Τόρνῳ τόξου] τῇ περιφερείᾳ, ἅμματι δὲ τῷ συνημμένῳ, ἢ τῷ τόρνῳ, τῷ ἅμματι· ἡ γὰρ τῶν κερῶν συνάφεια ποιεῖται τὰ τόξα. Ἀλλ᾿ εἴη νευρῆς] ἀλλὰ γένοιτο νευρᾶς σημεῖα τὰ δεξιὰ τοῦ Πόντου, καὶ περιφερεῖ τόξου σχήματι ὅμοιον ἂν ἴδοις τὸν Πόντον δύο γὰρ μικροὶ κόλποι ἐκ διαστάσεων ὄντες χαρακτῆρι τόξου ὁμοιοῦνται. Γραμμῆς ἐκτός] τῆς ἐκ τῶν δύο κόλπων γινομένης· δοκοῦσι δὲ τοῖς πλέουσι συνιέναι διὰ τὰ κολπώματα. Εἰλεῖται δὲ στροφάλιγγι, βιοῦ κέρᾳ ἐοικὼς, ὁ πόρος δηλονότι· ἔοικε γὰρ τῷ τόξῳ κατὰ τὴν περιγραφήν. Τοῦ καὶ πρὸς βορέην] Ἀνατρέχει πάλιν ὁ λόγος ἐπὶ τὸν Πόντον, ὑπερκεῖσθαι λέγων αὐτοῦ τὴν Μαιῶτιν, περὶ ἣν οἰκοῦσι Μαιῶται, Σκύθαι τὸ γένος. Εἶτα παῤ ἐκείνοις καλεῖσθαι μητέρα τοῦ Πόντου τὴν λίμνην, εἰκότως· ἐπιτρέχουσα γὰρ τὸν Βόσπορον ἐπιδαψιλεύεται τῇ θαλάσσῃ καὶ ἀναπληροῖ τὸν κόλπον. Εἶνα δὲ Κιμμερίους ὑπὸ τὴν εἰσβολὴν τοῦ Ταύρου, ἣ καλεῖται Χερρόνησος Ταυρικὴ, παρακειμένη τῷ στόματι τῆς Μαιώτιδος ἐκ δυσμῶν· πολλὰ δὲ παροικοῦσιν αὐτῇ ἔθνη Σκυθικά. Τὴν δὲ Μαιῶτιν ἐκφράζων ὁ Ἀπολλώνιος (2, 362) ἅμα τῷ ὕψει παραφαίνει τὸ σχῆμα, λέγων, «τῆς ὑπὲρ βορέαο περισχίζονται ἄελλαι.» Ἐκ τῆς γὰρ Πόντοιο τὸ μυρ.] Ἤτοι ἐξ αὐτῆς τοῦ Πόντου τὸ ὕδωρ ἐκφέρεσθαι, ἢ ἐκ τοῦ Πόντου αὐτῆς καὶ τὸ ὕδωρ.