐν ἑκατέρα πληρουμένη τοῦ σχήματος, ἀλλ᾿ ἡ μέν ἐστι τῶν ἄρκτων, ἡ δὲ τῷ νότῳ κεκλήρωται. Ὠνομάσθαι δὲ τὴν χώραν ἐξ Εὐρώπης φασὶ τῆς Φοινίκης, ὥς φησι Λυκόφρων (1283)· τῇ γὰρ ταλαίνῃ μητρὶ τοῦ Προμηθέως ξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος. Ἐκ ταύτης γὰρ ὁ Σαρπηδὼν, ὡς ἱστορεῖ Εὐριπίδης ἐν Ῥήσῳ (28). Ὁ δὲ Ἡρόδοτος (4, 45) συγκατατίθεται αὐτὴν ἀπὸ γυναικὸς εἰρῆσθαι· Ἱππίας μέντοι φησὶν ἀπὸ τῶν Ὠκεανοῦ θυγατέρων. Δύο γὰρ Ὠκεανίδας πρότερον γενέσθαι, Ἀσίαν καὶ Εὐρώπην, ἀφ᾿ ὧν τὰς χώρας εἰρῆσθαι. Νικίας δέ φησιν ἀπό τινος Εὐρώπου καὶ Ἀσίου καὶ Λίβυος. Ωὐτὸς μὲν Λιβύης ῥυσμός] ἢ οἷος ὁ ῥυσμὸς τῆς Λιβύης ὀξύνεται πρὸς τὰ δυτικὰ, ἢ ὡς ὁρᾷ ἡ Λιβύη κατὰ τὸ πλάτος πρὸς βορέαν ἢ καὶ ἀνατολήν. Τὸ δὲ (καὶ) ἄλλομέτρον οὐ νεύει (εἰς γῆν) ὡς ἐπ᾿ ἄρκτους· εἰ γὰρ καὶ ὡς ἐπʼ ἄρκτους ἔνευε, δι᾿ ὅλου πλατεῖα ἂν ἦν, νεύει δὲ μᾶλλον ἀπὸ τῶν ἀρκτώων ἐπὶ τὰ δυτικὰ, ὡς τὰ μέρη ταῦτα ὀξύτερα εἶναι, ἀλλὰ μετ᾿ ἄρκτους. Βορειοτέρα γάρ ἐστιν ἡ Εὐρώπη, καὶ πρὸς τὸν βόρειον ὠκεανὸν κεκύρτωται. Ἐπισύρεται οὖν, φησὶν, ἐπὶ τὴν ἀνατολὴν τῷ αὐτῷ σχήματι, πλὴν ἀντιπροσώπως. Ἄλλως. Ὁ αὐτὸς ῥυσμὸς, ἤγουν ὅρος. Διαιρουμένη γὰρ ἡ Εὐρώπη ἀπὸ τῆς Ἀσίας ὑποδιαιρεῖται καὶ εἰς τὴν Λιβύην. Ἄμφω δ᾿ ἶσον ἔχουσιν] Πρὸς τῇ Ἀσίᾳ γὰρ ἐπ᾿ ἴσης ἀποτερματίζονται. Εἰ δέ κε θείης] Αἱ γὰρ δύο πλευραὶ τῶν δύο χωρῶν ἴσαι εἰσί. Τὸ γὰρ ἥμισυ τῆς πάσης γῆς τοιοῦτόν ἐστι κωνοειδές. Σχῆμα πέλοι] Ἐπὶ τὸ δυτικὸν λέγει, ὄθεν ἀποξύνεται Λιβύη τε καὶ Εὐρώπη· δύο γὰρ πλευραὶ εἰς ὀξύτητα λήγουσαι, εἰ συναφθεῖεν, κῶνον ἀποτελοῦσιν, ὡς γίνεται τὸ στενὸν μὲν ἐπὶ δύσιν, τὸ δὲ πλατὺ ἐπὶ ἀνατολάς. Μειοῦται γὰρ τὸ σχῆμα εἰς τὸ τῶν χωρῶν τέλος.