Ἐκ τεῦ σχήματος ἔλαβε τὴν ἀρχὴν, εἰπὼν « ὑπὸ γλωχῖνα »· ἐπὶ γὰρ τῶν ἐχόντων γωνίας ἡ λέξις, εἴγε τῶν τετραπλεύρων ἐστὶν ἡ γωνία. Λέγει δὲ Μαυρουσίους ἔχειν, καὶ Νομάδων ἔθνη πολλὰ παρακεῖσθαι Μασαισύλων καὶ Μασυλίων, οὓς καὶ ἀγρονόμους εἶπε, διὰ τὸ μήτʼ ἀροῦν μήτε γεωργεῖν, ἀγρεύειν δὲ καὶ τούτῳ μόνῳ παῤ οἰκονομίαν κεχρῆσθαι. Οὐκοῦν ἀκόλουθον προπαροξύνειν τὴν λέξιν· οὐ γὰρ ἐνέργειαν ἀλλὰ πάθος σημαίνει. Γλωχῖνα δὲ εἶπε πρὸς τὸ σχῆμα τῆς γραμμῆς· πυμάτη δὲ, ἐπειδὴ πρὸς τῷ τέλει ἐστὶ τῶν Στηλῶν. Πρῶτοι δὲ τῶν ἄλλων ἐθνῶν οἱ Μαυρούσιοι. Τοῖς δ᾿ ἔπι δὴ Νομάδων] Πλησίον εἰσὶν οἱ Νομάδες τῆς Ἀφρικῆς περὶ Καρχηδόνα. Τὸν δὲ κατάλογον πεποίηται οὐ κατὰ τὴν τάξιν τῆς γραφῆς· νομάδες γάρ εἰσι . Διὸ οὕτω δεῖ ὑπολαμβάνειν ὅπου εἰσὶν οἱ Μασαισύλιοι, Μασύλιοι, Νήγρητες, Νουμήδιοι καὶ Γαρήνιοι, καὶ τὰ ἑξῆς. Μαιόμενοι δὲ βιότοιο, τὰ προστυγχάνοντα θηρεύοντες ἀεί. Νομάδες γάρ εἰσιν. Δρία δὲ, τὰ δρυοφόρα πεδία. Διὰ δὲ τοῦ βουκολέονται δείκνυσιν αὐτῶν τὴν ἐν κατανομῇ δίαιταν. Τοῖς δʼ ἔπι Καρχηδών] Βήλου τοῦ Τυρίων βασιλέως υἱὸς Πυγμαλίων καὶ θυγατέρες Διδὼ ἡ καὶ Ἔλισσα καὶ Ἄννα, ἣ γαμεῖται Συχαίῳ Τυρίῳ. Τοῦτον ἀποδημοῦντα δολοφονεῖ Πυγμαλίων, ἔρωτι τῶν αὐτοῦ χρημάτων. Ὁ δὲ δι᾿ ὀνείρων τῇ Διδοῖ σημαίνε τὸ πάθος, καὶ κελεύει λαβοῦσαν τὰ χρήματα φυγεῖν. Ἡ δὲ τοὺς συναραμένους τῶν Τυρίων λαβοῦσα ἔρχεται ἐπὶ Λιβύην. Ἰάρβαντος δὲ τοῦ βασιλέως ἐκβάλλοντος αὐτὴν ἠξίωσεν ἀγοράσαι χωρίον, ὅσον ἐπιλαμβάνει ῥινὸς βοός. Τυχοῦσα δὲ καὶ λαβοῦσα τὸν ῥινὸν καὶ λεπτοτομήσασα καὶ ἐπεκτείνασα τὴν γῆν ἔλαβε, καὶ τὴν Καρχηδόνα ἔκτισε. Καλοῦσι δὲ αὐτὴν ἐπιχωρίῳ φωνῇ Διδὼ, ὃ ἔστιν ἀνδροφόνον. Πρότερον δὲ Φοινίκων εἶπεν, ἐπειδὴ πρῶτοι Φοινίκες ᾤκησαν τὴν Καρχηδόνα, ὕστερον δὲ Λίβυες.