Κιμμερίου διὰ Βοσπόρου] Πλησίον γάρ εἰσιν οἱ Κιμμέριοι κείμενοι παρὰ τὸν ἰσθμὸν, οὗ ἐστιν ὁ Ταῦρος· ἰσθμὸν δὲ λέγει τὸν κατ᾿ ἐνίους διαιροῦντα τῆς Εὐρώπης τὴν Ἀσίαν. Κιμμέριοι μὲν οἱ πολλοὶ κατ᾿ αὐτὸ εἰρημένοι διὰ τὸ πλῆθος· οἱ δὲ τὰ βορειότερα τῆς νήσου κατὰ τὸν Πτολεμαῖον Ἀλανοὶ, Ἁμαξόβιοι, Χοῦνοι. Ψυχρῷ δὲ ποδὶ Ταύρου ἐντὶ τοῦ εἰς τὸ ἔσχατον καὶ κατώτατον τοῦ Ταύρου. Ψυχρὸν δὲ λέγει τὸν Ταῦρον, ἐπεὶ ὑψηλός ἐστι. Τὰ γὰρ ὑψηλὰ κρυώδη εἰσί. Ποδὶ δὲ πάλιν τῷ κάτω μέρει ὡς τὸ « καὶ πόδας Ἴδης, » ἀντὶ τοῦ ἔσχατα μέρη καὶ κάτω τῆς Ἴδης. Εἰσὶ δὲ καὶ ἐν ἄλλοις Κιμμέριοι. Τοίη μὲν μορφή] Ἐπλήρωσε τὴν θάλασσαν τὴν καθ᾿ ἡμᾶς· περὶ αὐτὴν γὰρ καὶ μόνον διέρχεται τὰ κατὰ μέρος, ὡς τῶν ἄλλων θαλασσῶν μὴ ἐχουσῶν τοιοῦτόν τι ἀξιόλογον. Λοιπὸν οὖν λέγει περὶ τῶν Γαδείρων. Παραγνώσσοντι] τινὲς μὲν ἐξηγοῦνται τῷ ἐπιστήμονι, ἄλλοι δὲ παῤ ἀγνοοῦντι. Ἤτοι μὲν Λιβύη] Κατὰ μὲν τὴν διαίρεσιν τῆς θαλάσσης ἡ Λιβύη διήκει μέχρι τοῦ Κανώβου, καὶ οὐ πᾶσά ἐστιν ἡ Αἴγυπτος Λιβύης, κατὰ δὲ τὴν τῆς γῇς διαίρεσιν διήκει μέχρι τοῦ Ἀραβικοῦ κόλπου, καὶ λοιπὸν ἡ Αἴγυπτος Λιβύης ἐστίν.