Τραπεζίῳ εἶδος] Τῶν ἀνισοσκελῶν τετραπλεύρων τὸ τραπέζιον, ὡς Εὐκλείδης φησί· τὰ δὲ περὶ ταῦτα πάντα τετράπλευρα τραπέζια καλείσθω. Ἄλλως. Ἐπὶ τὴν ἀνατολὴν πρὸς τῷ νότῳ. Ἔστι γὰρ ἀνατολὴ βόρειος καὶ νότιος. Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δύσεως. Ἀρξαμένη πρώτιστα] Ἀπὸ Γαδείρων ἕλκεται ἡ Λιβύη ἐπὶ τὰ νότια σχήματα, τραπέζιον εἶδος ἔχουσα, ὃ ἔστι γεωμετρικὸν θεώρημα· ὅπου ἐν τοῖς Γαδείροις εἰς ὀξὺ λήγουσα ἀπὸ τοῦ ὠκεανοῦ ἀποτερματίζεται εἰς μυχὸν ὀξὺν, ἤτοι κατὰ τὸ ἔσχατον τὸ ἐξ αὐτῆς ὀξυνθεῖσα, ἢ εἰς τὸ βαθύτατον τοῦ ὠκεανοῦ, ἀντὶ τοῦ εἰς πολὺ τοῦ ὠκεανοῦ. Τῶν ἑτέρων] Εἰσὶ γὰρ καὶ ἄλλοι περὶ τὰ ἑσπέρια τῆς Λιβύης ὄρη· τούτων δὲ, λέγει, τῶν περὶ τοὺς Τρωγλοδύτας, τῶν ἀνατολικῶν. Ἐρεμβῶν δὲ τῶν ἑτέρων λέγει τῶν δυτικῶν, τῶν διὰ πάντων τῶν ἐσχάτων τῆς Λιβύης περιτετραμμένων. Εἰσὶ γὰρ καὶ ἀνατολικοὶ, Ἰνδοὶ καλούμενοι. Παρδαλέῃ δὲ διὰ τὸ ποικίλον τῆς χροίας τῆς κατ᾿ ἐκείνην τὴν γῆν. Τῇ καὶ τῇ κυανῇσι] Τῷεἰπεῖν κατάστικτον καὶ ποικίλην ἔδειξε πολλὰ χρώματα τῆς γῆς (ἦ γὰρ ἂν οὐκ ἦν κατάστικτος, ἀλλ᾿ αὐτόθεν μέλαινα). Διάφορος γὰρ ἡ Λιβύη τοῖς χρώμασιν· ἐστὶ γὰρ μελάγγεως, ψαμμώδης, ἀργιλλώδης, ἐρυθρόβωλος. Ἄλλως. Ποικίλλεται γὰρ ταῖς λεπίσι ξηρασίας ἡ γῆ τῆς Λιβύης, καὶ ἐστιν ὥσπερ ἡ παρδάλεως δορά. Κατάστικτος δὲ ἢ γῆ ἐκ μεταφορᾶς τῆς παρδάλεως.