Ὁ Ἀδρίας παράκειται ἄχρι τῆς τῶν Ἰαπύγων, οἵ εἰσιν ἐν Ἰταλίᾳ. Μέμνηται δὲ αὐτῶν καὶ Καλλίμαχος οὕτως· Ἰηπύγων ἔγχος ἀπωσάμενοι. Εὐρυτέρην ἐνέπουσι] τὴν μείζονα, ἐπεὶ ὡς πρὸς νότον νένευκεν, ἐκτεινομένη μᾶλλον τῆς ἑτέρας. Ἔνδον ἐοῦσα] ἀντὶ τοῦ δυτικωτέρα τυγχάνουσα. Ἔνδον γάρ φησιν ὡς πρὸς τὴν δύσιν. Δέχεται πλημμυρίδα] ἤτοι ἀπὸ τοῦ Σαρδονικοῦ καὶ Λιγυστικοῦ πελάγους δεχομένη, ὅπερ ἐστὶ πόρρω πάνυ, ἢ καὶ ἀπὸ τοῦ Σικελικοῦ. Ἐκ ὁ᾿ ὀρέων Σικελῶν Κρήτης ἀναφαίνεται] Οἷον τοῖς πλέουσιν ἐκ Σικελίας, τῷ μηκέτι φαίνεσθαι τὰ ὄρη αὐτῆς, λοιπὸν διαδέχεται τὸ Κρητικὸν πέλαγος. Κρήτης ἀναπέπταται οἶδμα τουτέστι τῆς Σαλμωνίδος ἄκρας, ἥ ἐστι Κρήτης ἀνατολικωτέρα.