Καὶ τέμενος περίπυστον] τὸ ἐξάκουστον χωρίον τοῦ Λακωνικοῦ Κανώβου. Ὁ δὲ Κάνωβος κυβερνήτης ἦν Μενελάου. Μετὰ γὰρ τὴν τῆς Τροίας ἅλωσιν τοῦ Μενελάου ἀποπλανηθέντος πρὸς τὰ τῆς Αἰγύπτου μέρη καὶ τοῦ αὐτοῦ κυβερνήτου ἀποπνιγέντος, τοῦ Φρόντιδος, διαδέχεται τὴν ναῦν Κάνωβος, ὅστις καὶ πολλὰ διατρίψας ἐν Αἰγύπτῳ ναυπηγῶν τὰ σκάφη ὑπὸ ὄφεως πληγεὶς τελευτᾷ. Ὃν θάψας ὁ Μενέλαος πόλιν εἰς ὄνομα αὐτοῦ ἱδρύσατο, ἐάσας τὸ ἀχρειότατον τοῦ στρατοῦ μέρος οἰκεῖν τὴν πόλιν καί τινας Αἰγυπτίους. Ἀμυκλαίοιο] Ὅτι τὸ Ἄργος μὲν εἰς ἀνατολὴν ὁρᾷ τῆς Πελοποννήσου, πρὸς δύσιν δὲ ἡ Λακεδαίμων. Ἑκατόμπολις δὲ ἡ Λακωνικὴ τὸ παλαιὸν, καθὰ καὶ ἡ Κρήτη λέγεται· διὸ καὶ τὰ ἑκατόμβαια ἐκεῖ ἐθύετο ἐπὶ σωτηρίᾳ τῶν τοσούτων πόλεων· μία δὲ τῶν ἑκατὸν αἱ Ἀμύκλαι, ἣν ἔκτισεν υἱὸς Λακεδαίμονος ὁ Ἀμύκλας. Δείξας τῆς Λιβύης τοὺς ὅρους ἔνεισιν ἐπὶ τὰς ἄλλας, ἀποδιαιρῶν τὴν Ἀσίαν τῆς Εὐρώπης. Καὶ τούτου αἴτιόν φησι τὸν Τάναῖν, ὃς παρὰ τοῖς ἐνοικοῦσι Σίλις λέγεται. Εἴρηται δὲ Τάναῖς διὰ τὸ τεταμένως ῥεῖν. Ἀρτεμίδωρος δέ φησι τὰ δύο στόματα τοῦ Τανάϊδος διέχειν ἑαυτῶν στάδια ἑπτά . Τὸ μὲν γὰρ αὐτοῦ εἰς Μαιώτιδα λίμνην ἐκρεῖ, τὸ δὲ εἰς Σκυθίαν. Ὃς ῥά θ' ἑλισσόμενος] Ἀναφέρεται γὰρ εἰς Σκυθίαν πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια ἐρίζοντος αὐτοῦ. Μεσούριον δὲ εἴρηται, τέμνων πρὸς τὸν ἰσημερινὸν τὴν πᾶσαν γῆν, μέσον ὅριον. Πρὸς βορέην, ἤτοι πρὸς τὰ βόρεια μέρη τῆς Εὐρώπης, ὧν ὁ ποταμός ἐστιν ὅριον πρὸς τὰ νότια. Διὸ καὶ μέσον ὅριον ὑποτίθεται τὸν Ἑλλήσποντον, νοτιώτερον δὲ κεῖσθαι τὸν Νεῖλον. Ἀντίκεινται γὰρ ἀλλήλοις οἱ ποταμοί. Ὁ μὲν γὰρ Τάναῖς ἐκ βορείου φερόμενος ἐπιβάλλει τῇ λίμνῃ, ὁ δὲ Νεϊλος ἀπὸ νότου φυλάττει τῇ χώρᾳ τὴν πίστιν τοῦ ῥεύματος. Τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Εὐρώπην, τελευταῖον εἰς τὸν Νεῖλον. Νότιον δὲ μεσούριον Ἑλλήσποντος] τὸ δὲ νοτιώτερον (μέρος) ὅριόν ἐστιν ὁ Ἑλλήσποντος. Ἄλλως. Τὸ μέσον ὅριον τοῦ Ἑλλησπόντου· ἔστι γὰρ νοτιώτερον. Τὸ δὲ νότιον μέρος ὁ Ἑλλήσποντός ἐστι. Ἰσθμὸς ἀντέταται] Τοῦτον τὸν ἰσθμὸν οἱ μὲν τὸν Καύκασον, οἱ δὲ τὴν Θρήνην πεδιάδα φασίν· ἄμεινον δὲ τὴν ἑῴαν Ἰβηρίαν ἀκούειν, ἣ ἔστι μεταξὺ Κόλχων καὶ Ἀλβανίας διαιρουσα τὸν Εὔξεινον καὶ τὴν Ὑρκανίαν θάλασσαν. Τοῦτον τὸν ἰσθμόν φησι τὸν μεταξὺ δηλαδὴ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὀξείνου πελάγους διαιρεῖν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης. λήγοντα εἰς Ἀραβίαν καὶ εἰς τὴν Αἴγυπτον.