Οὐκ αὐτόθεν τοῖς φιλοσοφοῦσι τὸ περὶ τὴν σοφιστικὴν πραγματεύεσθαι, ὅτι μηδὲ προύργου τοῖς θεωροῦσι τὸ ἀληθὲς ἡ τοῦ ψεύδους εὕρεσις καὶ κατάληψις, ἀλλ’ ὥσπερ τοῖς κατὰ τὴν ἰατρικὴν οὐκ ἀπέχρησε περὶ ὑγείας καὶ ὑγιεινῶν εἰποῦσι παραλιπεῖν ὅ τι νόσος καὶ ἀφ’ ὧν αἰτίων πρόεισιν οὐ γὰρ ἀσφαλῶς εἶχε πολλῶν πρὸ τῶν ὠφελούντων διὰ τὴν ἄγνοιαν περι- πιπτόντων τοῖς χείροσιν ὡς μᾶλλον προβεβλημένοις καὶ μᾶλλον ἀπαντῶσι κατὰ τὴν αἴσθησιν· ἔστι δ’ ἃ καὶ τῶν δηλητηρίων καὶ φθοροποιῶν ἐπὶ τὸ εὖ τῇ τέχνῃ προσείληπται), οὕτω κἀνταῦθα. τῷ γὰρ τὴν τῶν ὄντων ἐπιστήμην ζητοῦντι μᾶλλον ἂν τοῦ ἀληθοῦς ἡ τεῦξις καὶ ἔγγιον, καθ’ ὅσον ἄν ἐκποδὼν ἀπάτη καὶ ψεῦδος γένοιτο. τοῦτο δὲ τῷ εἰδέναι· λάθοι γὰρ ἄν τις ἀγνοῶν ἀντὶ τοὐ ἀληθοῦς τῆς ἀπάτης ἐχόμενος. καὶ δὴ τούτοις ἄν καὶ τοὺς ἐπ’ αὐτὸν χρωμένους ὡς εἰδὼς ἀποκρούσαιτο, τό τε περὶ πάντα γεγυμνάσθαι οὐκ ἄχρηστόν ἐστιν. ἐπεὶ δὲ σοφίαν | μὲν ἐπιστήμην τῆς ἐν τοῖς οὖσιν ἀληθείας τιθέμεθα, τὸ δὲ δι’ ἀπόδειξιν, ἀπόδειξις δὲ συλλο- γισμὸς τοιόσδε τις, εἴη ἂν δήπου καὶ ἔλεγχος ἀληθὴς ὁ τῇ ἀποδείξει σύστοιχος καὶ ἑπόμενος καὶ βοηθῶν κἀκ τῶν ἀντικειμένων τὸ αὐτὸ αὐτῇ περαινόμενος. οὗτος δὲ ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ τἄλλα ἃ δὴ προσ- διοριζόμεθα, ἣν καὶ εἰς ἀδύνατον ἀπαγωγὴν ἐν ἑτέροις ἐλέγομεν. πρὸς γὰρ τὸν ἐνιστάμενον ἐπὶ τὸ ἀποδεικτικῶς συναγόμενον τὸ τοῦ ἀληθοῦς συμπεράσματος λαμβάνοντες ἀντικείμενον καὶ μίαν τῶν κειμένων προτάσεων συνήγομέν τι ἄτοπον καὶ ἀδύνατον, ἐξ ὧν αὐτὸς ἔδωκεν, ὡς ἐντεῦθεν τὸ πρότερον συνεισάγεσθαι καὶ τὰς ἀποδείξεις ἐρρῶσθαι. ὅσαι δὲ κατ’ εὐθεῖαν 1 Titulum exhibent LMN, omittit P, qui superscripta habet τὸ ἐπίγραμμα οὐ γέγραπται. διὰ τὸ τινὰς μὲν λέγειν εἶναι τὴν ἐξήγησιν συμπλικίου. τινὰς δὲ ἰωάννου τοῦ φιλοπόνου 3 μὴ P 5 εἰποῦσι ex εἰποῦσα corn N 8 φθορῶν LMN. 9 γὰρ] καὶ M 11 τῷ] ἐστι M: ἐστι τὸ N 12 ἀπ’ ἀληθοῦς MN δὴ] δεῖ L τούτους MN 13 τοὺς ἐπ’ αὐτὸν χρωμένους scripsi: τοὺς ὑπ’ αὐτὸν χρωμένους L: τοὺς αὐτοῖς χρωμένους MN: τοῖς ἐπ’ αὐτὸν χρωμένοις Ρ 14 τῆς ex τοῖς corr. LP 17 τῶν ἀδικημένων P 20 ἐνστάμενον P: ἀνιστάμενον M 22 συνάγομεν MN ἀποδείξεις, τοσαῦται καὶ εἰς ἀδύνατον. εἰ δ’ αὗται ἄπειροι τῷ ἀεὶ ἐπιστήμας γίνεσθαι, εἰ τὸ πᾶν ἀίδιον, κἀκεῖναι. ὥστε οὐκ ἄν εἴη πραγματεία περὶ τῶν ἀληθινῶν ἐλέγχων· δεήσει γὰρ πρότερον τῶν ἐπιστημῶν ἁπάσας ἔχειν, ὡς καὶ προιοῦσι φανήσεται. 1. Περὶ μέντοι τῶν σοφιστικῶν καὶ τῶν φαινομένων μὲν ἐλέγχων, τῶν δὲ παραλογισμῶν καὶ οὐκ ἐλέγχων, ἐπεὶ κατ’ εἴδη πεπέρανται καὶ μίαν ἐπιστήμην τὴν διαλεκτικὴν ὑποδύονται, λέγομεν ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων. καίτοι γε ἄλλως δήπου καὶ τὸ ψεῦδος ἄπειρον· ἀπείρως γὰρ ὁ προστυχὼν ἀπατηθήσεται, καὶ εἰς ὅσα ἀληθεύομεν, καὶ ψευσαίμεθα· ἐναντία γάρ, ἴσα | δὲ ταυτὶ καὶ ἀντίρροπα. ὥστε οὐδὲ περὶ αὐτῶν πάντων εἰπεῖν προεθέμεθα ἀλλὰ περὶ μόνων ὧν προειρήκαμεν τῶν διαλεκτικῶν. ὅτι μὲν οὖν οἱ μέν εἰσι συλλογισμοί, οἱ δὲ οὐκ ὄντες δοκοῦσι, φανερόν. ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινος ὁμοιότητος, καὶ ἐπὶ τῶν λόγων ὡσαύτως ἔχει. καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαίνονται φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες ἑαυτούς, καὶ καλοὶ οἱ μὲν διὰ κάλλος, οἱ δὲ φαίνονται κομμώσαντες ἑαυτούς. ἐπί τε τῶν ἀψύχων ὡσαύτως· καὶ γὰρ τούτων τὰ μὲν ἄργυρος τὰ δὲ χρυσός ἐστιν ἀληθῶς, τὰ δὲ ἔστι μὲν οὔ, φαίνεται δὲ κατὰ τὴν αἴσθησιν, οἷον τὰ μὲν λιθαργύρινα καὶ τὰ κασσιτέρινα ἀργυρᾶ, τὰ δὲ χολοβάφινα χρυσᾶ. τὸν αὐτὸν δὴ τρόπον καὶ συλλογισμὸς καὶ ἔλεγχος ὁ μὲν ἔστιν, ὁ δὲ ἔστι μὲν οὔ, φαίνεται δὲ διὰ τὴν ἀπειρίαν τῶν προσδιαλεγομένων· οἱ γὰρ ἄπειροι ὥσπερ ἀπέχοντες πόρρωθεν θεωροῦσιν. ὁ μὲν γὰρ συλλογισμός, εἴπερ καὶ μέμνησθε διορισαμένων τοῦτον ἡμῶν, λόγος ἦν, ἐν ᾧ τεθέντων τινῶν εἴτ’ οὖν ὁμολο- γηθέντων ταῦτα δὲ αἱ προτάσεις) ἕτερόν τι τῶν κειμένων τοῦτο δὲ τὸ συμπέρασμα) συνέβαινε τῷ ταῦτα εἶναι, τὸ δὲ τῷ ταῦτα εἶναι διὰ τὸ μηθὲν ἔξωθεν δεῖσθαι πρὸς τὸ συναγαγεῖν τὸ συμπέρασμα· ἔλεγχος δὲ ὡς ἀνωτέρω συλλογισμὸς μετ’ ἀντιφάσεως τοῦ συμ|περάσματος. οἱ δὲ σοφισταὶ τοῦτο ποιοῦσι μὲν οὔ οὔτε γὰρ ἀληθῶς συλλογίσαιντ’ ἄν οὗτ’ ἐλέγξαιεν), δοκοῦσι δὲ διὰ πολλὰς αἰτίας, ὧν εἷς ἐστι τόπος αὐτοῖς εὐφυέστατος καὶ δημοσιώτατος ὁ διὰ τῶν ὀνομάτων. ἐπεὶ γὰρ οὐκ ἔστι διαλεγομένους φέ- ρειν αὐτὰ καθ’ αὑτὰ τὰ πράγματα, ἀλλὰ τοῖς ὀνόμασιν ἀντὶ τῶν πραγμάτων χρώμεθα συμβόλοις, τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγούμεθα συμβαίνειν, καθάπερ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις. τὸ δὲ οὐκ ἔστιν ὅμοιον. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος, εἴπερ καὶ ἐξ ἀρχῶν πεπερασμένων τῶν εἴκοσι τεσσάρων στοιχείων, τὰ δὲ πράγματα διὰ τὸ ἀεὶ γίνεσθαι τῷ ἀριθμῷ ἄπειρα. ἀνάγκη οὖν πλείω τῶν πραγμάτων τὸν αὐτὸν λόγον καὶ τὸ ἓν ὄνομα σημαίνειν. ὥσπερ οὖν ἐκεῖ οἱ μὴ δεινοὶ τὰς ψήφους φέρειν μηδὲ ψηφολογεῖν ἐπαΐοντες αὐτοί τε ὑπ’ αὐτῶν καὶ ὑπὸ τῶν ἐπιστημόνων καὶ ψηφηφορικῶν παρακρούονται 8 ἄλλων P 10 ταὐτὴ N 11 προειρήκαμεν M 16 τε] τί P 18 οὔ] οὖν P μὲν om. MN 23 τοῦτον L: τούτων P: om. MN ἡμῖν P 29 εὐφυέστατος ex ἐμφυέστατος corr. N 30. 31 φέρων P 35 στοιχίων P post στοιχείων add. ἐστὶ MN 36 ἀνάγκει P λάθοι γὰρ ἄν τῷ τάχει τῆς μεταθέσεως, εἰ τοῖς δακτύλοις τοὺς ἀριθμοὺς ἐπισημαίνοι ὁ τῆς λογιστικῆς ἔμπειρος δανειστὴς ἀπατήσας καὶ ζημιώσας τὸν λαμβάνοντα ἀμαθῶς ὁρῶντα καὶ προσομολογοῦντα), τὸν αὐτὸν δήπου τρόπον καὶ ἐπὶ τῶν. λόγων οἱ τῶν ὀνομάτων τῆς δυνάμεως ἄπειροι καὶ τοῦ ποσαχῶς ἕκαστον λέγεται παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν | καὶ τὰς λεχθησομένας ἔστι καὶ συλλογισμὸς καὶ ἔλεγχος φαινόμενος μὲν οὐκ ὢν δέ. ἐπεὶ δ’ ἐστὶ τισὶ μὲν πρὸ ἔργου δοκεῖν μᾶλλον εἶναι σοφοῖς ἢ εἶναι καὶ μὴ δοκεῖν ἔστι γὰρ ἡ σοφιστικὴ φαινομένη σοφία οὖσα δὲ οὔ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας ἀλλ’ οὐκ οὔσης, οἷον ἐν τοῖς ἀρχαίοις Γοργίας Ἱππίας Πρωταγόρας καὶ Πρόδικος), δῆλον ὅτι ἀναγκαῖον τούτοις καὶ τὸ τοὐ σοφοῦ ἔργον δοκεῖν ποιεῖν μᾶλλον ἢ ποιεῖν καὶ μὴ δοκεῖν. οὐ μέντοι γε κατὰ τὰ αὐτὰ καὶ οἱ φιλοσοφοῦντες ὀρθῶς, ἀλλ’ ὡς πρὸς μόνον τὸ ἀληθὲς ὁρῶντες ἄνευ ἀπάτης τὰς πρὸς ἀλλήλους διαλέξεις καὶ συνουσίας ποιήσονται. ἔστι γὰρ ὡς εἰπεῖν ἓν πρὸς ἓν ἔργον τοῦ ἐπιστημονικῶς διαλεγομένου καὶ περὶ ἕκαστον ἀκριβῶς εἰδότος· ἐπεὶ γὰρ ἢ ἐρωτᾷ ἢ ἀποκρίνεται, καὶ ἀμφότερα ὀρθῶς, δεήσει ἐρωτῶντα μὲν οἷς ἐρωτᾷ ἀψευδεῖν καὶ περὶ ὧν ὡς εἰδὼς προτείνεται, ἀποκρινόμενον δὲ δύνασθαι ἐμφανίζειν τὸν ψευδόμενον. ταῦτα δέ ἐστι τὸ μὲν ἐν τῷ δύνασθαι λαμβάνειν λόγον, τὸ δὲ ἐν τῷ δοῦναι, καὶ τὸ μὲν ὀρθὴ ἐρώτησις τὸ δὲ ὀρθὴ ἀπόκρισις. ἀλλ’ ὅπερ ἐλέγομεν, ὡς ἀνάγκη τοῖς βουλομένοις σοφιστεύειν τὸ τῶν εἰρημένων λόγων γένος ζητεῖν· πρὸ ἔργου γάρ ἐστιν· ἡ γὰρ τοιαύτη δύναμις ποιήσει φαίνεσθαι οὗ τυγχάνουσι την προαίρεσιν ἔχοντες· Ὅτι μὲν οὖν ἐστί τι τοιοῦτον λόγων γένος καὶ ὅτι τοιαύτης ἐφίενται δυνάμεως οὗς καλοῦμεν | σοφιστάς δῆλον. πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἡ δύναμις αὕτη συνέστηκε καὶ ποῖα καὶ πόσα μέρη τυγχάνει τῆς πραγματείας ὄντα καὶ περὶ τῶν ἄλλων τῶν συντελούντων εἰς τὴν τέχνην ταύτην λέγομεν. 2. Ἔστι δὴ συλλογισμῶν εἴδη τέσσαρα, διδασκαλικοὶ οἵπερ καὶ ἄπο· δεικτικοί, διαλεκτικοί, πειραστικοί, ἐριστικοὶ οἳ καὶ σοφιστικοὶ καὶ φαινόμενοι. τριττὰ δὲ καὶ τὰ πράγματα ἐν οἷς οἱ λόγοι· ἢ γὰρ πάντη ἀληθῆ ἢ πάντη ψευδῆ ἢ μέσα, ἃ δήπου καὶ πιθανὰ καλεῖται καὶ ἔνδοξα. ἔσονται μὲν οὖν οἱ διδασκαλικοὶ καὶ ἀποδεικτικοὶ περὶ τὰ πρῶτα· ἐκ γὰρ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος ὡρισμένων καὶ τεταγμένων οὐσῶν καὶ οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν συλλογίζονται δεῖ γὰρ πιστεύειν τὸν μανθάνοντα), καὶ ἐξ αὐτοπίστων καὶ αἰτιωδῶν καὶ ἀναγκαίων προτάσεων συμπεοαίνουσι. περὶ δὲ τὰ μέσα καὶ πιθανὰ οἱ διαλεκτικοὶ ἐκ τῶν ἐνδόξων συλλογιζόμενοι καὶ συνακτικοὶ ἀντιφάσεως· ἔνδοξα δὲ ἢ τὰ δοκοῦντα πᾶσιν 2 ἐπισημαίνει MNP 8 πρὸ έργως P μᾶλλον om. LP 14 ποιήσοντα P 17 οἶς] εἷς 31 18 ὡς om. M ἐμφανίζειν―δύνασθαι (19) om. P 19 τὰ δὲ N 20 ὡς om. MN 21 ἀνάγκαι P 22 φαίνεσθαι σοφούς Aristoteles 24 τι om. MN 29 δὲ M διδασκαλικὸς N 30 διαχρηστικοί P 32 καὶ (post δήπου) om. MN ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. ἐπὶ τοῖς αὐτοῖς δέ πως καὶ οἱ πειραστικοί, πλὴν ἐκεῖνο διοίσαιεν, ὡς οὐκ ἐκ τῶν κοινῶν δοξῶν ἢ τῶν τοῖς πλείοσιν, ἄλλη, ἐκ τῶν τοῦ ἀποκρινομένου καὶ ἀφ’ ὧν ἀναγκαῖον εἰδέναι τῷ προσ- ποιουμένῳ ἔχειν τήνδε τὴν ἐπιστήμην, ἐφ’ ἣν ἡ πεῖρα προσάγεται· ὃν δὲ τρόπον, εἴρηται ἐν ἑτέ|ροις. ὁ γὰρ διαλεκτικὸς ἕως μὲν ἐπὶ τῶν κοινῶν ἵσταται λόγων καὶ ὑπολήψεων, αὐτὸ τοῦτο ὃ λέγεται καὶ ἔστιν· ὅταν δὲ πρός τινα τέχνην ἀποτεμόμενος ἔλθῃ , οἷον γεωμετρίαν ἢ μουσικὴν ἢ γραμματικὴν ἢ ἑτέραν τὴν ὁποιανοῦν δύναμις γὰρ αὐτῷ περὶ παντὸς τοῦ προτεθέντος ἐπιχειρεῖν) καὶ πειρῷτο τὸν κατ’ αὐτὴν ἐλέγχειν πραγματευόμενον καὶ δεικνύειν ἔκ τινων τῆς τέχνης λημμάτων καὶ οἷς αὐτὸς ἔθετο μὴ ἐπαίοντα καὶ περιΐσταται προσεπηρεάζων, αὐτός τε ἂν εἴη πειραστικὸς ἥ τε πειραστικὴ διαλεκτική τις. ἐριστικοὶ δὲ καὶ φαινόμενοι ἔλεγχοι καὶ συλλο- γισμοὶ περὶ τὰ ψευδῆ· καὶ πῶς μὲν ταὐτό, εἶεν δ’ ἄν καὶ διαφέροντες, ὡς ἐριστικοὺς μὲν καὶ σοφιστικοὺς τοὺς τὸ σχῆμα ὑγιεῖς καὶ τὸ εἶδος σώζοντας τὸ συλλογιστικὸν οἴεσθαι, περὶ δὲ τὴν ὕλην ἁμαρτάνοντας, φαινο- μένους δὲ τὸ ἔμπαλιν ὑγιαίνοντας μὲν τὴν ὕλην, ἐκκλίνοντας δὲ τὴν παράδοσιν ὡς συνισταμένους ἢ ἐκ μόνων μερικῶν ἢ καὶ ἀποφατικῶν, ἢ καὶ ὁμοιοσχήμονας ἐν δευτέρῳ σχήματι τὰς προτάσεις λαμβάνοντας. τοῦ προτέρου παράδειγμα· ὁ χιτὼν οὗτος ἀνδρεῖος, ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει, οὗτος ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει. τοῦ δευτέρου· ὁ ἄνθρωπος ζῶον, ὁ ἵππος ζῶον, ὁ ἄνθρωπος ἄρα ἵππος. διαφέροι δ’ ἄν καὶ συλλογισμὸς καὶ ἔλεγχος πρῶτον τῷ κοινῷ καὶ ἰδίῳ· ὁ γὰρ ἔλεγχος συλλογισμός τις· δεύτερον τῷ ἀνομοίους ἐξ ἀνάγκης τὸν ἔλεγχον ἀεὶ τὰς προ|τάσεις ἔχειν, τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ, καὶ τὸ οἰκεῖον συμπέρασμα ψευδὲς ἀεί· καὶ πρὸς τούτοις τῷ περιϊστᾶν εἰς ἀντίφασιν ἐπί τε προηγησαμένῃ ἀποδείξει συνίστασθαι καὶ πρός τινα· πρὸς γὰρ τὸν ἀναιροῦντα τὸ συμπέρασμα· ὧν οὐδὲν ὡρι- σμένως ὁ ἀπλῶς ἕξει συλλογισμός. περὶ μὲν οὖν τῶν ἀποδεικτικῶν λόγων καὶ συλλογισμῶν ἐν τοῖς δευτέροις εἴρηται τῶν Ἀναλυτικῶν, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν τοῖς τοπικοῖς, περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν εἰπεῖν ἐπιβάλλομεν. εἰς τρία δὲ καὶ τὴν ἅπασαν πραγματείαν διείλομεν, εἴς τε τὴν γένεσιν τῶν σοφισμάτων καὶ τὴν τῶν εἰδῶν καὶ τρόπων τῆς μεθόδου διδασκαλίαν καὶ ἔκθεσιν καὶ ἐξ ὅσων ὡς ἐκ στοιχείων ἀπάτη γίνεται, καὶ ἔτι ὅπως δεῖ ἐρωτῶντας λήσειν τοὺς ἀπατήσοντας, καὶ τρίτον ὅθεν ἀσφαλῶς εἴη ἀποκρίνασθαι ἐκκλίνοντας τὰς σοφιστικὰς ἐνοχλήσεις· τοῦτο δ’ ἄν εἴη καὶ λύσις ὀρθῶς γινόμενον τῶν σοφιστικῶς προβληθέντων. τοσαῦτα προδιαστείλαντες ἤδη λέγομεν. 3. Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς διαλόγοις ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντός. ἔστι δὲ πέντε ταῦτα τὸν ἀριθμόν, 2 διοίσοιεν M 3 ἐκ τῶν] ἐκ τῶν L: ἐκ μόνου P τῷ ἀποκρινομένῳ Spengel 5 εἴρηται δὲ ἐν L 7 ἀποτεμνόμενος MN 10 οἷς] εἷς M 16 δὲ (post ἐκκλίνοντας) om. N 18 λαμβάνον L 19. 20 ἀνδρίαν MN οὗτος ὁ―ἔχει om. P 21 δια- φέρει N 23 ἀνομοίως MN 25 ἐπὶ τῇ P 27 ἁπλὸς P 33 λαθεῖν MN 34 ἄν εἴη MN 35 σοφιστικῶν MN 37 οἱ om. P 38 διαφιλονικοῦντες P ἔλεγχος, ψεῦδος, παράδοξον, σολοικισμός, πέμπτον τὸ ποιῆσαι ἀδολεσχῆσαι τὸν προσδιαλεγόμενον· τὸ δέ ἐστι τὸ πολλάκις ἀναγκάζεσθαι τὰ αὐτὰ λέγειν. ὃ δὲ διὰ πάσης τῆς πραγματείας ἰσχυριζόμεθα, καὶ νῦν προδιαστείλασθαι ἀναγκαῖον, | ὡς οὐδὲν κατ’ ἀλήθειαν τούτων ὃ λέγεται καὶ ἔστιν· οὔτε γὰρ ὁ ἔλεγχος ἔλεγχος ἢ τὸ ψεῦδος ψεῦδος καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ἀλλ’ ἢ τῷ φαίνεσθαι καὶ δοκεῖν τούτων ἕκαστον. μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες, δεύτερον ψευδόμενόν τι δεικνύναι, τρίτον εἰς παράδοξον ἄγειν, τέταρτον σολοικίζειν ποιεῖν· σολοικισμὸς δὲ ἐνταῦθα οὐχ ὁ κατὰ τὴν τοῦ λόγου σύνταξιν καὶ παρὰ γραμματικοῖς, ἀλλὰ τὸ ποιῆσαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τὸν ἀποκρινόμενον κατὰ μεταλλαγὴν γένους ἢ πτώσεως· καὶ τελευταῖον τὸ πλεονάκις τὰ αὐτὰ λέγειν καὶ ἀδολεσχεῖν. 4. Εἴδη δὲ τοῦ μὲν ἐλέγχειν δύο· οἱ μὲν γάρ εἰσι κατὰ τὴν λέξιν, οἱ δ’ ἔξω τῆς λέξεως. ἔστι δὲ τὰ κατὰ τὴν λέξιν ἐμποιοῦντα τὴν φαντα- σίαν ἓξ τὸν ἀριθμόν· ταῦτα δὲ ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. Εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοίδε τῶν λόγων. ἆρ’ οὐχ’ οἱ ἐπιστάμενοι ἑρμηνεύουσι καὶ ἀποστοματίζουσι; ναί. τί δαί, οἱ ἀποστοματίζοντες τὰ ἀποστοματιζόμενα μανθάνουσι; ναί. οἱ ἐπιστάμενοι ἄρα μαν- θάνουσιν. ὁ δὲ μανθάνων οἷς μανθάνει ἀνεπιστήμων ἐστίν· οἱ ἐπιστήμονες ἄρα ἀνεπιστήμονες. πάλιν, οὐχὶ οἱ ἀμαθεῖς διδάσκονται; ναί. οἱ διδα- σκόμενοι οὐ μανθάνουσιν; ναί. οἱ ἀμαθεῖς ἄρα μανθάνουσι καὶ οὐχὶ οἱ ἐπιστήμονες. τὸ γὰρ | μανθάνειν ὁμώνυμον, τό τε ξυνιέναι χρώμενον τῇ ἐπιστήμῃ καὶ τὸ λαμβάνειν ἐπιστήμην. πάλιν, οὐχὶ τὰ δέοντα ἀγαθά; οὐχὶ τὰ κακὰ δέοντα; τὰ κακὰ ἄρα ἀγαθά. διττὸν γὰρ τὸ δέον τό τε ἀναγκαῖον καὶ πρός τι χρήσιμον, ὃ πολλάκις συμβαίνει ἐπὶ τῶν κακῶν ἔστι γάρ τι κακὸν ἀναγκαῖον καὶ πρός τι ὠφέλιμον· πληγαὶ γὰρ καὶ καθείρξεις καὶ ἀπαγωγαὶ καθ’ αὑτὰ ὄντα κακὰ πρὸς τοὺς δεομένους σωφρονισμοῦ δέοντα, αἵ τε τμήσεις καὶ καύσεις ἐπὶ τῶν μὴ ὑγιῶν σωμάτων συμφέρουσαι), καὶ τὰ καθ’ αὑτὰ ἀγαθὰ δέοντά φαμεν, τὴν ἀρετὴν καὶ τὴν σοφίαν. παρὰ τὸ διττὸν οὖν τῆς σημασίας εὗρε χώραν ὁ παραλογισμός. ἔτι, οὐχὶ ὁ κύων ὑλακτεῖ; ναί. τί δαί; ὁ ἰχθῦς οὗτος οὐχὶ κύων; ναί. ὁ ἰχθὺς ἄρα ὑλακτεῖ. ἆρα ὁ καθήμενος ἀνίσταται καὶ ὁ κάμνων ὑγιάζεται; ναί. ἀλλὰ ὁ ἀνιστάμενος ἕστηκε καὶ ὁ ὑγιαζόμενος ὑγιαίνει. ὁ ἄρα καθήμενος καὶ κάμνων ὁ μὲν ἵσταται, ὁ δὲ ὑγιαίνει. παρὰ τὸν χρόνον ἐνταῦθα τὸ σόφισμα. τὸ γὰρ κάμνων ἢ καθήμενος ἢ ὁτιοῦν πάσχων ἢ ποιῶν οὐχ ἓν σημαίνει, ἀλλ’ ὁτὲ μὲν τὸ νῦν κάμνοντα ἢ ὑγιαίνοντα ἢ καθήμενον, ὁτὲ δὲ ὃς ἔκαμνεν ἢ ὑγίαινεν ἢ ἐκάθητο πρότερον· ὡς ἐν ἑκατέρῳ τούτων τὸ αἴτιον τῆς ἀπάτης τὴν μείζω ἔχειν πρότασιν. τὸ γὰρ τὸν ἀνιστάμενον ἑστηκέναι δύο 1 ψεῦδος om. L καὶ πέμπτον MN 6 καὶ―φαίνεσθαι (7) om. P 9 τὴν λέξιν 17 τί δὲ MN 18 post οἱ add. δὲ M 23 οὐ P 24 οὐχὶ―δέοντα om. L: ναί. τὰ δὲ κακὰ δέοντα MN 25 post καὶ add. τὸ MN 26 πληγὰς N 28 αἱ τεκμήσεις Ρ τῶν om. MN 31 τί δὲ LMN 32 post ἀλλὰ add. μὴν MN 33 ὁ ἄρα—ὐγιαίνει (34) om. P 36 τὸ om. P 38 ἀνίσταμεν L σημαίνει, ὁμοίως καὶ τὸ τὸν ὑγιαζόμενον ὑγιαίνειν, ἢ ὅτι, ὅτε ἵστασθαι ἤρξατο ἢ ὑγιάζεσθαι, εὐθὺς ἅμα καὶ ἑστηκώς ἐστι καὶ ὑγιής, ὅπερ καὶ ψεῦδος ἐν κινήσει γὰρ αἱ τοιαῦται μεταβολαί, | ἡ δὲ ἐν χρόνῳ), ἢ ὅτι τὸν πρότερον ἀνιστάμενον ἢ ὑγιαζόμενον ἐνδέχεται ἑστηκέναι καὶ ὑγιαίνειν νῦν, ὅπερ καὶ ἀληθές. ὑγιάζετο μὲν γὰρ καὶ κάμνων καὶ ὁ κάμνων, ὑγιαίνει δὲ οὐχὶ κάμνων ἀλλ’ ὁ κάμνων· οὐ γὰρ ὁ νῦν ἀλλ’ ὁ πρότερον. αἱ ἀγω- γαὶ μέντοι τῶν ἀπηριθμημένων σοφισμάτων πᾶσαι περαιοῦνται διὰ τοὐ πρώτου τρόπου τοῦ πρώτου σχήματος. Παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε; τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους, καὶ γένοιτο τὸν σῦν καταβαλεῖν ἐμέ, καὶ Πάτροκλον δ’ ἀνώγει θῦσαι θεοῖς. τῷ γὰρ ἐν μονοκώλῳ συμφράσει αἰτιατικῇ συμπλακῆναι τὸ ἀπαρέμφατον τὸ διττὸν ἠκολούθησεν. παρὰ δὲ στιγμῆς θέσιν ἢ ὑπέρβασιν λέξεως ἢ ἔλλειψιν ἐκεῖνα· “πεντήκοντ’ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς”, καὶ “ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον’’. ἀλλὰ ταῦτα οὐ τόσον τῆς νῦν ἀμφιβολίας εἰσὶ παραδείγματα, ἐπεὶ μηδὲ εἰς συλλογισμὸν πίπτουσι. τοὐ δὲ χάριν προσείληπται; ἵν’ ἐκεῖνο δειχθῇ ἐνεῖναι τὸ διττὸν κἀν τοῖς λόγοις, ὥσπερ κἀν τοῖς ὀνόμασιν. ἀμφίβολα δὲ καὶ ὑπὸ συλλογισμὸν πίπτοντα ταῦτα· ἆρ’ ὃ γινώσκει τις, τοῦτο γινώσκει; γινώσκει δέ τις τὸ ξύλον, τὸ ξύλον ἄρα γινώσκει. εἰ δὲ τοῦτο, καὶ αἴσθησιν ἕξει, εἴπερ καὶ γνῶσιν. πάλιν ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ; ὁρᾷ δέ τις τὸν κίονα, ὁ κίων ἄρα ὁρᾷ. καὶ ἆρα ὃ σὺ φῄς εἶναι, τοῦτο σὺ φῄς | εἶναι; ἡ μείζων αὕτη) φῄς δὲ λίθον εἶναι; ἡ ἐλάττων) σὺ ἄρα φῄς λίθος εἶναι. καὶ ἆρ’ ἔστι σιγῶντα λέγειν; οὔ. τί δ’ ὅταν λέγῃ τις ξύλα λίθους, οὐ λέγει σιγῶντα; ναί. ἔστιν ἄρα σιγῶντα λέγειν. πάλιν, ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὔ. τί δ’ ὅταν πάντα σιγᾷς, οὐ σιγᾷς καὶ τὰ λέγοντα; ναί. ἔστιν ἄρα λέγοντα σιγᾷν. ἐν πᾶσι τούτοις τοῖς παραλογισμοῖς τὸ ἀμφίβολον αἱ μείζους προτάσεις εἶχον. τό τε γὰρ τοῦτο γινώσκει καὶ τοῦτο ὁρᾷ ἀμφιβάλλεται· ἐπὶ μὲν γὰρ εὐθείας ληφθέντα ψεύδεται, ἀληθεύει δὲ ἐπὶ αἰτιατικῆς. πάλιν τὸ ὃ σὺ φῄς εἶναι ἢ ὅτι τοῦτο ὃ σὺ λέγεις τοῦτο αὐτὸς εἶ, ὃ δήπουθεν ψεῦδος, ἢ τοῦτο ὃ λέγεις φῄς ἐν ὑπάρξει εἶναι καὶ ὑφιστάμενον, καὶ ἔστιν ἀληθές. διττὸν δὲ καὶ τὸ σιγῶντα λέγειν, τό τε τὸν λέγοντα σιγᾶν καὶ τὸ τὰ λεγόμενα πράγματα. αἱ δὲ ἀγωγαὶ τῶν σοφισμάτων ἐν πρώτῳ καὶ τρίτῳ σχήματι συμπεραίνονται. ἐκεῖνο δὲ δεῖ παρατηρεῖν ἐπὶ ταῖς ἐντεύξεσι τῶν σοφιστῶν, ὡς αὐτοῖς τὰ μείζω τῶν λημμάτων ὡς ἐπὶ τὸ πολὺ προτείνονται πρότερον· λανθάνει γὰρ μᾶλλον ὡς ἀδιόριστον τὸ κοινὸν καὶ συνεπαίρει προχείρως εἰς συγκατάθεσιν, εὐφώρατον δὲ τὸ κατὰ μέρος καὶ ἴδιον ὡς ἐγγύτερον τῆς αἰσθήσεως. 1 τὸ om. PM ὅτε om. Ρ 1. 2 ἤρξατο ἵστασθαι MN 5 γὰρ om. N 6 αὐτ’ ὁ κάμνων N 7 ἅπασαι MN 10 γένοιτο] cf. Α. Nauck Trag. Gr. fragm. p. 678 fr. 152 καταβάλλειν N Πάτροκλον κτλ.] Il. IX, 219 11 συμφάσει N 13 ἔλλειψις P λεῖπε LP 14 σε om. M 15 τοῦδε χάριν Μ 16 προσείλειπται N 17 κἀν] ἐν LM 20 κύονα ὁ κύων P 22 σὺ φὴς ἄρα P 25 σιγᾶς οὐ―ἄρα λέγοντα om. N 26 ἀμφίβολον—καὶ τοῦτο (27) om. P 29 αὐτὸς ἦς L: αὐτὸ εἰ M 33 ἔτι ταῖς M 34 τὴν μείζω P 36 εὐφόρατον NP εἰσὶ μὲν οὖν τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν, εἷς μὲν κοινός, ὅταν τὸ ὄνομα ἢ ὁ λόγος κυρίως σημαίνῃ πλείονα, οἷον ἀετὸς ὅ τε ἰχθὺς καὶ τὸ πτηνόν κυρίως γὰρ ἐπ’ ἄμφω) καὶ κύων ὅ τε χερσαῖος καὶ ἔνυδρος. κυρίως δὲ λόγος σημαίνων πολλά, ὡς τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους, καὶ γένοιτο τὸν σῦν καταβαλεῖν με. ἕτερος δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· εἰώθαμεν γὰρ κόρακα λέγειν τό τε πτηνὸν καὶ τὸ κοράκιον καὶ κλεῖδα τῆς θύρας καὶ τὸ ὠλέκρανον, καὶ σιγῶντα τόν τε σιωπῶντα ἄνθρωπον καὶ τὰ ἄλαλα πράγματα. καὶ τρίτος ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ κεχωρισμένον δὲ οὔ, οἷον τὸ ἐπίσταται γράμματα. ἑκάτερον μὲν γὰρ ἰδίως εἰ ἔτυχεν ἕν τι σημαίνει τὸ ἐπίσταται καὶ γράμματα, ἄμφω δὲ πλείω, ἢ τὸ τὰ γράμματα αὐτὰ ἐπιστήμην ἔχειν ἢ τῶν γραμμάτων ἄλλον. Ἥ μὲν οὖν ὁμωνυμία καὶ ἀμφιβολία παρὰ τούτους τοὺς τρόπους εἰσίν, παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν. λέγεται δ’ οὕτω διὰ τὸ τὴν κειμένην λέξιν ἐν τῇ συνθέσει τῆς μείζονος προτάσεως ἐλλείπειν ἐν τῷ συμπεράσματι καὶ οὕτω τὸν λόγον συμβαίνειν ψεύδεσθαι· οὐ γὰρ ταὐτὸ σημαίνει, ἐὰν διελών τις εἴπῃ καὶ συνθείς, ὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν. προσκείμενον μὲν γὰρ σημαίνοι ἄν ποτε δυνήσεσθαι τὸν καθήμενον βαδίσαι, ἐλλελοιπὸς δὲ νῦν ὅτε κάθηται, ὃ καὶ ψεῦδος. αἱ δὲ ἀγωγαὶ τῶν εἰρημένων σοφισμάτων ἐν πρώτῳ σχήματι οὕτως· ὁ Σωκράτης κάθη|ται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει. ἀλλὰ καὶ οὐ βαδίζει, κάθηται γάρ. πάλιν, ἀρά γε ὁ μὴ γράφων δύναται γράφειν; ναί. ὁ Πλατῶν οὐ γράφει, ὁ Πλάτων ἄρα γράφει. καὶ πότερον ὁ ἐπιστάμενος γράμματα δύναται μανθάνειν γράμματα; ναί. τί δαί; ὁ Σωκράτης νῦν ὑπνώττων οὐχὶ ἐπίσταται γράμματα; ὁ Σωκράτης ἄρα μανθάνει νῦν γραμματα. ἀλλὰ καὶ οὐ μανθάνει· κοιμᾶται γάρ. τί δαί; ὁ ἓν δυνάμενος φέρειν δύναται καὶ πολλὰ φέρειν; ναί. ὁ Ἀλκιβιάδης ἓν φέρει, ὁ Ἀλκι- βιάδης ἄρα πολλὰ φέρει ἓν καὶ μόνον φέρων. ἐν τούτοις γὰρ εἰ μὲν ὥσπερ ἐν τῇ μείζονι προτάσει τὸ δύνασθαι, οὕτω κἀν τῷ συμπεράσματι ἔκειτο, οὐδ’ ἂν ἠκολούθησεν ἄτοπον, παρεθὲν δὲ χώραν τοῖς σοφίσμασιν ἔδωκε. καὶ ταῦτα μὲν παρὰ τὴν σύνθεσιν. Παρὰ δὲ τὴν διαίρεσιν τὰ τοιάδε, ὅτι τὰ πέντε περιττὰ καὶ ἄρτια· διαιρεῖται γὰρ εἰς τρία καὶ δύο, τὰ δὲ περιττὰ καὶ ἄρτια. συμβαίνει δὲ τοῦθ’ οὕτω τῷ τὰ μέρη δυνάμει ὄντα ἐν τῷ ὅλῳ τὸν σοφιστὴν διαιρήσαντα ἐνεργείᾳ λαμβάνειν καὶ τὸ συμβαῖνον ἑκατέρῳ ἰδίως ὁμοῦ τοῦ ὅλου κατηπερὶ 1 MN 2 σημαίνῃ ex σημαίνει corr. L: σημαίνει P 3 γὰρ] γὲ M 7 κοράκιν libri 8 τὰ ἄλλα M 9 σημαίνῃ ex σημαίνει corr. L 10 μὲν om. P 11 τὸ om. LMN 12 ἄλλων N 15 τὸ om. Ρ 16 οὕτον L 19 σημαίνει M 22 καθήμενος om. N 25 τί δαί om. P: τί δὲ MN 26 μαν- θάνειν N 27 τί δὲ MN 28 ὁ―ἓν φέρει om. P 30 κἄν M ἔκειντο P 31 τοῖς ex τῆς corr. N 34 δέ (post συμβαίνει) om. P 35 μέρει N 36 τὸ ex τὰ corr. L γορεῖν· τὸ δὲ παρὰ πολὺ διαφέρει. οὐ γὰρ πᾶν τὸ δυνάμενόν τι γενέσθαι ἤδη καὶ ἐνεργείᾳ ἐκεῖνό ἐστιν· ἦ γὰρ ἄν ἦν τὸ ἐν ὄρει δένδρον πλοῖον δυνάμει ὂν καὶ ὁ ἀσχημάτιστος χαλκὸς ἀνδριάς. παρὰ τὴν διαίρεσιν κἀκεῖνο τὸ σόφισμα τὸ τὸ | μεῖζον ἴσον ποιοῦν τῷ ἐλάττονι· ἔστι δὲ μεῖζον ἁπλῶς τὸ τοσοῦτον καὶ ἔτι πρός. ἡ δὲ ἔκθεσις οὕτως· οὐχὶ ὁ ὀκτὼ εἰς ἓξ καὶ δύο διαιρεῖται, καὶ πάλιν εἰς τρία καὶ πέντε; ναί. ὁ ἄρα ὀκτὼ εἰς ἓξ καὶ δύο καὶ πέντε καὶ τρία διαιρεῖται. ἀλλὰ ταῦτά ὁμοῦ ἑκκαίδεκα ἐστίν. ὁ ὀκτὼ ἄρα ἐλάττων ὢν μείζονα ἀριθμὸν ἑαυτοῦ πληροῖ τὸν ἑκκαίδεκα, ὅπερ ἀδύ- νατον. τὰ γὰρ δυνάμει ὄντα καὶ ὁμοῦ ἐνεργείᾳ καὶ διῃρημένα ληφθέντα τὸ ἄτοπον ἐπεισήγαγον. ὁ γὰρ αὐτὸς λόγος, ὡς εἴρηται, διῃρημένος καὶ συγκείμενος οὐκ ἀεὶ τὸ αὐτὸ σημαίνειν ἄν δόξειεν, ὡς ἐπ’ ἐκείνοις “ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον’’, καὶ “πεντήκοντ” ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.’’ εἰ γὰρ διαλύσαις ἐγώ σε ἔθηκα δοῦλον, ἐγώ σε ἔθηκα ἐλεύθερον, ἢ στίξαις εἰς τὸ δοῦλον ὄντα, ἔλυσας τὸ ἀμφίβολον. Πέμπτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων ὁ παρὰ προσῳδίαν. γίνεται δὲ ὅταν ὁ τόνος, πρὸς ὃν ᾄδομεν τὸν λόγον, μεταβληθῇ ἢ μετατεθῇ ἢ προστεθῇ ἢ ἀφαιρεθῇ, ἢ καὶ τὸ πνεῦμα· ἕτερον γὰρ καὶ ἕτερον ἀνάγκη τὸν λόγον διὰ ταῦτα γίνεσθαι. ἐν μὲν οὖν τοῖς ἄνευ γραφὴς διαλεκτικοῖς καὶ ταῖς ἐν ταῖς συνουσίαις ὁμιλίαις οὐ ῥᾴδιον ποιῆσαι τοῦτο, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλον, οἷον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται, ὡς Ἱππίας ὁ Θάσιος,. πρὸς τοὺς ἐλέγχοντας ὡς ἄτοπον εἰρηκότα “τὸ μὲν οὗ καταπύθεται ὄμβρῳ.’’ | λύουσι γὰρ αὐτοὶ τῇ προσῳδίᾳ, μὴ περισπωμένως μηδ’ ὀξυτόνως προφέρειν τὸ ου, ἀλλ’ ἀνειμένως καὶ ἀποφατικῶς. πεποίηται γὰρ ἐπὶ τῷ Πατρόκλου ἱππικῷ ὁ Νέστωρ ὑποτιθέμενος τῷ παιδὶ Ἀντιλόχῳ ἱππεύοντι τὰ τῆς ὁδοῦ σῆμα δέ σοι ἐρέω μάλ’ ἀριφραδὲς οὐδέ σε λήσει· ἕστηκε ξύλον αὖον ὅσον τ’ ὄργυι’ ὑπὲρ αἴης ἢ δρυὸς ἢ πεύκης, τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ· λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκώ ἐν ξυνοχῇσιν ὁδοῦ· λεῖος δ’ ἱππόδρομος ἀμφίς. Τὸ γὰρ πεύκινον ξύλον, ὥς φασι, τοῖς γλυκέσι τῶν ὑδάτων οὐ κατα- πύθεται ἀλλὰ τοῖς ἁλμυροῖς. παρὰ προσῳδίαν καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτῷ ὁ Ζεὺς εἶπε “δίδομεν δέ οἱ εὖχος ἀρέσθαι’’ ἐψεύδετο γὰρ ἄν), ἀλλὰ τῷ ἐνυπνίῳ ἐνετέλλετο διδόναι. γένοιτο δ’ ἄν ποτε χὰν ταῖς ἀγράφοις διαλέξεσι παρὰ προσῳδίαν ἀπάτη, ὡς “ἐκεὶνο οὗ κατα- λύεις οἰκία; ναί. τὸ οὐ καταλύεις ἀπόφασις. ἡ οἰκία ἄρα ἀπόφασις’’ τὸ 1 οὐδὲ γὰρ M 2 ἢ γὰρ LNP ἄν om. L 7 ὁμοῦ om. LMN ο 10 ἐπεισήγαγεν P 12 λεῖπε LP 13 διαλύσεις P 14 εἰς τὸν δοῦλον M 19 ἐν ταῖς om. N 21 εἰρηκότος M 24 ἀντιλόγω N 26 σῆμα] II. XXIII 326 εέρέω M ἐριφραδὲσ N σοι λήσῃ P 27 ὅσον τ’ ὀργή’ N 29 ἐρειδέδαταο LP δύω P 30 ὁδοῖο L: ὁδοῖς P 32 αλμηροῖς (sic) P περὶ ex Aristotele Spengel: παρὰ libri 33 αὐτὸ P τεῦχος ex εὖχος corr. P 34 ἐψεύδετ’ ὄν LP 35 κἀν MP μὲν γὰρ πρότερον ου περισπασθὲν καὶ δασυνθὲν τὸ ὅπου ἐσήμανε, τὸ δὲ δεύτερον ἄνευ τόνου καὶ μετὰ ψιλῆς στέρησιν καὶ ἀπόφασιν, καὶ οὕτω τὸ σόφισμα εἰσενήνεκται. πάλιν τὸ ζῶον λογικὸν θνητὸν οὐχ ὅρος ἐστί; ναί· τὸ ὄρος ἕστηκε, τὸ ζῶον λογικὸν θνητὸν ἄρα ἕστηκεν. Οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως παραλογισμοὶ συμβαίνουσιν, ὅταν τὸ μὴ ταὐτὸν ὡσαύτως ἑρμηνεύηται, οἷον τὸ ἄρρεν θῆλυ ἢ τὸ θῆλυ ἄρρεν, ἢ τὸ μεταξὺ θάτερον τούτων, ἢ πάλιν τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιόν, ἢ τὸ ποιοῦν πάσχον ἢ τὸ διακείμενον ποιοῦν, καὶ τἄλλα τὰ τοῦ ὄντος γένη, ἃ κἀν τῇ περὶ αὐτῶν πραγματείᾳ εἰς δέκα διείλομεν, εἴ τινος φύροντος ἐν ἀλλήλοις περιχωρήσαιεν. ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν, οἷον τὸ ὑγιαίνειν ὁμοίως τῷ σχήματι τῆς λέξεως λέ- γεται τῷ τέμνειν καὶ οἰκοδομεῖν· καίτοι τὸ μὲν διακείμενόν πως δηλοῖ τὸ ὑγιαίνειν, τὸ δὲ ποιεῖν τι τὸ τέμνειν καὶ οἰκοδομεῖν. οὕτω καὶ τὸ τύπτομαι καὶ διαλέγομαι σχήματι μὲν ταὐτά, δυνάμει δὲ ἕτερα· τὸ μὲν γὰρ πάθος τὸ δὲ ἐνέργεια. αἱ δὲ τῶν σοφισμάτων ἀγωγαὶ ἐν μὲν δευτέρῳ σχήματι καὶ ἐκ δύο καταφατικῶν αὗται· οὐχὶ τὸ ἄρρεν οὐδέτερον; οὐχὶ τὸ θῆλυ οὐδέτερον; τὸ ἄρρεν ἄρα θῆλυ. κατὰ τὰ αὐτὰ καὶ τὸ ποιὸν καὶ τὸ ποσόν· ἄμφω γὰρ οὐδέτερα καὶ ἄμφω ταὐτά. οὕτω καὶ τὸ ποιεῖν καὶ πάσχειν ὅτι καὶ ἄμφω ῥήματα καὶ ὁμοίως προφέρονται. ἐν δὲ τῷ πρώτῳ· οὐ τὸ μανθάνειν ἐνεργεῖν ἐστι περὶ τὴν μάθησιν; τοῦτο δὲ διδάσκειν ἐστί; τὸ μανθάνειν ἄρα διδάσκειν ἐστίν. Οἱ μὲν οὖν παρὰ τὴν λέξιν ἔλεγχοι ἐκ τούτων τῶν λόγων εἰσίν, οὔτε δὲ πλείονες οὔτε ἐλάττο|νες. τούτου δὲ πίστις ἥ τε δι’ ἐπαγωγῆς καὶ συλλογισμοῦ. ἀνάγκη γὰρ τὴν περὶ τὰς φωνὰς ἀπάτην ἢ ἐκ τῶν κατ’ αὐτὰς εἶναι ἢ ἐκ τῶν περὶ αὐτάς· καὶ εἰ μὲν ἐκ τῶν κατ’ αὐτάς, ἢ ἐκ τῶν ἁπλῶν φωνῶν διάφορα δὲ περιεχουσῶν πράγματα, καὶ γίνεται τὸ πρῶτον εἶδος τὸ καθ’ ὁμωνυμίαν, ἢ ἐκ τῶν συντιθεμένων ὁμοιοτρόπως δὲ διάφορα σημαινουσῶν πράγματα, καὶ γίνεται τὸ δεύτερον τὸ κατ’ ἀμφιβολίαν· ἤ τι παραλέλειπται ἐν δευτέροις τῶν πρώτως συντιθεμένων ἁπλῶν, καὶ ποιεῖ τὸ κατὰ σύνθεσιν τρίτον εἶδος· ἢ ὡς ὅλας τἀς ἁπλάς λαβὼν φωνὰς καὶ καθ ἓν διαιρεῖ καὶ τὰ ἰδίως προσόντα τοῖς μέρεσι τῷ κοινῷ προσάπτει, καὶ ποιεῖ τὸ κατὰ διαίρεσιν. καὶ ἐκ μὲν τῶν κατ’ αὐτὰς συμβαινόντων ταῖς λέξεσι ταῦτα συνίσταται τὰ σοφίσματα· ἐκ δὲ τῶν περὶ αὐτὰς ἢ περὶ τόνον ἢ πνεῦμα μεταβολή τις γίνεται καὶ ποιεῖ τὸν πέμπτον τρόπον καὶ παρὰ προσῳδίαν, ἢ περὶ τὸν ποιὸν τῆς λέξεως σχηματισμόν, καὶ ποιεῖ τὸν λοιπὸν ἕκτον τὸν οὕτω προσηγορευμένον παρὰ τὸ σχῆμα τῆς λέξεως. πάλιν τὰ περὶ τὴν λέξιν σοφίσματα παρὰ τὴν κακίαν τῆς λέξεως γίνεται. τοῦτο δὲ 2 καὶ (ante μετὰ) om. MNP 3 εἰσενήκεται P ναί om. LP 8 πάσχων P 9 κἄν MN: κἀν τῇ om. P φέροντος P 10 παραχωρήσαιεν MN ἔστη γὰρ N 11 σημαίνει N 11. 12 λέγεται οm. MN 15 ante ἀγωγαὶ add. αἱ L ἐν] αἱ N 16 καὶ om. MN 22 λόγων] τόπων Aristoteles 23 πίστις] πϊς L 28 πραγμάτων P 34 καὶ (post τρόπον) delet Spengel 35 περὶ τῶν LN 36 πάλιν κτλ.] cf. Alex. f. 8b 37 περὶ] πάρα MN παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι, τὸ δὲ διὰ τὸ διπὸν τῶν σημαινομένων. τοῦτο δὲ τριττόν· ἢ γὰρ δυνάμι τὸ διπλοῦν ἢ ἐνεογεία ἢ φαντασία. διττῶς δὲ τὰ τρία ἑξαχῶς συμβαίνει γίνεσθαι. τὰ ἄρα | παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς συμβαίνει γίνεσθαι. ἐνεργείᾳ μὲν οὖν ἔχοιεν τὸ διττὸν οἱ παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν· ὁ γὰρ ἀετὸς καὶ ὁ κύων τῷ ὄντι ἐνεργείᾳ πολλὰ σημαίνει, καὶ ὁ λόγος “ἀρ' ἔστι σιγῶντα λέγειν;” δυνάμει δὲ οἱ παρὰ προσῳδίαν καὶ σύνθεσιν καὶ διαίρεσιν· πλείω μὲν γὰρ οὐ σημαίνουσι, διὰ δὲ τὸ εἰς ἑκάτερον ἐκλαμβάνεσθαι διττοὶ λέγονται. φαντασίᾳ δὲ διπλοῖ οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως· τὸ γὰρ ὁρῶ καὶ λέγω ἐπειδήπερ ὁμοίως ἐκφέρεται, καὶ τῆς αὐτῆς διαθέσεως οἱ σοφισταὶ τίθενται. τῶν δὲ τὸ μὲν πάθος τὸ δὲ ἐνέργεια. Καὶ περὶ μὲν τῶν ἐντὸς τῆς λέξεως παραλογισμῶν τοσαῦτα, τῶν δ’ ἔξω τῆς λέξεως εἴδη εἰσὶν ἑπτά, ἓν μὲν παρὰ τὸ συμβεβηκός, δεύτερον δὲ παρὰ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πὴ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι ἢ πῶς, τρίτον τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτον τὸ παρὰ τὸ ἑπόμενον, πέμπτον δὲ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν, ἕκτον δὲ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέναι, ἕβδομον τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν.