Ἄρχεται δὲ καταλλήλως ἀπὸ Λιβύης τῶν ὅρων· οὐ γὰρ διὰ μέγεθος· ἔστι γὰρ ἡ Ἀσία πρώτη, μεθʼ ἣν αἱ δύο· τὸ γὰρ αὐτό, φησι, σχῆμα, λέγων οὕτως (v. 270)· « εἰ δέ κεν Εὐρώπης ἐθέλοις τύπον, οὔτι σε κεύσω· ωὐτὸς γὰρ Λιβύης ῥυσμός. Καὶ πάλιν (v. 274)· « ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος. ” Ἴσως οὖν ἀπονέμει τιμὴν τῷ Νείλῳ· δύο γὰρ ποταμῶν ἀντικειμένων ἐν παραθέσει τῶν ὅρων, τοῦ τε Νείλου καὶ τοῦ Τανάϊδος, εὔλογον ἦν τιμῆσαι τὸν μείζονα τῷ διαστήματι καὶ τῶν ἄλλων. Ἐφύλαξε δὲ τὴν Ἀσίαν τῷ τέλει, καθὸ τὰς δύο διαιρουμένας ὑπὸ τῆς καθʼ ἡμᾶς θαλάσσης ἐναποκλείουσα πέρας ἐστὶν ὥσπερ ἀμφοτέρων. Ὠνομάσθαι δέ φασι τὴν Λιβύην ἀπὸ Λιβύης, τῆς Ἐπάφου θυγατρὸς, μητρὸς δὲ Βήλου. Χωρίζει οὖν αὐτὴν ἐκ τῆς Εὐρώπης, ἀρχομένης μὲν ἐξ αὐτῶν τῶν Γαδείρων, ληγούσης δὲ παρὰ τὸ Ἡρακλεωτικὸν στόμα τοῦ Νείλου, παῤ ᾧ καὶ τὸ Κανωβικὸν περίπυστον τέμενος Ἀμυκλαίοιο Κανώβου. Τὰ δὲ περὶ τοῦ κυβερνήτου τοῦ Μενελάου, πῶς ἀπώλετο καὶ ὅπου τελευτήσας ἠξιώθη τάφου λαμπροῦ, σαφῶς ὁ Νίκανδρος ἐδήλωσε ἐν τοῖς Θηριακοῖς (v. 309), τῆς αἱμορροΐδος λέγων τὴν φύσιν. Ἰστέον δὲ ὅτι τὰ Γάδειρα πρότερον ἐκαλεῖτο Κοτινοῦσσα, Γάδειρα δὲ μετωνομάσθη διὰ τὸ δειρὴ ὥσπερ εἶναι τῆς γης. Ἔδειξε δὲ τοῦτο διὰ τῶν ἑξῆς, εἰπών (455)· “ καὶ τὴν μὲν ναετῆρες ἐπὶ προτέρων ἀνθρώπων κλῃζομένην Κοτινοῦσσαν ἐφημίξαντο Γάδειρα. ” Δείξας δὲ τοὺς ὅρους τῆς Λιβύης ἄνεισιν ἐπὶ τὰς ἄλλας, ἀποδιαιρῶν τὴν Ἀσίαν τῆς Εὐρώπης. Ὅριον δὲ τῆς ἀμφοῖν ἀποστάσεως εἶναι λέγει Τάναϊν τὸν Σκύθην ποταμὸν, ἔχοντα μὲν ἐν τῷ Καυκάσῳ τὰς πηγὰς, ἀρδεύοντα δὲ Σαρματίαν, εἰσβάλλοντα δʼ εἰς Μαιῶτιν λίμνην, οὕτως καλουμένην ἐν τῇ Σκυθία. Ὅτι δὲ κάτεισιν ἐκ τοῦ Καυκάσου, διὰ τῶν ἑξῆς εἴρηται (v. 663)· « τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι, ” ἅ ἐστι τὰ Ῥιπαῖα. Τινὲς γὰρ ἐν αὐτοῖς εἶναι λέγουσι τὰς πηγὰς, εἰρῆσθαι δὲ ὡς τὸ “ Ἰδαίων ὀρέων ”· μέρος γὰρ εἶναι τοῦ Καυκάσου τὰ Ῥιπαῖα, ὡς καὶ τῆς Ἴδης τὸ Γάργαρον καὶ τὸ Λεκτόν. Ὁ μέντοι Πτολεμαῖος ἐξ ὑπερβορέων μερῶν ἀνωνύμων ἐπὶ Σκυθίαν αὐτὸν ἔρχεσθαι καὶ Σαυρομάτας· Αἰσχύλος δὲ ἐν Προμηθεῖ λυομένῳ καὶ Σοφοκλῆς ἐν Σκύθαις ὁπὸ τούτου διορίζεσθαί φησι τὰς ἠπείρους. Ἡ μὲν Λιβύη, φησὶν, ἄπωθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, ἀλλὰ κατὰ μὲν τὰ Γάδειρα διορίζεται ἀπὸ τῆς Εὐρώπης, κατὰ δὲ τὸ στόμα τοῦ Νείλου ἀπὸ τῆς Ἀσίας· ἄπωθεν δέ φησι τῆς Εὐρώπης διὰ τὸ ὁρίζειν τὰ διὰ μέσου πελάγη, ἅπερ ἐν τοῖς ἐφεξῆς γνωσόμεθα. Ἄπωθεν τῆς Εὐρώπης, κατὰ μηδέν μέρος συνάπτουσα τῇ Εὐρώπῃ· λοξὸν δὲ, ὅτι τραπέζιόν ἐστι τὸ σχῆμα τῆς Λιβύης, ἢ διὰ τὸν Νεῖλον· χωρίζει γὰρ τὴν Λιβύην ἀπὸ τῆς Εὐρώπης, ἀρχομένην μὲν (ἐξ αὐτῶν τῶν Γαδείρων, λήγουσαν δὲ παρὰ τὸ Ἡρακλεωτικὸν στόμα. Λτβόη δὲ ἕκλήθη διὰ τὸ κατάξηρον, οἱονεὶ λιφύη τις οὖσα καὶ λιβύη· εἴρηται δὲ Εὐρώπη διὰ τὸ εὖρος, ἤγουν τὸ πλάτος· Ἀσία δὲ διὰ τὴν ὑγρασίαν· ἄσις γὰρ λέγεται ἡ ὑγρασία. Τὴν δὲ Λιβύην προέταξεν, ὅτι Λίβυς ἦν, ἢ διὰ τὸν Νεῖλον. Λοξὸν ἐπὶ γραμῇσι] Λοξὸν ἐν ταῖς γραμμαῖς, ἀντὶ τοῦ τὴν πλευρὰν τὴν μεταξὺ τῶν δύο ἄκρων ἀπολαμβανομένην λοξὴν ἔχουσα, τουτέστι τὰ ἀπὸ Γαδείρων μέχρι τοῦ Νείλου. Λοξὸν δὲ διὰ τὸ κατὰ πολλὰ μέρη οἷον κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι καὶ περιάγνυσθαι τῷ σχήματι. Καὶ στόμα Νείλου] Ὅτι ὅτε ἐπανῆκε φέρων τὰ χρύσεια μῆλα ὁ Ἡρακλῆς, πεζὸς διέβη τὴν Λιβύην, ὅπως αὐτήν τε πᾶσαν καὶ τὴν Ἀσίαν θεάσαιτο· εἰς Ἄμμωνος δὲ ἥκων ἐκεῖσε μεγαλοπρεπῶς ἐθυσε τῷ δαίμονι, κἀκεῖθεν διέβη εἰς Αἴγυπτον, ἀφ᾿ οὗ τὸ στόμα Ἡράκλειον καλεῖται. Ἔνθα βορειότατος] Μυχὸν ἐνταῦθά φησι τὸ ἔσχατον μέρος τῆς Αἰγύπτου. Γράφεται δὲ καὶ θερειότατος· ταὐτὸ δέ ἐστι. Τῷ γὰρ θέρει τὰ βόρεια μέρη παροδεύει ὁ ἥλιος, ὥστε καὶ διὰ τοῦ θερειοτάτου τὸ βορειότατον σημαίνεται. Μυχὸν δέ φησιν ἐνταῦθα τὴν ἐκβολὴν καὶ τὸ στόμα τοῦ Νείλου, οὐ τὰς πηγάς· καὶ οὐκ ἄτοπον· τὸ γὰρ αὐτὸ πρὸς διάφορον σχέσιν ἄλλοτε ἄλλο ἂν νοοῖτο, ὥστε καὶ τοῦτο πρὸς τὰ νότια εἶναι μυχόν .