Παρνησοῖο] Τὰ κρείττονα τῶν ἀντιγράφων ἢ Παρπάνισαον γράφουσι προπαροξυτόνως, ὄρος ὂν Ἰνδικὸν, ἦ Παρπαμισσόν ὀξυτόνως διὰ τοῦ μ. Ἀριηνούς] οὕτω καλουμένους πάντας ὁμοίως Ἀριηνούς· εἶπε γὰρ ἄνω Ἐρυθραίων Ἀριηνῶν· πάντας τοὺς Ἀριηνοὺς καλουμένους ὁμοιῶς· ἀλλ᾿ ὅμως ἀφορμαὶ καὶ ὁδοὶ τοῦ βίου πολλαί εἰσι τοῖς ἀνθρώποις. Σαπφείροιο] Γένη δύο φησὶ σαπφείρων, τῆς τε χρυσιζούσης καὶ τῆς κυανῆς. Ψάμμον] τὴν λεγομένην χρυσῖτιν, ἀφ᾿ ἧς ἑψοῦται ὁ χρυσός. Καὶ τοὺς σπειρομένους τόπους εὐθαλεῖς λειμῶναςλέγει.