Στεινότατος] Ἐκεῖνος δὲ ὁ ἐν τῷ Βοσπόρῳ καὶ ἀναμεταξὺ Καλχηδόνος καὶ Βυζαντίου πορθμὸς τοῦ Ἀνάπλου καλουμένου στενότερος ὑπάρχει περὶ τὰς Κυανέας πέτρας ὑπὲρ τοὺς ἄλλους πορθμοὺς, οἵτινες εἰσὶν Εὐβοίας καὶ Σικελίας. Ἐκεῖνος δὲ ὁ ἐν τῷ Βοσπόρῳ καὶ ἀναμεταξὺ Καλχηδόνος καὶ Βυζαντίου πορθμὸς ἢ Κικονίου καὶ τοῦ Ἀνάπλου λεγομένου, στενότερος ὑπάρχει περὶ τὰς Κυανέας πετρὰς ὑπέρ τοὺς ἄλλους, δηλονότι πορθμούς. Ὁ Βόσπορος, φησὶ, στενότερός ἐστι τῶν ἀντικρὺ τῆς Ὑρκανίας δύο θαλασσης. Λέγει δὲ Προποντίδα· ἐσώτερος γὰρ τούτων ὁ Βόσπορος. Ἔστι δὲ στενότερος, ὅτι τὸ πλάτος ἐστὶ σταδίων ιβ´, ὡς καὶ βοῦν διανήξασθαι ὁ δὲ Ἑλλήσποντος τὸ πλάτος σταδίων η´, Ἢ καὶ λέγει τὸν μεταξὺ Καλχηδόνος καὶ Βυζαντίου στενότατον πόρον, ἢ τὸν μεταξὺ τοῦ Κικονίου καὶ τοῦ Ἀνάπλου καλουμένου. Ἄλλως. Τὸν αὐτὸν Ἀνάπλουν λέγει ὡς δοκοῦσι τὰ μέρη ἐκεῖνα τῷ ἀναπλέοντι μὴ ἔχειν ἔξοδον, ἄχρις οὗ πλησίον γένηται. Περὶ τοῦ Εὐξείνου λέγει. Οὗτος δὲ πρότερον Ἄξεινος ἐκαλεῖτο, διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι, καὶ μηδένα ἐκεῖσε παραβάλλειν τῶν ξένων· Εὔξεινος δὲ νῦν ἐκλήθη κατὰ ἀντίφρασιν, ἢ, ὥς τινές φασιν, ὅτι ὁ Ἡρακλῆς ἐκβαλὼν ἐκεῖθεν τοὺς λῃστὰς φιλοξένους τινὰς κατῴκισεν. Στενοῦ γινομένουν τούτου τοῦ Πόντου εἰκὸς ὁρᾶσθαι τὰς περαιτέρω δύο θαλάσσας πλατείας. Ὁρμῶσι μὲν ὡς ἐπὶ τὰ ἀνατολικὰ, τὴν δὲ ἀνάνευσιν ποιοῦνται ὡς ἐπὶ τὰ βόρεια καὶ τὴν Μαιῶτιν, ἥτις πρὸς τῷ τέλει κεῖται τοῦ Πόντου· καὶ δοκεῖ ὥσπερ ἐξ αὐτῆς γεννᾶσθαι ἡ θάλασσα. Μέσαι δʼ ἔνθα κἀκεῖσε δύο ὑψηλαὶ ἄκραι εἰς τὸν Πόντον ἔκκεινται, ὧν ἡ μὲν κάτω ὡς πρὸς νότον, ἥντινα Κάραμβιν καλοῦσιν , ἡ δὲ ἄνω πρὸς βορρᾶν ἔκκειται, τὸ Κριοῦ μέτωπον. Ἐκ τοῦ δ᾿ ἂν καὶ] τοπικὸν ἢ χρονικόν. Μετὰ δὲ τὸ πλησίον γενέσθαι τὸν ἀνεωγότα πόντον ἐκεῖθεν ὄψει δύο θαλάσσας καὶ κόλπους ἐκ διαστάσεως, ὧν μεταξὺ τὸ Κριοῦ μέτωπον δίκην τόξου διακείμενον. Ἄλλως. Ἐκ τοῦ, φησὶ, ταύτας προβεβλῆσθαι καὶ πρὸς ἀλλήλας νεύειν διθάλαττος γίνεται ὁ Πόντος, ὃ ἐστιν εἶς δύο κόλπους μερίζεται ἐοικὼς τόξῳ. Τόρνῳ δὲ λέγει τῇ περιφερεία· ἅμματι δὲ τόξου περιφραστικῶς τὸ τόξον, παρὰ τὸ ἐξῆφθαι αὐτοῦ τὴν νευράν. Λέγει οὖν ὅτι ἔοικεν περιφερείᾳ τόξου, ἐκ τοῦ προεληλυθέναι ταύτας οὕτω τὰς ἅκρας. Νόμιζε γὰρ, φησὶ, τὰ μὲν δεξιὰ πάντα τοῦ τόξου νευρὰν εἶναι, πλὴν τῆς Καράμβιδος, τὰ δʼ ἀριστερὰ τὸ ἐπικαμπτόμενον τῇ νευρᾷ. Ἀλλ᾿ ἐρεῖ τις· καὶ τί μᾶλλον τὰ δεξιὰ ἔοικε νευρᾷ πλὴν τῆς Καράμβιδος ἢ τὰ ἀριστερὰ τοῖς κέρασι πλὴν τοῦ Κριοῦ μετώπου; ὃ γὰρ ἂν εἴπῃς περὶ θατέρας πλευρᾶς καὶ περὶ θατέρας ἁρμόζει, ὥστε οὐ τόξῳ ἔοικεν, ἀλλὰ δύο τόξων κέρασιν ἀντιπροσώποις. Πρὸς ὃν ῥητέον, ὅτι τοῦτο προειδὼς ὁ Περιηγητής προσέθηκε τὸ « μόνη δέ τοι Κάραμβις· ” καὶ πάλιν ἐπὶ τῆς ἑτέρας πλευρᾶς τάδε· « πρὸς βορέην Μαιώτιδος ὕδατα λίμνης, » ὡς εἰ ἔλεγεν· οὐ μόνον τὸ Κριοῦ μέτωπον, ἀλλὰ καὶ ἡ λίμην, ἥν φησιν Ἡρόδοτος (4, 86) μὴ πολὺ ἐλαττοῦσθαι αὐτοῦ τοῦ Πόντου· ὥστε (ὡς) πρὸς τὰ κυρτοῦντα τὴν ἀριστερὰν πλευρὰν ὀλίγη ἐστὶν ἡ Κάραμβις, καὶ οὐκ ἂν δύναιτο ἐοικέναι δυσὶ κέρασι δύο τόξων· οὐ γὰρ ἴση ἀμφοτέρων ἡ κατὰ τὸ μέσον κυρτότης, ἀλλ᾿ ἔνι κατά τι μέρος τῆς νευρᾶς παραφθείρεσθαι τὸ σχῆμα.