Σποράδες νῆσοι· Δονοῦσα, τῆς Ναξίας ἐγγύς· Λέβινθος· Κορσία, τῆς Ἰκαρίας ἐγγύς· Θηρασία· ἡ Κῶς· Φολέγανδρος, Παρίας ἐγγύς· Ἀνάφη· Σίκινος Γύαρος, ἔμπροσθεν Ἄνδρου· Ἀστυπάλαια· Πάτμος· Λέρος· Νικασία· Μῆλος· Κίμωλος· Πάρος. Σποράδες δὲ λέγονται, ἐπεὶ πλησίον ἑαυτῶν οὖσαι κατʼ ὀλίγον χωρίζονται καὶ ὥσπερ σπέρματά εἰσι καταβληθέντα. Οὖρον δ᾿ ἐς Τένεδον] ἀρκτικὸν δηλονότι, ἐπεὶ ἔχει κόλπον μακρὸν πρὸς ζέφυρον. Ἔχει δὲ τοῦτον ἔτι κατὰ τὸ ἔμπροσθεν ἑκατέρας πλευρᾶς τοῦ Βοσπόρου· ἀλλὰ τὴν μὲν Τένεδον εἰσιόντι πρὸς δεξιὰ, τὴν δὲ Ἴμβρον πρὸς ἀριστερά. Ἴμβρον ἔχων] Ἀπὸ τῶν Θρᾳκικῶν μερῶν ἡ Ἴμβρος· ἡ δὲ Τένεδος πρὸς τῇ Ἀσίᾳ κεῖται. Ἀπὸ δὲ Τενέδου ὁ Ἑλλήσποντος ἄρχεται. Τὸ δὲ τέλος τοῦ Αἰγαίου ἀρχὴ τοῦ Ἑλλησπόντου. Ἡ δὲ ἀρχὴ τοῦ Ἑλλησπόντου πλατυτέρα ἐστὶν, οἷα δὴ καὶ τέλος τοῦ Αἰγαίου οὖσα, ὡς καὶ Ὅμηρος (Il. ρ, 432)· « ἐς πλατὺν Ἑλλήσποντον. » Ἔστι δὲ τὸ τοῦ Ἑλλήσποντου στενὸν τὸ ἐπὶ Κωνσταντινουπόλεως· ἢ Ἑλλήσποντος λέγεται, ἔνθα Σηστὸς καὶ Ἄβυδος. Τῆς δ᾿ ὕπερ ἄσπετα φῦλα] Τὸ νόημα οὕτως ἔχει· ὑπὲρ ἧς Προποντίδος πρὸς τὰ νότια μέρη πολλὰ ἔστιν ἔθνη τῆς Ἀσίας· ἵνα εἴπῃ τὰ καὶ περὶ Ἰωνίαν καὶ Λυδίαν καὶ Λυκίαν, καὶ πάντα τὰ πρὸς νότον ἀφορῶντα τῆς Ἀσίας παράλια ἐπὶ τοῦ Αἰγαίου καὶ τοῦ Ἑλλησπόντου. Καλεῖ δὲ τοῦτο τὸ μέρος ἰσθμὸν, ὅπερ καὶ Ἡρόδοτος (1, 72) αὐχένα λέγε. Ἔστι δὲ ὁ αὐχὴν οὗτος πρὸς νότον, ἀντικείμενος αὐτῆς τῆς Καράμβιος καὶ Κριοῦ μετώπου· καὶ στενοῦ γενομένου τούτου παρὰ τὸν Πόντον, εἰκὸς ὁρᾶσθαι τὰς περαιτέρω δύο θαλάσσας. Ἡ Προποντὶς γὰρ βορειοτέρα γίνεται τῶν προειρημένων ἐθνῶν. Πλατὺν δὲ αὐτὸν εἶπεν, ἐπεὶ πολλὰ ἔθνη ἔχει ἐν ἑαυτῷ. Μεταξὺ δὲ κεῖται τοῦ Εὐξείνου Πόντου, ὃς ἄγει ἄχρι Κόλχων, καὶ Προποντίδος. Τὰ δὲ ἔθνη Κιλικία, Ἰσαυρία, Παμφυλία, Λυκία, Καρία, Ἀσία, Ἑλλήσποντος, χώρα Φρυγία τῶν ἐν τῇ δευτέρᾳ Φρυγίᾳ, Καππαδοκία, Ἀρμενία, Γαλατία, Παφλαγονία, Πόντος Πολεμώνιος, Βιθυνία. Χῶραι ιδ´. Πάρος Ἰώ] Ὥσπερ ἀναπτύξαι βουλόμενος τὴν ἐτυμολογίαν τοῦ Βοσπόρου, ἐπήνεγκε τοῦτο· ἔστι γὰρ ἀπὸ τῆς Ἰοῦς οἱονεὶ βοὸς πόρος. Ταύτῃ γὰρ ἡ Ἥρα κατὰ ζῆλον οἶοτρον ἔπεμψε, καὶ ἐλαυνομένη ὥσπερ πόρτις παρῆλθε τοῦτον τὸν τόπον.