Τῆμος ἐπὶ ζέφυρον] Τῆμος δύναται καὶ τοπικὸν καὶ χρονικὸν, νῦν δὲ ἀντὶ τοῦ τοπικοῦ. Ἐκεῖθεν δὲ ὥσπερ ἐπὶ δύσιν τὴν στροφὴν ποιησάμενος ἐκπτύει τὴν θάλασσαν καὶ ἐπιμίγνυται. Νήχυτος] πολύχυτος καὶ βαρυκύμων. Ἐπίκεινται δὲ τῷ ἠπειρωτικῷ μέρει τοῦ Ἰσσικοῦ Παμφύλιοι, ὅπου εἰσὶν αἱ Χελιδόνιαι νῆσοι. Τοῦτό φησιν, ἐπεὶ καὶ ἑτέρωθεν παράκεινται τῷ Ἰσσικῷ. Βουλόμενος δὲ δεῖξαι τὴν θέσιν τῆς Παμφυλίας τεκμηρίῳ χρῆται τῷ τῶν Χελιδονίων νήσων. Ὅσσον ἐπιπροβέβηκεν] ἓως Χελιδονίων Παμφυλίας. Τρεῖς δέ εἰσιν αὗται, Μελανίππη, Γάγαι καὶ Κορύδαλαι. Σῆμα δ᾿ ἔχειζεφύρου] Ὁ δὲ κόλπος ἔχει τελευταῖον σημεῖον πρὸς ζέφυρον τὴν ἄκραν τῶν Πατάρων. Ἔστι δὲ ἀκρωτήριον, ὃ Λυκίαν καὶ Καρίαν διορίζει. Ἄλλως. Σῆμα δʼ ἔχει ἔσω Πατάρων Λυκίας, καὶ κατὰ τὸ τέλος τοῦ Σιδονίου πελάγους καὶ τοῦ περὶ Πάταρα φερομένου πελάγους ἐπ᾿ ἄρκτον ὁρᾷ τὸ Αἰγαῖον πέλαγος. Φράζεο δʼ ἐκ κείνου] Ἐκεῖθεν δέ, φησιν, ὦ ἀκροατὰ (πρὸς γὰρ αὐτὸν ὁ λόγος), ἐπισκόπει τὴν ἄρκτον, εἰς οἷον καὶ τὸν Αἰγαῖον εἰδέναι, βαθὺν ὄντα καὶ ἀλαζόνα τῶν κυμάτων. Σημεῖον δὲ τοῦ κλύδωνος αἱ προσκείμεναι νῆσοι, διεστῶσαι μὲν ἀλλήλων, διὸ καὶ Σποράδες εἴρηνται, περιηχοῦσαι δὲ καὶ ἀντικτυποῦσαι τῷ ἐπιθέοντι ῥοθίῳ. Τὸ δὲ συμπλήρωμα ἔχει ὁ Αἰγαῖος ἄχρι Τενέδου, ἔξω καὶ πόρρω ἐξ ἑτέρου μέρους αὐτῷ παρακειμένης τῆς Ἴμβρου. Περιφερόμενος δὲ μᾶλλον ἐπὶ τὰ βόρεια προσομιλεῖ τῇ Προποντίδι καὶ ἀναπαύεται. Ἴμβρος γὰρ ἐπὶ τὰ μέρη τῆς Θρᾴκης ἡ δὲ πρὸς τῇ Ἀσίᾳ Τένεδος ἐκ τῆς ἀρχῆς ὁρίζει τὸν Ἑλλήσποντον. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας ἐπὶ τὰ ἀρκτῶα μέρη ἐστὶν ὁ Αἰγαῖος πόντος.