Ἑπτὰ διὰ στομάτων] Ἐκ τῶν Βλεμμύων ἐπὶ τὰ βόρεια φέρεται ὁ Νεῖλος διʼ ἐπτὰ στομάτων ἐπισήμων. Εἰσὶ δὲ ταῦτα· Ἡρακλεωτικὸν, Βολβιτικὸν, Σεβεννιτικὸν, Μενδήσιον, Πηλουσιακὸν, Κανωβικὸν, Θερμουθιακόν. Τὸ δὲ « οὐ γάρ τις ἐναλίγκιος ἔπλετο Νείλῳ », οὐ κατὰ τὸ μέγεθός φησιν, ἀλλὰ κατὰ τὴν αὔξησιν καὶ ἄρδευσιν, ὡς καὶ αὐτὸς ἐπάγει. Ἀποτέμνεται] μερίζει τὴν Λιβύην ἀπὸ τῆς Ἀσίας ὁ Νεῖλος. Τοῦτο δὲ λέγει, ἵνα δείξῃ ἕως ποῦ ἡ Λιβύη. Οἳ πρῶτοι βιότοιο] τῶν Αἰγυπτίων τὸ γένος. Αὐτοὺς γάρ φησιν εὑρετὰς τοῦ βίου, ἐπεὶ καὶ ἄροτρον ἐξεῦρον καὶ μάλιστα γεωπόνοι εἰσὶ, καὶ ὅτι τῆς ἀστρονομίας εὑρεταὶ, ἐξ ἧς καὶ τοὺς καιροὺς καταλαμβάνομεν, καὶ ἐγεωμέτρησαν πρῶτοι, καὶ τὴν τῶν ἄστρων διαγραφὴν εὗρον. Κελεύθους δὲ τοὺς καιροὺς διὰ τῶν ἄστρων, οἳ χρειώδεις εἰσὶ πρὸς γεωργίαν καὶ πλοῦν καὶ τὰ ἄλλα ἐπιτήδειοι. Θυμῷ φρασσάμενοι λοξὸν δρόμον ἠελίοιο] ὅτι πλάγιός ἐστιν ὁ ζωδιακός. Λοξὸν δὲ τὸν ἐν τῷ ζωδιακῷ· λοξὸς γὰρ ὁ ζωδιακός. Ἀντὶ τοῦ εἰσιν οἱ συλλαβόντες τὸν λοξὸν κύκλον τοῦ ἡλίου, τουτέστι τὸν ζωδιακὸν, ὃν ποιεῖ διʼ ἐνιαυτοῦ. Πρῶτοι δὲ, φησὶν, Αἰγύπτιοι ἐξεῦρον τοὺς κύκλους τοῦ οὐρανοῦ· ἰδόντες γὰρ αὐτὸν λοξὸν καὶ τὸν ζωδιακὸν ἐλαύνοντα διʼ ἐνιαυτοῦ, ἐνόησαν ὅτι οὐκ ἐπὶ ἔργου παραλλήλου ποιεῖται τὴν κίνησιν, ἀλλὰ διὰ μέσου τοῦ ἰσημερινοῦ καὶ δύο ἄκρων τοῦ θερινοῦ τροπικοῦ καὶ χειμερινοῦ· εἶτα διὰ τούτου καὶ τοὺς ἐσχάτους ἐξευρόντες, τὸν ἀρκτικὸν καὶ τὸν ἀνταρκτικόν.