Οὐδ᾿ ὀλίγη μέγεθος] Καὶ διὰ τοῦτο καὶ ἰδίου πίνακος ἔτυχεν ἡ Αἴγυπτος, ἐπειδὴ οὐκ ἐστιν ὀλίγη. Σχῆμα μὲν οὖν] Ἐν τῷ πίνακι τῷ κατʼ Ἐρατοσθένην καὶ Διονύσιον οὐκ ἔγκειται τὸ τῆς Αἰγύπτου σχῆμα, εἰ δεῖ αὐτὴν λαβεῖν οὕτως κειμένην, καθὰ καὶ ὁ Διονύσιος ἐκφράζει, τρίπλευρον ἰσοσκελῆ, ἧς τὸ μὲν πλάτος κεῖται ἐπὶ τὰ βόρεια, τὸ δὲ τῆς κάτω γωνίας ὀξὺ ἕλκεται ἐπὶ τὴν ἀνατολήν. Λαμβανέτω δʼ ὁ βουλόμενος τὴν Σικελίαν παράδειγμα κατὰ τὰς τρεῖς πλευράς. Βαθυκρήμνοιο δὲ Συήνης, πολλοὺς ἐχούσης κρημνοὺς διὰ τοὺς καταράκτας. Ἐρυμνὸν δὲ ἡψηλὸν, μέγα, δεινὸν, ἰσχυρόν. Θήβην ὠγυγίην] ἀντὶ τοῦ ἐπὶ Αἰθιοπίας, ὅπου καὶ Μέμνων ἑήν ἀσπάζεται Ἠῶ. Ἀνδριὰς γὰρ ἵστατο ἐν Θήβαις ταῖς Αἰγυπτίαις Μέμνονος, διά τινος μηχανῆς ἕωθεν προσφωνῶν τὴν ἰδίαν μητέρα Ἠῶ. Ἑπτάπολιν] Ἑπτάπολιν λέγει τὴν Ἀρκαδίαν διὰ τὰς παρακειμένας τῷ Νείλῳ πόλεις· ἐκ μὲν ἀριστερῶν ἓξ, Μέμφιν, Διόσπολιν, Μέμνονα, Καταρράκτην μικρὸν, Καταρράκτην μέγαν καὶ Συήνην, ἐκ δεξιῶν δὲ τὴν Βαβυλῶνα.