Εὐξείνοιο] Ὁ οὖν Εὔξεινος Ἄξεινος ἐκαλεῖτο διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι καὶ μηδένα ἐκεῖ παραβάλλειν τῶν ξένων· Εὔξεινος δὲ νῦν ἐκλήθη κατὰ ἀντίφρασιν ἢ ὅτι, ὥς τινές φασιν, ὁ Ἡρακλῆς ἐκβαλὼν ἐκεῖθεν τοὺς λῃστὰς, φιλοξένους τινὰς κατῴκισεν. Ἤτοι ὁ μὲν ἐν Λοκροῖο παῤ ἐσχατιήν] Ὅτι τὸ πρὸς ζέφυρον Ἀτλαντικὸν πέλαγος ὠκεανόν φησι καλεῖσθαι. Λοκροῖο τοῦ Ἰταλικοῦ φησιν. Εἰσὶ γὰρ ἐν τῇ Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροὶ, μεταξὺ ζεφύρου καὶ ποταμοῦ Λογικάνου. Ὤσπερ οὖν Θρηΐκιον τὸν βορρᾶν, οὕτως καὶ Λοκρὸν τὸν ζέφυρον κλητέον. Αὐτὰρ ὕπερθε πρὸς βορέην] Ὅτι τὸν πρὸς βορρᾶν Κρόνιον κόλπον καλοῦσι· καὶ ἴσως ὅτι ὁ Κρόνος εἰς τὸ ψυχρὸν λαμβάνεται, ἢ διὰ τὴν ψύξιν· Κρόνῳ γὰρ τὸ ψυχρὸν ἀνατέθειται. Τινὲς δέ Κρόνιον διὰ τὸ ἐκεῖ ἐρρῖφθαι τὰ αἰδοῖα τοῦ Κρόνου. Ἄμεινον δὲ διὰ τὴν ἄγαν ψύξιν· ψυχρὸν γὰρ εἶναι τὸν Κρόνον οἱ ἀποτελεσματικοί φασι· δικαίως δὲ κατέψυκται ὁ ὑπερβόρειος ὠκεανὸς, μὴ παραμυθούμενος τῇ ἀγχιστείᾳ τοῦ ζωδιακοῦ κύκλου. Ἡ δὲ παῤ Ἀπολλωνίῳ τῷ ποιητῇ (4, 509) Κρονίη θάλασσα περὶ τὰ ἐσώτατά ἐστι τοῦ Ἰονίου κόλπου καὶ ἀπὸ Κρονίας νήσου οὕτω καλουμένη. Πολὺ γάρ ἐστι τὸ ἔξαλμα τῆς ἑτέρας σφαίρας. καὶ ἐν χειμῶνι μεταξὺ τῆς γῆς ὁ ὑπὲρ γῆν κύκλος, καὶ ὀλιγόωρος τότε ἐστὶν ἡ ἡμέρα. Καὶ ἐν θέρει δὲ συννεφής ἐστιν ὁ ἀὴρ καὶ πόρρω ἐστὶ τοῦ ζωδιακοῦ ὁ ἀρκτικὸς κύκλος, τοῦτ᾿ ἔστιν ὁ καθʼ ἡμᾶς λεγόμενοι, ὅστις μεταξύ ἐστι πασῶν τῶν δυτικῶν ὡς καὶ τῶν ἀνατολικῶν ἄρχεσθαι ἀπὸ δύσεως. Ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν. Ἀμφότερα διὰ τὸ ψυχρὸν τῶν τόπων. Πήγνυται γάρ. Καὶ λέγεται Κρόνιος μὲν πόντος, ὥς τινές φασι, διὰ τὸ Κρόνον εἰς τὴν ψύξιν ἀλληγορεῖσθαι· νεκρὸς δὲ διὰ τὴν ἀπόστασιν τοῦ ἡλίου καὶ τὸ προσκεχωρηκέναι πρὸς τὰ νότια μέρη· τῇ γὰρ ἀπουσίᾳ τοῦ θερμοῦ τὰ ζωογονούμενα παύεται· ἢ λέγεται διὰ τὸ ἀσθενῶς ἐκεῖ προσβάλλειν τὸν ἥλιον. Διὰ πολλοῦ γὰρ χρόνου ὑπὲρ τὴν θάλασσαν ἐκείνην γίνεται, τοῦτ᾿ ἔστι πλησιάζει. Βάλλει μὲν γὰρ καθʼ ἑκάστην ἀδιαλείπτως καὶ τὸν πλεῖστον χρόνον. Φαείνει, ὁ ἥλιος ἀπὸ κοινοῦ. Εἶπε γὰρ ἕνεκ᾿ ἀφαυροῦ ἠελίοιο, διὰ τὸ ψυχρὸν εἶναι τὸν αἰθέρα, καὶ νεκρὸν δὲ καλεῖσθαι, διότι οὐ ζωογονεῖ διὰ τὴν πολλὴν ψύξιν. Ὅτι τὸ πρὸς ἕω μέρος ἠῷον καὶ Ἰνδικόν. Οἱ γὰρ Ἰνδοὶ ἀνατολικοί. Ἔνθα καὶ ὁ Ἰνδὸς ποταμός. Ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθιόπιον. Ἴσως διὰ τὸ πυροῦσθαι μᾶλλον ὑπὸ τοῦ ἡλίου τὸ κλίμα. Ἀμέλει καὶ Αἰθίοπες κατοικοῦσιν (ὅτι) τὸ πρὸς νότον μέρος Ἐρυθραῖον. Καὶ διὰ τοῦτο ἔθνος Αἰθιοπικὸν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. Λέγει δὲ τὴν διακεκαυμένην. — πρὸς νότον. Ὅτι ἀπὸ Γαδείρων ἀρχόμενος παύεται τῷ πρὸς τῇ Κιλικίᾳ κόλπῳ — αὐλήν· ἡ ἐπέκτασις καὶ τὸ ἅπλωμα τῆς διακεκαυμένης ζώνης· εὐθὺς γὰρ πρὸς τὰ νότια διαδέχεται. Γράφεται καὶ ἀγκών.