Μεσήπειροι τελέθουσιν] ἤτοι ἐν μέσῳ τῆς πάτης Λιβύης ἠπείρου κείμενοι, ἢ ἐν μέσῳ ἔχοντες ἤπειρον. Λέγει δὲ τὸν ὀρεινὸν ἰσθμόν. Κυρήνη τʼ εὔϊππος] Ἀντὶ τοῦ εἰπεῖν τὴν Πεντάπολιν, Κυρήνην εἶπε μητρόπολιν τῆς Πενταπόλεως. Ἀμυκλαίων δὲ Λακώνων φησὶν, ἐπειδὴ ὁ Θήρας ἄνωθεν Λάκων ἦν, ἀποικίαν δὲ ἐστείλατο εἰς Κυρήνην, οὗ μέμνηται Καλλίμαχος (περὶ τῆς ἱστορίας) (in Apoll. 74). ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο ἤγαγε Θηραίην ἐς ἀπόκτισιν, ἐκ δέ σε Θήρης οὖλος Ἀριστοτέλης. Λάκωνες γὰρ ἦσαν οἱ περὶ Θήραν πρώην οἰκοῦντες, ύστερον δὲ σὺν τῷ Ἀριστοτέλει ἀπῆραν εἰς Κυρήνην. Τέμπεα Κέρνης] Κέρνη λίμνη ἐστὶν Αἰθιοπίας παρὰ τῷ ὠκεανῷ· τὰ δὲ κοῖλα τῶν ὀρῶν τέμπη καλοῦνται. Εἰσὶ δὲ παῤ αὐτοῖς τοῖς Αἰθίοψι τόποι ὑψηλοὶ, οὓς καὶ τέμπεα καλεῖ Διονύσιος καὶ κολώνας. Ἔνθενπιοτάτοιο] Τῶν τῆς Σελήνης ὀρῶν κάτεισιν ὁ Νεῖλος. Πιότατον δὲ αὐτὸν εἴρηκεν, ἐπειδὴ λιπαρωτέραν ποιεῖ τὴν Αἰγυπτίαν γῆν ὁ Νεῖλος, ξηρᾶς οὔσης τῆς Λιβύης. Πτολεμαῖος δὲ ἀπὸ νότου κατὰ διάμετρόν φησιν αὐτὸν ἐκδίδοσθαι ἀπὸ τῶν Σεληναίων ὀρῶν, διαιρούμενον εἰς Ἀσταπὸν καὶ Ἀσταβόραν, ὑφ᾿ ὧν ἡ Μερόη περιέχεται. Θεόκριτος (7, 14) δὲ ἕως Βλεμμύων αὐτὸν ὁρᾶσθαί φησιν· ὁ δὲ Καλλίμαχος, θνητὸς ἀνήρ. οὐδ᾿ ὅθεν, οἶδεν, ὁδεύει, Σῖριςὑπ᾿ Αἰθιόπων] διότι τότε ἀνέρχεται καὶ πλημμυρεῖ ὁ Νεῖλος, ὅτε ἡ ἐπιτολὴ τοῦ κυνὸς γίνεται. Σῖρις δὲ λέγεται ὁ ἥλιος παρὰ τὸ σεσηρέναι καὶ λάμπειν.