Βαρυνομένην αὐτὴν εἶπε διὰ τὸ κάτω αὐτὴν ἕλκεσθαι καὶ ὥσπερ ὑπὸ τοῦ βάρους τοῦτο πάσχειν. Ἔνθα κορυσσομένης] τὴν ἀρχὴν ποιουμένου τοῦ Τυρσηνικοῦ πελάγους τῆς αὐξήσεως τῇ τῶν κυμάτων φορᾷ. Ὥσπερ γὰρ ἤπειρός ἐστι δεχομένη τὸ τῶν ὑδάτων πλῆθος ἡ Σύρτις. Καὶ ἔστιν ὅμοιον τῷ παρὰ τῷ Ποιητῇ (Il. 4, 424)· πόντῳ μὲν τὰ πρῶτα κορύσσεται· αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει. Ἄμπωτις δὲ, τουτέστιν ἡ ἀναχώρησις, ἐπιτρέχει ξηραῖς ψάμμοις, παρεχούσαις αὐτὴν φαίνεσθαι ὑπαναχωροῦσαν. Νέην πόλιν] Ὅτι ἡ μικρὰ Λέπτις Νέα πόλις καλεῖται καθʼ Ἕλληνας. — Νεάπολις Ἀφρικῆς, Νεάπολις Καμπανίας, Νεάπολις Συρίας, Νεάπολις Αἰτωλίας. Λωτοφάγοι ναίουσι] Φιλοξένους φησὶ τοὺς Λωτοφάγους ἐκ τοῦ λωτοῦ τοῦ παῤ αὐτοῖς ἄνθους Δοκοῦσι γὰρ φιλοξενίας ἔχεσθαι. Ἢφιλόξενοι. Καὶ γὰρ τὸ παῤ αὐτοῖς ἀναδιδόμενον ἄνθος, φυσικήν τινα σχέσιν ἔχον ἐποχῆς, φιλοξενίας νενόμισται κτῆμα. Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ Ποιητὴς (Od. 1, 94) λέγων· τῶν δʼ ὅστις λωτοῖο φάγοι μελιηδέα καρπόν, οὐκέτ᾿ ἀπαγγεῖλαι πάλιν ἤθελεν, οὐδὲ νέεσθαι, ἀλλ᾿ αὐτοῦ βούλοντο παῤ ἀνδράσι Λωτοφάγοισι λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι. Αὐσονὶς αἰχμή] Οἱ μὲν ὅτι Ῥέντουλον Ῥωμαίων στρατηγὸν ἐδολοφόνησαν· οἱ δὲ ὅτι διωχθέντος ἄχρι Φαρσάλου τοῦ Πομπηΐου καὶ φυγόντος εἰς Αἴγυπτον, οἱ τὰ αὐτὰ αὐτῷ φρονοῦντες Σκηπίων, Πετρεῖος καὶ ὁ νεώτερος Κάτων συνέστησαν ἐν Λιβύῃ κατὰ Καίσαρος ἅμα Ἰόβᾳ τῷ βασιλεῖ Μαύρων, ὧν ὁ μὲν Σκηπίων παρατασσόμενος ἀπώλετο, οἱ δὲ μὴ φέροντες τὴν αἰσχύνην τῆς ἥττης ἑαυτοὺς ἀνεῖλον.