Αὐσονίου] τοῦ Νέρωνος. Ἐπὶ τούτου γὰρ ἤκμαζεν ὁ Διονύσιος. Κράσσον γὰρ Ῥωμαίων στρατηγὸν ἀνεῖλον, ὃν ἐξεδίκησεν Αὔγουστος ὑποτάξας αὐτοὺς, ὡς μηδὲ δίχα Ῥωμαίων βασιλέα ἵσταντο. Χρόνῳ δὲ πολλῷ ὁ νόμος λέλυται. Πέρση ἐξ Ἀνδρομέδας γίνεται υἱὸς, ὃν ὁ πάπτπος Κηφεὺς παῤ ἑαυτῷ τρέφων Πέρσην ὠνόμασε, καὶ τελευτῶν αὐτῶ κατέλιπε τὴν τῶν Κηφήνων ἀρχήν. Χαλδαῖοι δὲ ἐπιθέμενοι αὐτῷ ἐξήλασαν τῆς χώρας. Ὁ δὲ τῶν Κηφήνων οὐκ ὀλίγους ἐπαγαγόμενος ἀπῆλθεν εἰς τὸ Ἀργείων ἔθνος, καὶ στασιάζοντας εὑρὼν προσθέμενός τε θατέροις κρατεῖ, καὶ Πέρσας ἀφ᾿ ἑαυτοῦ ὀνομάζει. Καὶ ἔσχεν υἱὸν Ἀχαιμένεα, ἀφ᾿ οὗ Ἀχαιμενίδαι οἱ Πέρσαι ἐκλήθησαν. Ἕλκων Ἰνδὸν ὕδωρ ἀπὸ Ἰνδῶν ἐξιῶν ἐπὶ Σοῦσα δι᾿ ἀδήλων. Οὐδεὶς δὲ πίνει έξ αὐτοῦ πλὴν τοῦ βασιλέως. Τινὲς μέχρι τὸ Περσικὸν ἀναγινώσκουσι, μέσην ἐκεῖ στίζοντες, καὶ οὕτω φασὶ τὸ ἐξῆς· παρὰ τὸ χεῦμα τὸ Περσικὸν, τὸ εἰς τὸν ὠκεανὸν ὂν, ἐπειδὴ ἡ Ἐρυθρὰ θάλασσα ἀνατολικωτάτη οὖσα πλησίον ὠκεανοῦ ἐστιν· ὡς πρὸς τὸ χεῦμα δὲ τῆς Περσικῆς θαλέσσης οἰκοῦσιν οἱ Καρμανοί. Πσταλήνην ὡς τὸ Πριήνην· τινὲς δὲ ὀξυτόνως Παταληνὴν φασιν.