5. Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν, ὅτε ἀξιοῖ τις, ὅ τι οὖν ὑπάρχει τῷ κατηγορουμένῳ, τοῦτο καὶ τῷ ὑποκειμένῳ ἐξ ἀνάγκης ὑπάρχειν· οἷον τὸ ζῶον κατηγορεῖται μὲν τοῦ ἀνθρώπου, πολλὰ δὲ αὐτῷ συμβέβηκε, τὸ γένος εἷναι, τὸ δισύλλαβον, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. εἰ οὖν πάντα ἐξ ἀνάγκης κατὰ τοὐ ἀνθρώπου καὶ ὁμοτίμως κατηγορεῖσθαι δώσομεν, πολλὰ συμβαίνει τὰ ἄτοπα· πάντα γὰρ ἄν οὕτως ἔσται ταὐτά, καὶ αἱ οὐσίαι συμβεβηκότα καὶ τὸ ἔμπαλιν, καὶ σώματα τὰ ἀσώματα. ἀλλ’ οὐχ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου αὐτῷ ῥηθήσεται, ἀλλ’ ὅσα οὐσιώδη τέ ἐστι καὶ εἰς τὸν ὁρισμὸν· παραλαμβάνεται. βάνεται. ὥστε οὐ καλῶς φασιν οἱ σοφισταί, εἰ ὁ Κορίσκος ἕτερον ἀνθρώπου, αὐτὸς ἑαυτοῦ ἕτερος· ἔστι γὰρ ἄνθρωπος· ἢ εἰ Σωκράτης ἕτερος, ὁ δὲ Σωκράτης ἄνθρωπος, ἕτερος ἀνθρώπου. ἄγονται δὲ τὰ σοφίσματα οὕτω· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα ἕτερος Κορίσκου, καὶ αὐτὸς ἑαυτοῦ χωρίς. πάλιν ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Σωκράτους, ὁ Σωκράτης ἄρα ἕτερος αὐτοῦ. οἱ γὰρ παραλογισμοὶ ὲν μὲν τῇ ἐλάττονι προτάσει τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ καὶ Σωκράτει μερικὸν ἐλάμβανον ἄνθρωπον, ἐν δὲ τῇ μείζονι τὸν ἀκατάτακτον καὶ κοινόν· συμβέβηκε δὲ τούτῳ μὴ Κορίσκῳ μηδὲ Σωκράτει εἶναι. ὅσα μέντοι οὐσιωδῶς ἔνεισιν ἐν τῷ καθόλου, πάντα καὶ τοῖς ὑπ’ αὐτῷ ὑπάρξει ἀτόμοις, τὰ δ’ ἄλλως οὔ. σαφέστερα δὲ ταῦτα· ἄρ’ οὐχ ὁ 2 τρίτον M 4 τὰ ἄρα―γίνεσθαι om. P 5 ἔχοιεν ex ἔχειεν corr. L 8 διττὸν P 12 τὼς ἐντὸς N 14 πότε LP 15 τὸ (post παρὰ) om. P 18 ὅτι P: ὅταν MN 19 ὅτοι οὖν P: ὅτι ἂν MN ὑπάρχῃ M τῶν ὑποκειμένων P 22. 23 δώσομεν κατηγορεῖσθαι MN 23 ἂν om. ΜΝ 24 συμβεβηκότα καὶ] deficit P 27 εἰ] καὶ M 28 ἔστι δὲ M σωκράτους N 30. 32 ἄρα om. L 32 αὐτοῦ L: αὐτοῦ MN, at cf. 2, 39 κύκνος λευκόν; τοῦτο δὲ οὐ χρῶμα; ὁ κύκνος ἄρα χρῶμα. τὸ δέ διακριτικὸν ὄψεως, τοῦτο δὲ ποιότης, ἡ δὲ ἀσώματον. | ἔσται ἄρα ταῦτα καὶ ὁ κύκνος. πάλιν ἐν τρίτῳ σχήματι· ὁ κύων οὗτος σός; ναί. τί δαί, καὶ πατήρ; ναί. σὸς ἄρα ὁ κύων πατήρ. συμβέβηκε γὰρ τῷ κυνὶ σῷ τε εἶναι καὶ πατρὶ σκυλακίων. Καὶ παρὰ μὲν τὸ συμβεβηκὸς οὗτοι· τοὺς δὲ παρὰ τὸ πῆ καὶ ἀπλῶς ἤδη λέγομεν, μικρὰ δ’ ἅπα πρότερον περὶ τῶν κατηγορουμένων διαληψόμεθα πρὸς σαφήνειαν. πᾶσα κατηγορία ἢ ἓν καθ’ ἑνός ἐστιν, ἢ πολλὰ κατὰ πολλῶν, ἢ πολλὰ καθ’ ἑνός, ἢ ἓν κατὰ πολλῶν. παρίεμεν δὲ τὰ κατὰ τὴν ὁμωνυμίαν ἐνταῦθα, ἵνα μὴ ὁ λόγος συγχέηται. ἐπεὶ δὲ τῶν πολλῶν καὶ καθ’ ἑνὸς κατηγορουμένων τἄλλα γὰρ ὡς ἧττον ἡμῖν συμβάλλοντα πρὸς τὸ προκείμενον ἀφύων, ὥσπερ καὶ τὰ ὁμώνυμα) τὰ μὲν καὶ ἰδίως καὶ ὁμοῦ κατηγορεῖσθαι δύναται, τὰ δὲ ἰδίως μόνον, τὰ δὲ συνθέτως, ζητοῦμεν τὴν διαφοράν· κατὰ γὰρ τοῦ ἀνθρώπου καὶ τὸ ἔμψυχον καὶ τὸ ζῶον καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν ἰδίως ἕκαστον ἀληθὲς εἰπεῖν καὶ ὁμοῦ πάντα, κατὰ δὲ τοῦ Σίμωνος τὸ σκυτεὺς καὶ τὸ ἀγαθὸς ἰδίως μὲν ἀληθές, σύνθεντα δὲ ψεῦδος· ἦν γὰρ ὁ Σίμων ἀγαθὸς μὲν τὸν τρόπον, ἀφυὴς δὲ τὴν τέχνην. πάλιν κατὰ τοῦ νεκροῦ ἀνθρώπου καὶ τῆς λιθίνης χειρὸς ἢ νηὸς τὸ μὲν ὅλον τοῦτο λιθίνην χεῖρα ἢ νῆα καὶ ἄνθρωπον νεκρὸν συνημμένα καὶ ὁμου εἰπεῖν ἐγχωρεῖ, ἰδίως δὲ τὸν νεκρὸν ἄνθρωπον | εἰπεῖν ἢ τὸν λίθον χεῖρα ἢ νῆα ψεῦδος. καὶ ὁ Αἰθίοψ λευκὸς τοὺς ὀδόντας, ἁπλῶς δ’ οὗ. ἐκεῖνα δὲ πρὸς ταῦτα δεῖ εἰπεῖν, ὡς ὅσα μὲν οὐσιωδῶς κατηγορεῖται καὶ καθ αὑτὸ καὶ μή τινα πρὸς ἄλληλα ἐναντίωσιν ἔχει, ταῦτα καὶ ἰδίως καὶ ὁμοῦ κατηγορηθήσεται πλὴν διοίσει κἀν τῇ συνθέσει τῷ τρόπῳ, ὡς ἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα ἐρχομένων, τὸ ἀνάπαλιν δ’ οὔ· περιττὸν γὰρ ἄνθρωπον εἰπόντα τὸν Σωκράτην προστιθέναι καὶ λογικὸν ζῶον, ὥσπερ ἐγχωροῦντος ἄνθρωπον εἶναι, μὴ ταῦτα δέ· ἔνεισι γὰρ ἐν τοις ειοεσι τὰ γένη καὶ ἐν τοῖς μερικοῖς τὰ κοινά), ἐφ’ ἃ δέ ἐστιν ἀντίφασις ἢ ἐκ τῶν ὀνομάτων ἢ ἐκ τῶν λόγων, ἡνωμένως μὲν κατηγορεῖν ἐγχωρεῖ διῃρημένως δ’ οὔ. καὶ ἀντίφασις μὲν ἐν ὀνόμασιν ὡς ἐκείνως ἄνδρα καὶ οὐκ ἄνδρα τὸν εὐνοῦχον εἰπεῖν, καὶ τὴν νυκτερίδα ὄρνιν καὶ οὐκ ὄρνιν, ἐν τοῖς πράγμασι δὲ ὡς ἄνθρωπος καὶ νεκρὸς καὶ χεὶρ καὶ λίθος· τὰ μὲν γὰρ ἔμψυχά καὶ ζῶντα, τὰ δ’ οὔ. ἔτι ἔστιν ἃ καὶ τῶν διὰ μέσου ἄλλου, ὃ καθ’ αὑτὸ κατηγορεῖται, ἑτέρου κατὰ συμβεβηκὸς κατηγορουμένων, καίπερ μὴ ἔχοντα ἀντίφασιν, ὅμως οὐκ ἄν ἰδίως λεχθεῖεν χωρισθέντα τοῦ δι᾿ οὗ καὶ καθ οὗ κατ’ οὐσίαν ἐλέγετο, οἷον Ὅμηρος ποιητής ἐστιν. ἀρ’ οὗν καὶ ἔστιν ἁπλῶς; οὔ· τέθνηκε γὰρ πάλαι. τὸ γὰρ ἔστι τοῦ ποιητοῦ μὲν καθ’ αὑτὸ 2 ἄρα om. L 3 ὁ κύων κτλ. cf. Plat. Euthyd. p. 298D.sq. 4 συμβέβηκε] ἤδη καὶ ἐνεργεία ἐκεῖνο ἐστί· ἡ γὰρ ἂν ἦν τὸ ὄρει δένδρον πλοῖον δυνάμει addit et rursus expungit N 7 λέγομεν sic libri πρότερον ex πρότερα corr. N 9 παρίεμεν] περὶ μὲν 10 Μ 10 ἐπὶ δὲ Μ 11 συμβαίνοντα N 15 ἐθνητὸν N 23 ταῦτα δὲ ἰδίως LM 24 διοίσῃ N κὰν M 30 ἀντίφασιν LM 32 γὰρ] δὲ M 33 ὃ] fort, οὗ; cf. v. 37 37 τεθνηκως N τοῦ ᾦ ποιητοῦ MN κατηγόρηται, τοῦ δὲ ‘Ομήρου κατὰ συμβεβηκός, ὅθεν | καὶ ἰδίως προστεθὲν οὐκ ἐφήρμοσε. πάλιν τὸ μὴ ὂν δοξαστόν ἐστιν, οὐκ ἤδη δ' ἁπλῶς καὶ ἔστιν. οὐ γὰρ τῷ μὴ ὄντι τὸ ἔστιν , ἀλλὰ τῷ δοξαστῷ πρόσκειται· δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι ἐστίν, ἀλλ’ ὅτι οὐκ ἔστιν· ὅσα δὲ κατὰ συμβε- βηκὸς κατὰ τοῦ αὐτοῦ καὶ θάτερον κατὰ θατέρου λέγεται, ἐπεὶ μὴ ἔστιν έν, οὐδαμοῦ ἄν ῥηθείη, οἷον ἄνθρωπός ἐστι λευκὸς καὶ μουσικός, καὶ Σίμων σκυτεὺς καὶ ἀγαθός, ἀλλ’ οὐχ ἓν τὸ λευκὸν καὶ μουσικόν, οὐδὲ τὸ σκυτεὺς καὶ ἀγαθὸς τῷ συμβεβηκέναι καὶ ἑαυτοῖς καὶ τῷ ὑποκειμένῳ. οὔκουν εἰ τὸ λευκὸν μουσικὸν ἀληθὲς εἰπεῖν, οὐδ’ οὕτως ἔσται τὸ λευκὸν καὶ τὸ μουσικὸν ἕν τι· δι’ ὃ οὐδ’ ὁ Σίμων σκυτεὺς ἀγαθὸς ἅμα. τούτων οὕτω διωρισμένων προβαίνουσιν οἱ παρὰ τὸ ttt; καὶ ἁπλῶς συλλογισμοὶ παρὰ τὸ φθείρειν ἑκόντα τὸν σοφιστὴν τὴν εἰρημένην ἐν τοῖς κατηγορουμένοις δια- στολὴν καὶ τὰ tttj εἴτ’ οὖν συνθέτως καὶ μερικῶς κατηγορούμενα ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι ἁπλῶς καὶ ἰδίᾳ λαμβάνειν, ἢ τὸ ἀνάπαλιν τὰ ἀπλῶς καὶ ἰδίᾳ TTT. τὸ γὰρ μὴ ὂν ὅτι δοξαστόν ἐστι πὴ καὶ ὁμοῦ λαβών, καὶ ὅτι ἁπλῶς ἔστι συλλογίζεται χωρίζων , τὸ μὴ ὂν λέγων δοξαστόν , τὸ δοξαστὸν ἔστι, τὸ μὴ ὂν ἄρα ἔστιν. ἢ καὶ οὕτως· ὁ τραγέλαφος δοξαστόν, τὸ δοξα- στὸν ὄν, ὁ τραγέλαφος ὄν. καὶ ἆρ’ ἔστιν Ὅμηρος; οὕ. τί δαί, οὐ ποιητής ἐστιν; ναί. ἔστιν ἄρα rOμηρος. ἢ καὶ ἀποφατικῶς, ὅτι ὂν οὐκ ἔστιν ὄν, εἰ τῶν ὄντων τι μὴ ἔστιν, οἷον εἰ μὴ ἄνθρωπος. λαβὼν γὰρ κἀνταῦθα τὸ | τὸ ὂν ἁπλῶς ἕτερον τινῶν ὄντων εἶναι τῶν κατὰ μέρος, οἷον ἵππου καὶ βοὸς καὶ λίθου, τὸ δὲ τῶν ὄντων ἕτερον οὐκ ὂν αὐτὸς προσθείς, τὸ ὂν οὐκ ὂν συνεπέρανεν. ἀλλ’ οὐχὶ ταὐτὸν εἶναί τι καὶ ἀπλῶς εἶναι ἢ μὴ εἶναί τι καὶ ἀπλῶς μὴ εἶναι. φαίνεται δὲ διὰ τὸ πάρεγγυς εἶναι τῆς λέξεως καὶ μικρὸν διαφέρειν τὸ εἶναί τι τοῦ ἁπλῶς εἶναι καὶ τὸ μὴ εἶναί τι τοῦ ἁπλῶς μὴ εἶναι· λανθάνει γὰρ τὸ τὶ ἐν μέσῳ προσερριμμένον καὶ παρεῖται ἀνεπίσκετͅον. οὕτω δ’ ἄν ἔχοι καὶ τὸ παρ’ Εὐνομίῳ πρὸς τἀληθὲς παρά- κρούσω. ῳίζονα γὰρ τοῦ υἱοῦ τὸν πατέρα διδόντων ἡμῶν τῷ αἰτίῳ φύσει, ἤγουν τῷ φυσικῷ καὶ οὐ τῷ ὃrιuι ιουρἴ̀ικω1 , καὶ συνημμένως ταῦτα κατηγορούντων καὶ izr^, διαλύσας καὶ ἰδίᾳ χρησάμενος ἐσοφίσατο οὕτω συνθείς· ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ, τὸ αἴτιον φύσει, ὁ πατὴρ ἄρα μείζων τοῦ υἱοῦ τῇ φύσει. καὶ πάλιν ὁ Ἰνδὸς μέλας ὢν ἀπλῶς λευκός ἐστιν τοὺς ὀδόντας, ὥστε λευκὸς καὶ οὐ λευκός. καὶ πάντες ἄνθρωποι δίκαιοι καὶ οὐδείς, οὐχ ἅμα δὲ οὐδ’ ἀεί, ἀλλ’ οἱ μὲν ἐπὶ τοῦ χρυσοῦ γένους, οἱ δὲ ἐπὶ τοῦ σιδηροῦ. καί που τὸ τοὺς γονεῖς θύειν καλόν· ἐν Τριβαλλοῖς γάρ, ἁπλῶς δ’ οὔ. καὶ διπλάσια τὰ δέκα καὶ οὐ διπλάσια· πρός τι γάρ· τῶν γὰρ πέντε μόνον. ἐν τούτοις οὖν ὁ σοφιστὴς διατρίβων ἐλλείπων καὶ παραποιῶν κακουργεῖ. πάλιν ἐπὶ τῶν [ ἐναντίων, ὅτε ἄμφω t:^ ὄντα ἐν 1 κατηγορεῖται MN 6 σύμων N 13 συνθέντως N 14 τὰ om. N 16 χω- ρίζων τὸ om. M: τὸ ora. N 17 ἄρα ἔστιν in ras. L 21 ἑτέρων τινων L 23 συνεπἐραν M ἢ] εἰ M 95 μηκρὸν N εἶναι καὶ τὸ in ras. N 27 εὺνωμίω N 35 τριβαλοῖς iil)ri 36 οὐ διπλάσιαι N 38 κακουργεῖν M τῷ πράγματι ἁπλῶς ἄμφω ὑπάρχειν τίθεται, οἷον τοῦ ὀφθαλμοῦ τὸ μὲν ἥμισυ λευκὸν τὸ δ’ ἥμισυ μέλαν, ὡς ἀπλῶς ὁ ὀφθαλμὸς καὶ λευκὸς καὶ μέλας. ἀλλὰ τοῦτο ἐπ’ ἐνίων μὲν παντὶ θεωρῆσαι ῥᾴδιον, ὅθεν ἡ ἀπάτη, ὡς ἐπὶ τοῦ εἰρημένου, ἐπ’ ἐνίων δὲ λανθάνει πολλάκις, καὶ ὅταν πῆ λέγηται τὰ ἐναντία, δοκεῖ καὶ τὸ ἀπλῶς ἀκολουθεῖν, ὡς ἐπὶ τοῦδε· ἆρ’ ἐνδέχεται τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν; οὔ. τί δέ, ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὐώρκησεν; ἐνδέχεται ἄρα ἐπιορκοῦντα εὐορκεῖν. καὶ ἐπ’ ἐκείνων δὲ λανθάνει καὶ δοκεῖ τῷ πῆ καὶ τὸ ἀπλῶς ἀκολουθεῖν, ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι ποτέρως τὸ πρᾶγμα χρὴ λαβεῖν. γίνεται δὲ τὸ τοιοῦτον ἐν ὅσοις ὁμοίως ἔχει τὰ ἀντικείμενα. δοκεῖ γὰρ ἢ ἄμφω ἡ μηδέτερον δοτέον ἁπλῶς εἶναι κατηγορεῖν. οἷον ἡ ἀνδρεία καὶ καλὸν ὅτι ἀρετὴ καὶ κακὸν διὰ τὰς ἐν πολέμῳ τρώσεις καὶ σφαγάς. ποτέρως οὖν χρὴ λαβεῖν αὐτὴν καλὴν ἢ κακήν, οὐ ῥᾴδιον εἰπεῖν. καὶ τοδὶ τὸ μέγεθος ὂν τῷ μήκει τετράπηχυ καὶ δίπηχυ τῷ πλάτει πότερον δίπηχύ ἐστιν ἢ οὔ, οὐ ῥᾴδιον ἀποδοῦναι. ναὶ δὲ καὶ οὒ ἀποκρινόμενοι ἢ πῶς μὲν πῶς δ’ οὒ οὐ διαλεκτικῶς ἀπεκρίθημεν. Οἱ δὲ γίνονται παρὰ τὸ μὴ διωρίσθαι μηδ’ ἀκριβοῦσθαι τί ἐστι συλλο- γισμὸς ἀληθὴς ἢ τί ἐστιν ἔλεγχος, οὓς καὶ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λέγειν εἰώθαμεν. ἔλεγχος τοίνυν ἐστὶ | κυρίως ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος, ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνός, ἐκ τῶν δοθέντων. ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. εἰ γὰρ μέλλοιμεν ἐλέγχειν τὸν ἡμῖν προσδιαλεγόμενον εἴ τι μὴ καλῶ.ς λέγοι, δεῖ τοῦτον εἰς ἀντίφασιν περιαγαγεῖν ἔχουσαν τοὺς εἰρημένους προσδιορισμούς, καὶ πρῶτον τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου εἶναι καὶ κατηγορουμένου. ὁ γὰρ λέγων Σωκράτης διαλέγεται, Πλατῶν οὐ δια- λέγεται, ἢ Σωκράτης κάθηται, Σωκράτης οὐ καθεύδει, οὐ ποιεῖ ἀντίφασιν. τὸ μὲν γὰρ ἐπ’ ἄλλου καὶ ἄλλου, τὸ δὲ ἄλλο καὶ ἄλλο. καὶ μὴ ὀνόματος δὲ δεῖ μόνον προσεῖναι ταὐτότητα ἀλλὰ καὶ πράγματος· τί γάρ, εἰ κοινωνεῖ μὲν ὀνόματι, μὴ κοινωνεῖ δὲ πράγματι, οἷα τὰ ὁμώνυμα; οὐ γὰρ ἄν ποιήσοι ἀντίφασιν· ὁ γὰρ εἰπὼν κύνα ὑλακτεῖν ἢ μὴ ἀληθεύει, τὸ μὲν ἐπὶ τοῦ χερσαίου φέρων τὸ δὲ ἐπὶ τοῦ θαλαττίου. καὶ οὐκ ἐπὶ τῶν ὁμωνύμων εὐλαβεῖσθαι δεῖ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν συνωνύμων· τὸ γὰρ ζῶον περιπατεῖ καὶ ζῶον οὐ περιπατεῖ ἄμφω ἀληθῆ καὶ συνώνυμα. ἐκ δὲ τῶν δοθέντων ἐξ ἀνάγκης καὶ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ. προστέθειται διὰ τοὺς τὸ μὴ αἴτιον τιθέντας ὡς αἴτιον, καὶ διὰ τοὺς αἰτοῦντας τὸ ἐν ἀρχῇ· οἱ μὲν γὰρ οὐκ ἐξ ὧν ὁ προσδιαλεγόμενος δίδωσι, συμπεραίνουσιν, 1 τοῦ] τὸ L 2 τὸ δέμησυ N 6 ὁ om. M 10 ἡ ἄμφω N 11 ἀνδρία MN 15 ἀποκρινάμενοι ΜΝ 16 ἀπεκρινάμεθα MN 17 ἠκριβῶσθαι MN 19 ἔλεγχον L 24 περιάγειν M 26 λέγω N 29 ταυτότητας M 30 οἷον M 34 καὶ―περιπατεῖ in marg. add. N2: om. L: καὶ om. M συνώνυμα] ἐνδέχεται γὰρ τὸ μὲν περιπατεῖν τὸ δὲ μὴ τὸ ζῶον (sic) ἀλλ’ οὐ ταὐτά εἰσί in marg. add. N2 ἐκ γὰρ L 35 προστέθηται N οἱ δὲ τὸ ἀμφισβητούμενον λαμβάνουσιν ὡς ὁμολογούμενον. ζητουμένου γὰρ | εἰ ἡ ψυχὴ ἀθάνατος, εἴ τις ἄφθαρτον εἴπῃ καἲ δία τοῦτο ἀθάνατον, τὸ ἐν ἀρχῇ αἰτεῖται· οὐ γὰρ ἕτερον τοῦ ἀθανάτου τὸ ἄφθαρτον. κατὰ τὸ αὐτὸ δὲ καὶ πρὸς τὸ αὐτό, ὡς εἰ τὸ ξύλον τόδε μήκει μὲν εἴη τρίπηχυ, πλάτει δὲ δίπηχυ· τρίπηχυ· γὰρ λέγειν αὐτὸ καὶ οὐ τρίπηχυ κατ’ ἄλλο καὶ ἄλλο ἀληθές. ὡσαύτως δὲ καὶ ἐν τῷ αὐτῷ χρόνῳ τὸ μὲν διὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ τὸ δὲ διὰ τὴν τοῦ χρόνου παραλλαγήν. τὸ γὰρ Σωκράτης ὁρᾷ, Σωκράτης οὐχ ὁρᾷ κοιμώμενος ἀληθῆ, τὸ μὲν κατὰ δύναμιν καὶ καθ' ἕξιν, τὸ δὲ κατ' ἐνέργειαν. καθ' ὅσα δὲ ὁ ἀληθὴς ἔλεγχος, παρὰ τοσαῦτα καὶ ὁ ψευδής· ἃ γὰρ ἐν ἐκείνῳ τηροῦντες ὀρθοποδοῦμεν, ἐκκλίνοντες ἐν τούτῳ ψευδόμεθα. ἕλκοι δ’ ἄν τις τοῦτον τὸν παραλογισμὸν καὶ εἰς τὰ παρὰ τὴν λέξιν σοφίσματα. Πενταχῶς δὲ συμβαίνει γίνεσθαι καὶ τοὺς τὸ ἐν ἀρχῇ αἰτοῦντας, ὥσπερ ἐν τοῖς τοπικοῖς εἴρηται. φανερώτατα μὲν καὶ πρῶτον, εἴ τις αὐτὸ τὸ προκείμενον εἰς δεῖξιν λάβοι ὡς ὁμολογούμενον. οὐκ αὐτὸ μέντοι κατὰ τὰς συλλαβὰς ἢ τὰ στοιχεῖα τὸ μεταληφθησόμενον ἔσται (πῶς γὰρ ἂν λήσοι;) ἀλλὰ κατὰ δύναμιν, ὡς ἐπὶ τῶν πολυωνύμων ἔχει καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος ταὐτὸν σημαίνει. πρὸς γὰρ τὸν ζητοῦντα εἴπερ ὁ ἄνθρωπος θνητός, εἰ δοίη τις, διότι καὶ βροτός, ἢ ἡ ψυχὴ ἀθάνατος, ὅτι ἀνώλεθρος, τὸ | εἰρημένον ποιεῖ. δεύτερον δὲ ὅταν κατὰ μέρος δέον ἀποδεῖξαι τὸ καθόλου τις λάβοι, οἷον ἐπιχειρῶν ὅτι τῶν ἐναντίων μία ἐπιστήμη καθόλου τῶν ἀντικειμένων μίαν εἶναι ἀξιώσει, τὰ δ’ ἐναντία ἀντικείμενα· δοκεῖ γὰρ ὃ ἔδει αὐτὸ καθ’ αὑτὸ δεῖξαι, μετ’ ἄλλων λαβεῖν πλειόνων ὡς ὁμολογούμενον. καὶ τρίτον ὅταν γένηται τὸ ἐναντίον, εἴ τις καθόλου δεῖξαι προκειμένου κατὰ μέρος αἰτήσειεν, οἷον εἰ προκειμένου πάντων τῶν ἐναντίων μίαν εἶναι ἐπιστήμην δεῖξαι τῶνδέ τινων ἀξιώσειεν, οἷον βαρέος καὶ ὀξέος τὴν μουσικήν· δοκεῖ γὰρ καὶ οὗτος ὃ μετὰ πλειόνων ἔδει δεῖξαι, καθ’ αὑτὸ χωρὶς αἰτεῖσθαι. πάλιν εἴ τις διελὼν αἰτεῖται τὸ πρόβλημα, οἷον εἰ δέον ἅμα δεῖξαι τὴν ἰατρικὴν ἐπιστήμην ὑγιεινοῦ καὶ νοσώδους, χωρὶς ἑκατέρου αὐτὴν ἀξιώσειεν, εἰ δὲ τοῦτο, καὶ ἄμφω. καὶ πέμπτον εἴ τίς τι τῶν ἑπομένων ἀλλήλοις ἐξ ἀνάγκης αἰτήσαιτο· ἑπόμενα δὲ ἐνταῦθα ὥσπερ ἐκεῖνα, εἰ ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, καὶ ἡ πλευρὰ ἀσύμμετρος τῇ διαμέτρῳ· ἕπεται τῷ ἑτέρῳ τὸ ἕτερον. εἰ οὖν τις διὰ θατέρου πειραθείη δεῖξαι τὸ ἕτερον, τὸ ἐν ἀρχῇ ᾔτηται. φαίνονται δὲ ἐλέγχειν ἐν τοῖς τοιούτοις οἱ σοφισταὶ διὰ τὸ μὴ δύνασθαι τοὺς προσδιαλεγομένους συνορᾶν τὸ ταὐτὸν καὶ τὸ ἕτερον· Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος γίνεται, ὅταν τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνηται. πάσης γὰρ κατηγορίας ἢ ἐπὶ πλέον ἢ ἐπ’ ἴσης οὔσης, καὶ τῆς μὲν ἐπ’ ἴσης ἀντιστρεφούσης, ὡς ἐπὶ τῶν ὁρισμῶν 29 2 εἴποι M 7 παραλαγεὶν N 11 τούτῳ] τοῦτο N 14 ἐν τοῖς τοπικοῖς] Θ 13 18 εἴπερ] sic libri 19 θνητός] λογικός L 21 λάβη MN 26 ὀξέως L 31 αἰτήσοιτο MN 34 ἓν ἀρχῇ M αἰτεῖται MN 35 καὶ τὸ om. M: τὸ om. N ἔχει καὶ τῶν ὁριστῶν καὶ τῶν εἰδῶν καὶ ἰδίων καὶ ἐπὶ τῶν πολυωνύμων, τῆς δὲ ἐπὶ πλέον οὔ, ὡς ἐπὶ τῶν γενῶν καὶ εἰδῶν καὶ τῶν συμβεβηκότων καὶ καθ’ ὧν συμβέβηκεν, ὅταν τις τὸ ἐπὶ πλέον κατηγορούμενον καὶ ἑπόμενον ὡς ἐξισάζον λάβοι πρὸς τὸ μερικὸν καὶ ἡγούμενον καὶ ἀντιστρέψῃ, δοκεῖ ἐλέγχειν διὰ τὸ οἴεσθαι ἀντιστρέφειν τὴν ἀκολούθησιν. ὅταν γὰρ " τοῦδε ὄντος ἐξ ἀνάγκης τοδὶ ᾖ, καὶ τοῦδε ὄντος οἰόμεθα καὶ θάτερον εἶναι ἐξ ἀνάγκης, ὅθεν καὶ αἱ περὶ τὴν δόξαν ἐκ τῆς αἰσθήσεως ἀπάται γίνονται. πολλάκις γὰρ τὴν χολὴν μέλι ὑπελάβομεν ὅτι ξανθόν· ἕπεται γὰρ τὸ ξαν- θὸν χρῶμα τῷ μέλιτι. καὶ ἐπεὶ συμβαίνει τὴν γῆν ὕσαντος γίνεσθαι διάβροχον, κἄν ᾖ διάβροχος, ὑπολαμβάνομεν ὗσαι· τὸ δὲ οὐκ ἀναγκαῖον. ἔν τε δὲ τοῖς ῥητορικοῖς αἱ κατὰ σημεῖον ἀποδείξεις ἐκ τῶν ἑπομένων εἰσί· βουλόμενοι γὰρ δεῖξαι ὅτι μοιχὸς ἢ κλέπτης, τὰ ἑπόμενα ἀντιστρέψαντες ἔλαβον, ὅτι καλλωπιστὴς ἢ νύκτωρ πλανᾶται, ἐπὶ πλέον ὄντα· πολλοῖς γὰρ ταῦτα μὲν ὑπάρχει, οὔτε δὲ ἅπας καλλωπίζεται ἐπὶ μοιχείᾳ, οὔτ’ εἴ τις νύκτωρ πλανᾶται, κλέπτης. πάλιν, ὁ Δημόκριτος φεύγει πρὸς ἔρημον, ὁ φεύγων εἰς ἔρημον μαίνεται, ὁ Δημόκριτος ἄρα μαίνεται. ἕπεται μὲν γὰρ παντὶ μαινομένῳ φεύγειν πρὸς ἔρημον, οὐ μήν που καὶ εἴ τις φεύγει πρὸς ἔρημον, μαίνεται. οὐ γὰρ καὶ εἴ τις προσφιλοσοφῶν τῇ θεωρίᾳ καὶ διὰ τοῦτο ἡσυχίας ἐρῶν τὰ | ἀθορυβώτερα τῶν χωρίων ἐπιζητεῖ, μαίνεται, εἰ μὴ καὶ μᾶλλον ὅ τί περ κεφάλαιον σωφροσύνης ὁ αὐτὸς ἂν καὶ φρονήσεως εἴη. ὁμοίως δὲ κἀν τοῖς λογιστικοῖς ὁ Μελίσσου λόγος ἔχει. ἐπεὶ γὰρ ἕπεσθαί τί τινι διττῶς λέγεται, τὸ μὲν ὡς τὸ καθολικώτερον ἀπλῶς τῷ μερικωτέρῳ οἷα τὰ εἰρημένα, τὸ δὲ ὡς τὰ κατὰ τὴν σὺν 〈ἀντιθέσει〉 ἀντι- στροφήν, ἣ τῇ ἀναιρέσει τοὐ ἑπομένου συναναιρεῖ τὸ ἡγούμενον, ὁ Μέλισσος ἁμαρτάνει μὴ καλῶς χρώμενος· οὐ γὰρ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιρεῖ τὸ ἡγούμενον, ἀλλὰ τῇ τοῦ ἡγουμένου τὸ ἑπόμενον. συλλογιζόμενος ὅπως τὸ ὂν ἓν καὶ ἄπειρον οὕτω τίθησι· τὸ ὂν οὐ γέγονεν, τὸ μὴ γεγονὸς ἀρχὴν οὐκ ἔχει, τὸ μὴ ἀρχὴν ἔχον ἄπειρον· εἰ δὲ τοῦτο, καὶ ἕν. τὸ ἄρα ὂν ἓν καὶ ἄπειρον. κατασκευάζει δὲ τὰς προτάσεις τὴν μὲν πρώ·την οὕτως· εἰ γὰρ γέγονε τὸ ὄν, ἐξ ὄντος ἄν ἐγένετο πάντως· οὐ γὰρ ἄν ἐκ τοῦ μηδαμῆ μηδαμῶς. ἡμεῖς δὲ τὰ αὐτὰ ἂν εἴποιμεν καὶ περὶ ἐκείνω καὶ περὶ τοῦ ἀνωτέρου καὶ τοῦτο εἰς ἄπειρον· οὐκ ἄρα τὸ ὂν γέγονε. τὴν δὲ δευτέραν τὴν ‘τὸ ἀγένητον ἀρχὴν οὐκ ἔχει’ κατασκευάζει δῆθεν διὰ τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς. εἰ γὰρ τὸ γεγονός, φησίν, ἀρχὴν ἔχει, τὸ μὴ γεγονὸς ἀρχὴν οὐκ ἔχει. οὐκ ἔδει δὲ οὕτως, ἀλλ’ ἐκείνως, τὸ μὴ ἀρχὴν ἔχον οὐδὲ γέγονεν. οὐ γὰρ εἴ τι μὴ γέγονε, καὶ ἀρχὴν οὐκ ἔχει, ὥσπερ οὐδ’ εἴ τι μὴ ἄνθρω- πος, | οὐδὲ ζῶον. τὰ γὰρ οὐράνια σώματα κατὰ τοὺς ‘Eλληνικοὺς καὶ 31 παλαιοὺς λόγους ὄντα ἀγένητα ἀρχὴν ἔχει τὸ κέντρον τῆς οἰκείας ὁλότητος. οὕτω δὲ διεψευσμένος ἐν τούτῳ τὰ ἑξῆς ἐπάγει ἀκόλουθα. 4 λάβη MN 6 τόδε MN 11 ἀποδείξεις ex ἀποδείξαι corr. N 14 οὔτε γὰρ L 17 φεύγειν εἰς MN 21 λογιστικοῖς] συλλογιστικοῖς Aristoteles 23 σὺν om. MN ἀντιθέσει add. Vitelli; cf. v. 33 et Alex. f. 17 24 ἡ] ἢ M 35 οὐδὲ] οὐδὲ M 36 οὐ―γέγονε om. N 39 τοῦτο N Ἕκτος δὲ τρόπος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέμενος, ὃς καὶ μὴ παρὰ τοῦτο ἐν ἑτέροις ὠνόμασται. γίνεται δὲ ὅταν προσληφθῇ τὸ ἀναίτιον ὡς παρ’ ἐκεῖνο γινομένου τοῦ ἐλέγχου· συμβαίνει δὴ τὸ τοιοῦτον ἔνι τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς· ἐν τούτοις γὰρ ἀναίρειν τι δεῖ τῶν κειμένων· ἐὰν οὖν καταριθμηθῇ ἐν τοῖς ἄλλοις ἐρωτήμασι τοῖς καὶ ἀναγκαιοτέροις, καὶ χρησιμωτέροις πρὸς ἐξαπάτην τῷ σοφιστῇ πρὸ του συμπεράσματος δι᾿ οὗ συμβαίνει τὸ ἀδυνατον, δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος· εἰ γάρ τις ὠίη τῶν σοφιστῶν τὸ ζῶον παντὶ λευκῷ, εἶτα μὴ συνομολο- γούντων ἡμῶν πειρᾶται ἐλέγχειν, καὶ δὴ λήψεται τὸ ἀντιφατικῶς ἀντικείμενον τῆς ἡμετέρας προτάσεως μιμούμενος τὸν ἀληθῆ ἔλεγχον· φήσει γὰρ ὡς εἰ ψεῦδος τὸ τὸ ζῶον παντὶ λευκῷ, ἀληθὲς δήπου τὸ μὴ παντί, καὶ οὐκ ὅν δήπου τῷ ἀληθεῖ ἄτοπόν τι ἕψεται, καὶ συλλογίζεται οὕτως· τὸ ζῶον οὐ παντὶ λευκῷ καθ’ ὑμᾶς, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι, τὸ ζῶον ἄρα οὐ παντὶ κόρακι. ἀλλὰ μὴν τοῦτο ψεῦδος. ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολού|θησεν, αὕτη δ’ ἦν ἡ τὸ ζῶον οὐ παντὶ λευκῷ· λείπεται ἀληθὲς εἶναι τὸ παντί. ἀλλ’ οὐ παρὰ τοῦτο οὐδὲν γὰρ ἧττον συμβαίνει τὸ ψεῦδος καὶ λείποντος), ἀλλὰ παρὰ τὴν λέγουσαν πρότασιν τὸ λευκὸν παντὶ πτηνῷ. πάλιν ἡμῶν λεγόντων ‘ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ’, ὁ σοφιστὴς ἀναιρῶν οὕτω λέγει, ὡς, εἰ ἀληθές, οὐχ ἕξει τι τῶν ἑπομένων ἀδύνατον, νυνὶ δὲ ἕπεται, οὐκ ἄρα ἀληθές. ἔχει γὰρ οὕτως· εἰ γὰρ τῇ φθορᾷ ἡ γένεσις ἐναντίον ἡ καθόλου τῇ καθόλου, καὶ τῇ τινὶ φθορᾷ τὶς γένεσις ἐναντίον ἔσται· τὶς δὲ φθορὰ ὁ θάνατος· ἕξει ἄρα τινὰ γένεσιν ἐναντίον, ἐναντίον δὲ θανάτῳ οὐκ ἄλλο ἀλλ’ ἢ ζωή, ὥστ’ ἔσται ἡ ζωὴ τὶς γένεσις. εἰ δὲ τοῦτο, καὶ τὸ ζῆν ἔσται γίνεσθαι καὶ τὸ ζῶον, ᾗ ζῇ, γίνεται. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἀδύνατον ἄρα καὶ τὸ λέγειν τὴν ψυχὴν καὶ ζωὴν ταὐτόν. ἀλλ’ οὐ παρὰ τοῦτο, οὐδὲ τοῦτο τοῦ ψεύδους αἴτιον ἀφαιρεθέντος γὰρ πάλιν τὸ ἄτοπον ἔσται), ἀλλὰ τὸ τιθέναι τὸν θάνατον φθοράν· οὐ γὰρ ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος, τοῦτο δὲ οὐ φθορά. οὐ γὰρ ἅπαν τὸ χωρισθὲν ἤδη καὶ ἔφθαρται, ὡς ἐπὶ σίτου καὶ κριθῆς καὶ τῶν ὁμοίων ἔχει· ᾤχετο δ’ ἄν καὶ τὸ σῶμα καὶ ἡ ψυχὴ φθαρέντα τῷ θανάτῳ, νῦν δὲ διαμένει· καὶ ζωὴ μὲν ἐναντίον ἔσται τινὶ λύσει ὅπερ ὁ θάνατος, φθορὰ δὲ τῷ ἀψύχῳ σώματι. ἀσυλλόγιστοι μὲν οὖν οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι, πρὸς δὲ τὸ προκείμενον ἀσυλλόγιστοι, καὶ λανθάνει πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τὸ τοιοῦτον. Οἱ μὲν οὗν παρὰ τὸ ἑπόμενον καὶ παρὰ τὸ μὴ αἴτιον τοιοῦτοι, τὸ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἢ καὶ πλείω ἓν ποιεῖν γίνεται, ὅταν λανθάνῃ πλείω ὄντα καὶ ὡς ἑνὸς ὄντος ἀποδοθῇ ἀπόκρισις μία. καὶ ἐπ’ ἐνίων μὲν ῥᾴδιον ἰδεῖν 1 ὃς] ἁ MN 3 δὴ] δὲ Spengel 4 δεῖ om. L 8. 9 συγχωρούντων MN 12 ἀληθῆ N 13 καθ’ ἡμᾶς MN 14 τὸ λευκὸν―κόρακι in marg. add. L μὴν] μὲν M 15 ᾗ] ἢ Μ 16 ἡ om. MN 21 ἀληθὴς Ν εἰ δὲ Μ γένησις N 28 φθορὰ] φθορὰν N 31 καὶ τῷ N 33 φθωρὰ N 36 ἑπόμενον―τὸ δὲ παρὰ in ras. L ὅτι πλείω καὶ ὅτι οὐ δοτέον ἀπόκρισιν μίαν, οἷον πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός· ἐπ’ ἐνίων δ’ ἧττον, καὶ ὡς ἑνὸς ὄντος ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον, ἢ ἀποκρινόμενοι μὴ καλῶς ἐλέγχεσθαι φαίνονται. οἷον ἆρ’ οὗτος καὶ οὗτος ἄνθρωπός ἐστιν; ὥσθ’ ὅταν τις τύπτει τοῦτον καὶ τοῦτον, ἄνθρωπον τύπτει καὶ οὐκ ἀνθρώπους. καὶ πάλιν ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δ’ οὐκ ἀγαθά, εἰ ὁμοῦ ἐρωτηθέντα ἀπλῶς ἀγαθὰ μόνως ἢ οὐκ ἀγαθὰ δοίη τις, ἁμαρτάνει· ὁπότερον γὰρ ἄν φαίη τῶν τῆς ἀντιφάσεως μορίων, ἔστι μὲν ὡς ἔλεγχον ἢ ψεῦδος φαινόμενον δόξειεν ἄν ποιεῖν· τὸ γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ψεῦδος, οἷον πότερον ἡ σωφροσύνη καὶ δικαιοσύνη ἀκολασία τε καὶ ἀδικία ἀγαθά; οὔτε γὰρ καταφῆσαι πρὸς ταῦτα καθάπαξ καλόν, οὔτ’ ἀπαρνήσασθαι, τὸ μὲν διὰ τὰς κακίας τὸ δὲ διὰ τὰς ἀρετάς, ἀμφότερα δὲ οὐ διαλεκτικόν. καὶ ταῦτα μὲν οὕτως. ἐνίοτε δὲ προσληφθέντων τινῶν κἄν | ἔλεγχος γίγνοιτο ἀληθινὸς, οἷον εἴ τις δοίη ὁμοίως ἓν καὶ πολλὰ λέγεσθαι λευκὰ καὶ γυμνὰ καὶ τυφλὰ καὶ οὕτω προτείνοιτο, ἀρά γε ὃ ἐπὶ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν; ναί. τί δαί; εἰ λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως, οὐχὶ καὶ ἅπαντα τὰ λευκὰ χρώματα ἔσονται διακριτικὰ ὄψεως, χιών, κύκνος, γάλα καὶ τὰ λοιπά; πάλιν εἰ γυμνόν ἐστι τὸ ἐστερημένον ἐνδύματος, καὶ γυμνὰ ἔσονται τὰ ἐστερημένα ἐνδύματος· ἀλλὰ μὴν κίονες, λίθοι, ξύλα ἐστέρηνται μ·ὲν ἐνδύματος, γυμνὰ δὲ οὐ λέγονται. ἔτι εἰ τυφλὸν τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, οὐχὶ καὶ πάντα τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν, πεφυκότα δὲ ἔχειν; ἔσται γοῦν ἄμφω τὰ σκυλάκια, τό τε διὰ πήρωσιν μὴ ὁρῶν, ὃ καὶ κυρίως τυφλόν, καὶ τὸ μήπω βλέπον διὰ τὴν ἡλικίαν, ὃ καταχρηστικῶς οὕτω λέγομεν, ὁμοίως τυφλά. 6. Ἢ δὴ οὕτω διαιρετέον τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους, ὡς τοὺς μὲν παρὰ τὴν λέξιν τίθεσθαι, τοὺς δὲ παρὰ τὰ πράγματα καὶ τῆς λέξεως ἐκτός, καὶ τοσούσδε κατ’ εἴδη καὶ τοιούσδε προσονομάζειν, ὥσπερ δὴ καὶ ἐκτέθεινται, ἢ πάντας ἀνακτέον εἰς τὴν τοῦ ἀληθοῦς ἐλέγχου ἄγνοιαν, ἀρχὴν ταύτην ποιησαμένους. ἔστι γὰρ ἅπαντας ἀναλῦσαι τοὺς λεχθέντας εἰς τὸν τοῦ ἐλέγχου διορισμόν· παρὰ γὰρ τὸ ἀγνοεῖν τοὺς προσ- διαλεγομένους, ὁπόσα φυλάττεσθαι χρὴ τὸν ἀληθῶς ἐλέγξοντα καὶ ποῖα, τόπον οἱ σοφισταὶ πρὸς ἀπάτην εὑρίσκουσι. καὶ πρῶτον μὲν καθ’ ἓν τοῦτο πάντας ἀνάξομεν, εἴπερ πάντες ἀσυλλό|γιστοι, ὁ δὲ ἔλεγχος συλλογισμός τις· δεῖ γὰρ ἐκ τῶν κειμένων συμβαίνειν· τὸ συμπέρασμα, ὥστε λέγειν ἐξ ἀνάγκης ἀλλὰ μὴ φαίνεσθαι. ἔπειτα καὶ κατὰ μέρη τοῦ διορισμοῦ. ἐπεὶ γὰρ ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματος καὶ πράγματος, τῶν δὲ ἐν τῇ λέξει σοφισμάτων τὰ παρὰ τὸ διττόν, οἷον ἡ ὁμωνυμία καὶ ἀμφιβολία καὶ ἡ ὁμοιοσχημοσύνη σύνηθες γάρ, ὡς κἀν τοῖς ἔμπροσθεν ἐλέγετο) πάντα ταῦτα ὡς τόδε τι σημαίνει καὶ ἕν, τὸ κύων, τὸ 4 ὅταν τις] ὅστις M τύπτῃ N Arist. 5 ἄνθρωπον τύπτῃ N 7 μόνοις M 9 ἀγα- θῶν ex ἀγαθὸν corr. N 10 σοφροσύνη N 15. 16 τί δὲ MN 20 ἔχοντα N πεφυκότα N οὐχὶ―ἔχειν (21) om. N 23 βλέπων N 37 δὲ om. MN 39 ἐγένετο M Comment. Aristot. XXIII 4. Paraphr. in Sophist. elenchos. 2 σιγῶντα λέγειν, τὸ ἀλγεῖν καὶ ποιεῖν, πῶς ἄν εἶεν ἔλεγχοι ἀληθεῖς ἢ συλλογισμοὶ πρότασιν ὑγιᾶ μὴ ἔχοντες; ἡ δέ ἐστιν ἡ ἓν καθ’ ἑνὸς σημαίνουσα· ἡ δὲ σύνθεσις καὶ διαίρεσις καὶ ἡ προσῳδία ἐκπίπτουσι πάλιν διὰ τὰ αὐτὰ ἴσως, καὶ τὸ μὴ τὸν αὐτὸν εἶναι τὸν λόγον συντιθέμενον ἢ διαιρούμενον ἢ τὸ ὄνομα τὸ διαφέρον· ἄλλο γὰρ σημαίνει ὅρος δασυνόμενον καὶ ἄλλο ψιλούμενον· ἔδει δὲ καὶ τοῦτο καθάπερ τὸ πρᾶγμα ταὐτὸν εἶναι, εἰ μέλλει ἔλεγχος ἢ συλλογισμὸς ἔσεσθαι. νυνὶ δὲ ὅρος δοὺς τὸν ὁρισμὸν δασυνόμενον τὸ ὄρος συνάγει ψιλούμενον. ὁ μέντοι γε φιλοσόφως συλλογιζόμενος οὐδ’ ἐπὶ τῶν πολυωνύμων καὶ ἐφ’ ὧν ἓν τὸ πρᾶγμα κἀν τοῖς διαφόροις ὀνόμασιν ἕτερον ἀνθ’ ἑτέρου συναγαγεῖν ἐπιβαλεῖ, μήτοι γε ἐν τοῖς τοσοῦτον διεστη- κόσιν. οὐ γὰρ λώπιον ἐν προτάσει δοὺς ἱμάτιον συμπεράναιτο ἀλλὰ λώπιον· πρὸς γὰρ τῷ τὴν παράδοσιν ἐκκλίνειν τῷ μὴ ἐκ τῶν κειμένων συνάγειν καὶ δευτέρας ἐρωτήσεως χρεία, εἴπερ ταὐτὸ σημαίνει τῷ ἱματίῳ, πρὸς τὸν ζητοῦντα τὸ διὰ τί. οἷον εἴ τις οὕτω τίθησι τὸ λώπιον κρύους καὶ καύσωνος κωλυτικὸν τῷ σώματι· τὸ τοιῶνδε παρεκτικὸν χρήσιμον’, τὸ λώπιον ἄρα χρήσιμον· ἀληθὲς μὲν γὰρ καὶ τὸ ἱμάτιον ἀντὶ τοῦ λωπίου χρήσιμον εἰπεῖν, ἀλλ’ οὐ συλλελόγισται, καὶ προσερωτήσει δὲ εἴ τις κοινωνία λωπίου καὶ ἱματίου. Καὶ οὕτω μὲν οἱ ἐν τῇ λέξει ἓξ παραλογισμοὶ παρὰ τὸν πρῶτον διορισμὸν εἰς τὴν τοῦ ἐλέγχου ἀνήχθησαν ἄγνοιαν· οὐδεὶς γὰρ τὸ αὐτὸ τοῦ αὐτοῦ κατέφησε καὶ ἀπέφησεν· οἱ δὲ παρὰ τὸ συμβεβηκός, ἵνα καὶ πρὸς τοὺς ἐκτὸς τῆς λέξεως ἀπίδωμεν παραλογισμούς, ὁρισθέντος τοῦ συλλογισμοῦ φανεροὶ γίνονται διαμαρτόντες. τὸν δὲ αὐτὸν ὁρισμὸν δεῖ καὶ τοῦ ἐλέγχου εἶναι ὅνπερ καὶ τοῦ συλλογισμοῦ, πλὴν προσκεῖσθαι τὴν ἀντίφασιν· ἔστι γὰρ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως ἐχούσης τοὺς εἰρημένους διορισμούς. εἰ οὖν μὴ ἔστι συλλογισμὸς τοῦ συμβεβηκότος, οὐδὲ ἔλεγχος ἐγχωρεῖ εἶναι ἀπὸ τοῦ συμβεβηκότος. οὐκ ἔστι δέ· οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι, καὶ τοῦδε τόδε, ἤδη ἀνάγκη καὶ τὸ πρῶτον τῷ ἐσχάτῳ ἐνεῖναι, οἷον εἰ τοῦ κύκνου † λευκοῦ ὄντος, τὸ δὲ χρῶμα, οὐκ ἤδη ὁ κύκνος χρῶμα. οὐδ’ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν τὰς τρεῖς γωνίας ἴσας ἔχει, συμβέβηκε δὲ αὐτῷ σχήματι | εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ἤδη καὶ πᾶν σχῆμα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει· πάλαι γὰρ τὸ οὕτω λέγειν ἐλήλεγκται· οὐ γὰρ ᾗ σχῆμα οὐδ’ ᾗ πρῶτον, ἀλλ’ ᾗ τρίγωνον ἡ ἀπόδειξις πρόεισιν. πρῶτον δὲ καὶ ἀρχὴ τῶν σχημάτων τὸ τρίγωνον, εἴπερ τούτῳ τἄλλα καὶ συντίθεται καὶ διαλύεται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥστε εἰ ὁ ἔλεγχος συλλογισμός τις, οὐκ ἄν εἴη ἔλεγχος κατὰ συμβεβηκὸς ἀληθής. ἀλλὰ παρὰ τοῦτον καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπὸ τῶν ἀνεπιὄρος 5 L 6 μέλλοι MN 7 ὅρους N 7. 11 δοὺς] fort, δόντος 9 κἄν M 11 post γὰρ add. εἰ L ἐν τῇ προτάσει MN συμπεράνοιτο libri 14 εἴ τις om. M 15 τοιῶνδε ἐκ τοιόνδε corr. L 23 ἁμαρτάνοντες MN δὲ] γὰρ Aristoteles 26 οὐδὲ―συμβεβηκότος (27) om. N 27 συμβεβηκότες L 28 τὸ ex τῷ corr. L 29 λευκοῦ ὄντος] ὄντος λευκόν ἐστιν Spengel 30 δύο ὀρθαῖς MN 33 αὐδὴ πρῶτον N 35 καὶ διαλύεται om. M 37 τεχνηταὶ N στημόνων ἐλέγχονται· κατὰ συμβεβηκὸς γὰρ ποιοῦνται τοὺς συλλογισμοὺς πρὸς τοὺς εἰδότας. οἱ δὲ οὐ δυνάμενοι διαιρεῖν, ποῖα δεῖ κατηγορεῖν καὶ ὅπως, ἢ ἐρωτώμενοι διδόασιν ἢ οὐ διδόντες οἴονται δεδωκέναι. Οἱ δὲ παρὰ τὸ πῆ καὶ ἁπλῶς παραλογισμοὶ ἀνάγονται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ αὐτοί, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἀπόφασις· τοῦ γὰρ πῆ λευκοῦ τὸ πῆ οὐ λευκόν, τοῦ δὲ ἁπλῶς λευκοῦ τὸ ἁπλῶς οὐ λευκὸν ἀπόφασις. εἰ οὖν δόντος τὸ πὴ εἶναι λευκὸν τὸν Αἰθίοπα ὡς ἁπλῶς εἰρημένον λαμβάνει, οὐ ποιεῖ ἔλεγχον· οὐ γὰρ ἐκ τῶν δεδομένων συλλογί- ζεται, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ τί ἐστιν ἔλεγχος. Φανερώτατα δὲ πάντων οἱ πρότερον λεχθέντες παραλογισμοί, λέγω δὴ τοὺς περὶ τὴν λέξιν, παρὰ τὸν τοῦ ἐλέγχου γίνονται διορισμόν, διὸ καὶ οὕτω προσηγορεύθησαν· παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν καὶ τὸ ὑπερβαίνειν τῶν ἐν | τῷ τοῦ ἀληθοῦς ἐλέγχου ὁρισμῷ τηρουμένων ἡ φαντασία τῆς 38 ἀπάτης γίνεται. διαιρουμένοις οὖν οὐτῶ τοῖς τοιούτοις σοφίσμασι κοινὸν. ἐπὶ πᾶσι θετέον τὴν τοῦ ὁριστικοῦ λόγου ἔλλειψιν. Πάλιν δὲ ἐπὶ τοὺς ἐκτὸς τῆς λέξεως ἐρχόμενοι λέγομεν, ὡς καὶ οἱ λαμβάνοντες τὸ ἐν ἀρχῇ καὶ οἱ τὸ ἀναίτιον ὡς αἴτιον τιθέμενοι δῆλοι διὰ τοῦ ὁρισμοῦ τοὐ ἀληθοῦς ἐλέγχου ὡς παρὰ τὴν τούτου ἄγνοιαν καὶ τὴν ἔλλειψιν γίνονται. δεῖ γὰρ ἐν τοῖς κυρίως συλλογισμοῖς τὸ συμπέρασμα γίνεσθαι τῷ ταῦτα εἶναι καὶ ὡς ἀπ’ αἰτίων γεννᾶσθαι τῶν προτάσεων ἕτερον ὂν ἐκείνων, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις, καὶ μὴ συναριθμεῖσθαι τὸ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ. Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος, καὶ εἰ ἐκεῖνοι πίπτουσι τοῦ διορισμοῦ ἐκτός, καὶ οὗτοι· οὗ γὰρ τὸ ὅλον, καὶ τὸ μέρος. διαφέρουσι δὲ καὶ ἀλλήλων τῷ τοὺς μὲν κατὰ συμβεβηκὸς περαίνειν ἁπλῶς καὶ μὴ ἀντιστρέφειν, τοὺς δὲ παρὰ τὸ ἑπόμενον ἀντιστρέφειν, καὶ ὥσπερ δὶς τὸ αὐτὸ λαμβάνειν τῇ μεταποιήσει. διὰ τοῦτο καὶ τὸν μὲν ἐφ’ ἑνὸς λέγομεν τὸν δὲ ἐν πλείοσι· τὰ γὰρ ἑνὶ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν. ἔστι δ’ οὐ πάντως ἀληθῶς· οὐ γάρ, εἰ ὁ κύκνος λευκόν, καὶ τὸ λευκὸν πάντως κύκνος. ἢ πάλιν ὡς ἐν τῷ Μελίσσου λόγῳ | τὸ αὐτὸ εἶναι λαμβάνει τὸ γεγονέναι καὶ ἀρχὴν ἔχειν· ἐπεὶ γάρ, φησί, τὸ γεγονὸς καὶ τὸ πεπερασμένον εἰσὶ ταὐτὰ τῷ ἔχοντι ἀρχήν, ἔσται λοιπὸν καὶ τὸ γεγονὸς καὶ τὸ ἔχον ἀρχὴν ταὐτά. ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν· οὐ γάρ, εἰ τὰ τὸ αὐτὸ κατὰ ποσὸν μέγεθος λαμβάνοντα ἴσα γίνεται, καὶ τὰ ἴσα γινόμενα ἓν μέγεθος λαμβάνει, οἷον εἴπερ Σωκράτης καὶ Θεαίτητος ἴσοι τρι- πήχεις γὰρ ἄμφω), ἤδη που καὶ ἓν κατ’ ἀριθμὸν καὶ ταὐτὸν μέγεθος ἔχουσιν. ἐπὶ πᾶσι γὰρ τὸ ἑπόμενον καθόλου ὡς ἰσάζον λαμβάνει. ἐπισκεπτόμενοι δὲ καὶ ἄλλως οἱ τοιοῦτοι παραλογισμοὶ τὸ ἀσύστατον ἔχουσιν. δύο γὰρ καταφάσεις ἐν δευτέρῳ λαμβάνουσι σχήματι. 2 οὐ om. M δεῖ] δὴ L 10 λέγω δὴ post λέξιν ponit L 11 περὶ LN Alex.: παρὰ M 14 οὕτω om. MN 18 ἔλεγχον M 20 ἀπ’ om. M 21 ἐν τοῖς ἐναντίοις M 24 οὐ γὰρ N 30 ἐν τὰ M 32 ἔχοντι] ἔχειν L 33 ἴσους N: ἴσως M Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ἐν τῷ μὴ διαρθροῦν ἡμᾶς τὸν τῆς προτάσεως λόγον. πρότασις γάρ ἐστιν ἡ ἓν καθ’ ἑνὸς, κατηγοροῦσα ἢ ἀποφάσκουσα· ἑκάτερος γὰρ τῶν κειμένων ὅρων ἓν ἀξιοῦται σημαίνειν πρᾶγμα, οἷον ἄνθρωπος καὶ λεῦκον ἕνος ἑκάτερος έσται δηλωτικὸς καὶ οὐ πλειόνων. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ οὖν μία πρότασις ἡ ἓν καθ’ ἑνὸς ἀξιοῦσα, καὶ ἁπλῶς ἔσται πρότασις ἡ τοιαύτη ἐρώτησις. ἐπεὶ δὲ συλλογισμὸς ἐκ προτάσεων, ἡ δὲ πρότασις ἓν καθ’ ἑνός, φανερὸν ὅτι καὶ οὗτος ἔσται ἐν τῇ ἐλέγχου ἀγνοίᾳ· φαί|νεται γὰρ εἶναι πρότασις ἡ οὐκ οὖσα πρότασις. ἄν τοίνυν πλειόνων ἐρωτημάτων προτεθέντων παρὰ τοῦ σοφιστοῦ ἐποιήσατο τὴν ἀπόκρισιν ὁ προσδιαλεγόμενος ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος· εἰ δὲ μὴ δέδωκε φανερῶς, ἀλλὰ φαίνεται τῷ σιωπῆσαι ἢ τῷ διστάσαι, φαινόμενος. ὥστε πάντες οἱ τρόποι πίπτουσιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. τί δὲ κωλύει καὶ πάλιν ἀναλαβεῖν καὶ δὶς τὰ αὐτὰ διὰ τὸ σαφέστερον ἐπελθεῖν καὶ λύσιν τινὰ μετρίαν πρὸ τῆς ἀκριβεστέρας καὶ μείζονος κἀντεῦθεν δοῦναι τοῖς παραλογισμοῖς; οἱ μὲν οὖν παρὰ τὴν λέξιν, ὡς εἴρηται, πεσοῦνται πάντες ἐκτὸς τοῦ διορισμοῦ, ὅτι οὐκ ἀληθῆ συν- άγουσιν ἀντίφασιν, ὅπερ ἦν τοῦ κυρίως ἐλέγχου, ἀλλὰ φαινομένην· τὸ γὰρ κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ οὐκ ἀντίφασις, ὡς συναληθεύουσα ἐπ’ ἄλλου καὶ ἄλλου λαμβανομένη· οἱ δ’ ἄλλοι παρὰ τὸν τοῦ συλλογισμοῦ ὁρισμὸν ἐλλείψαντός του τῶν παρατετηρημένων οἷς ὅ τε ἀπλῶς συνίσταται συλλογισμὸς καὶ ὁ ἀληθὴς ἔλεγχος. 7, Γίνεται γοῦν ἡ ἀπάτη ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν ἀμφίβολον λόγον τῷ μὴ δύνασθαι διαιρεῖν ἡμᾶς τὸ πολλαχῶς λεγόμενον. ὁ γὰρ συναισθόμενος, κατὰ πόσων σημαινομένων τὸ κύων ἢ τὸ σιγῶντα φέρεται, καὶ διελόμενος ἧττον ἐν τοῖς τοιούτοις ἀπατηθήσεται· ἐργῶδες δὲ τοῦτο ποιεῖν αὐτίκα καὶ τοῖς εἰς ἄκραν ἕξιν λογικὴν | ἀφιγμένοις. ἔστι γὰρ ἃ κἀκείνοις οὐκ εὔπορον διελεῖν ἁγωνιζομένοις ἀθρόως, οἷον τὸ ὄν, τὸ ἓν καὶ τὸ ταὐτόν. ἴσως δ’ ἄν διαιρεθεῖεν τό τε ὂν ἐν τοῖς δέκα γένεσι καὶ ἐν τῷ δυνάμει καὶ ἐνεργείᾳ, καὶ ταὐτόν τι ἕτερον ἑτέρῳ πάλιν ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ ἕν. τῶν δ’ αὖ περὶ τὴν σύνθεσιν καὶ διαίρεσιν ἡ ἀπάτη τῷ μηθὲν οἴεσθαι διαφέρειν συντιθέμενον τὸν λόγον ἢ διαιρούμενον καὶ καταφρονεῖν ὡς οὐδὲν πρᾶγμα· τὸ δὲ διαφέρει πάμμεγα. καὶ ἴσως ἔν τισι ταὐτὸν καὶ ἡνωμένος καὶ διῃρημένος ὁ λόγος σημαίνει ὡς ἐπὶ τῶν ὁρισμῶν ἔχει, οὐκ ἐπὶ πάντων δέ. ὁμοίως δὲ καὶ τῶν παρὰ τὴν προσῳδίαν ἡ ἀπάτη· οὐ γὰρ ἄλλο δοκεῖ σημαίνειν τοῖς ἐρωτωμένοις ἀνιέμενος καὶ ἐπιτεινόμενος ὁ λόγος. ἐπ’ οὐδενὸς γὰρ ἢ οὐκ ἐπὶ πολλῶν τὸ τοιοῦτον εὕροι τις ἄν· ἐπὶ γὰρ τῶν πλείστων πρὸς τὴν διαφορὰν τοῦ τόνου ἢ τοὐ πνεύματος καὶ ἡ τῆς λέξεως ἀκολουθεῖ σημασία. Θάλης μὲν γὰρ καὶ Θαλῆς ταὐτὸν σημαίνει· 1 τὸ om. LN 4 σημαίνει M 9 ἂν] sic libri 12 τὴν om. M 14 ἀπελ- θεῖν LM πρὸς N 20 παρατηρημένων M 22 οὖν MN 23 τὸν ex τῶν corr. L 25 φέρεται] φαίνεται N 27 λογικὸν M 32 διαφέρει M 35 τὴν om. MN 37 τὸ τοιοῦτον om. MN ἄμφω γὰρ ἑνὸς ὀνόματα κύρια· τὸ δὲ ἄτης καὶ ἁγνὸς καὶ ἀργὸς καὶ Ἀργὸς ἕτερα. ποικίλη δὲ καὶ ἡ κτὰ τὴν ὁμοιότητα τῆς λέξεως ἀπάτη, οἷον ἐπὶ· τῶν ῥημάτων· ἢ γὰρ ἐνεργητικῶς μὲν προφέρονται, πάθος δὲ σημαίνουσιν , ὡς τὸ ὁρᾶν καὶ ἀκούειν, ἢ τὸ ἀνάπαλιν, ὡς ἀγωνίζεσθαι, μέμφεσθαι. ἔτι δὲ τὸ κινεῖν καὶ τὸ νοσεῖν ὅμοια μὲν τῇ προφορᾷ, ὥσπερ καὶ τὸ τύπτεσθαι καὶ λοιδορεῖσθαι. ἕτερα δὲ τῷ σημαινομένῳ· τὸ μὲν γὰρ ἐνέρ|γειαν ἐν ἀμφοτέροις τὸ δὲ πάθος παριστάνει. ὅταν γοῦν ἁπλῶς τὰ τῇ προφορᾷ ταὐτὰ καὶ τῷ πράγματι θήσομεν, ἀπατώμεθα· χαλεπὸν γὰρ ἐν τούτοις διελεῖν, ποῖα ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται· σχεδὸν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι ·τοῦ θεωρεῖν τὸ ἀληθές. μάλιστα δὲ ἐπίσταται συνεπινεύειν καὶ συμπείθειν ταὐτὰ τὰ ἕτερα οἴεσθαι οὐ μόνον τὸ ἀδυνατεῖν διαιρεῖν ἀπ’ ἀλλήλων τὰ ἐνεργοῦντα ἢ πάσχοντα, ἀλλὰ καὶ τὸ ὑπολαμβάνειν τὸ καθόλου ταὐτὸν εἶναι τῷ μερικῷ· ἄνθρωπος γὰρ ὅ τε καθόλου καὶ ὁ Σωκράτης ὁμοίως ἑνικῶς προφέρονται. ὅταν γάρ τι κατά τινος κατηγορῆται, ὑπολαμβάνομεν ἐν τῷ σχήματι τῆς προσηγορίας τόδε τι εἶναι καὶ ἑνιαῖον καὶ μερικὸν καὶ τῷ ἀριθμῷ ἕν. οὐχ οὕτω δὲ ἐν πᾶσιν ἔχει, ἀλλὰ τῇ μὲν μερικῇ καὶ ἀτόμῳ οὐσίᾳ τοῦτο κἀν δοίη τις ταύτῃ γὰρ δοκεῖ μάλιστα π·αρέπεσθαι τὸ τόδε τι καὶ τὸ ὡρισμένον καὶ μοναδικὸν ὄν), ταῖς μέντοι καθόλου καὶ ἀπλῶς, τοῖς γένεσι καὶ τοῖς εἴδεσιν, οὐ τὸ τόδε μᾶλλον ἢ τὸ τοιόνδε προσήκει· ποιὰν γάρ τινα πλήθους ἀφορίζεται σχέσιν. τάττεται δὲ ὁ παρὰ τὸ σχῆμα τρόπος ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι. πρῶτον μὲν οὖν ἐν τούτοις ἡ ἀπάτη γίνεται μετ’ ἄλλων σκοπουμένοις ἢ καθ’ αὑτούς· ἡ μὲν γὰρ μετ’ ἄλλου σκέψις διὰ λόγων καὶ ὀνομάτων, ἡ δὲ καθ’ αὑτὸν οὐχ ἧττόν δι’ αὐτοῦ τοῦ πράγματος. συμβαίη δ’ ἄν ποτε καὶ καθ’ αὑτὸν ἀπατηθῆναι, ὅταν πρὸς τὸν λόγον ἢ τὰ ὀνόματα | τὴν σκέψιν ποιῆται. δεύτερον δὲ ὅτι ἡ μὲν ἀπάτη ἐκ τῆς ὁμοιότητος, ἡ δὲ ὁμοιότης ἐκ τῆς λέξεως. τῶν δὲ παρὰ τὸ συμβεβηκὸς καὶ ἐκτὸς τῆς λέξεως διὰ τὸ μὴ δύνασθαι διακρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλά, μηδὲ ποῖα τῶν κατηγορημάτων τῷ τε κατηγορουμένῳ καὶ τῷ ὑποκειμένῳ ταυτίζεται, ποῖα δ’ οὔ· οὐ γὰρ ἓν τὸ ἐν κύκνῳ λευκὸν καὶ ὁ κύκνος οὐδὲ ταὐτόν, εἰ καὶ τὸ ὑποκείμενον ἓν ὥσπερ ἀνάβασις καὶ κατάβασις. ὁμοίως δὲ καὶ τῶν παρὰ τὸ ἑπόμενον. ὅτι γὰρ ἐπὶ πολλῶν φαίνεται τὸ ἑπόμενον ἀντιστρέφειν, ὡς ἐπί τε τῶν ἰδίω καὶ τῶν εἰδῶν καὶ τῶν ὁρισμῶν καὶ ὁριστῶν, καὶ ἐπὶ πάντων οὕτως ἔχειν ἀξιοῦται. οὐκ ἔστι δέ· οὐ γάρ, εἰ τόδε ἀπὸ τοῦδε μὴ χωρίζεται, οὐδὲ θάτερον ἀπὸ θατέρου, οἷον εἴπερ τὸ μέλι τοῦ ξανθοῦ ἐκτὸς οὐχ εὑρίσκεται, καὶ τὸ ξανθὸν ἤδη τοῦ μέλιτος ἀχώριστον. τῶν δὲ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ τῶν παρὰ τὸ πὴ 8 πράγματι θήσομεν L: πράγματι θῶμεν M: πρᾶγμα τιθῶμεν N 10 τούτου M 13 ταὐτὸν εἶναι τὸ καθόλου MN 14 προφέρονται ex προφέροντος corr. N 15 κατη- γορεῖται N 22 πρῶτον μὲν ὅτι Aristoteles; cf. v. 26 ἡ ἀπάτη] μᾶλλον ἡ ἀπάτη Aristoteles 29 καὶ τὸ L 29. 30 ταυκτίζεται M 30 τὸ ex xai corr. N 32 ὅτι oe M 34 ἀξιοῦνται LN 26 μερὶ N τοῦ (ante μέλιτος) om. M καὶ ἁπλῶς ἐν τῷ παρὰ μικρὸν ἡ ἀπάτη· ὡς γὰρ οὐδὲν προσσημαῖνον τὸ τὶ ἤ πῆ ἢ τὸ ἁπλῶς ἢ τὸ πῶς ἢ τὸ νῦν καθόλου συγχωροῦμεν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ λαμβανόντων καὶ τῶν ἀναιτίων, καὶ· ὅσοι τὰ οε πλείω ἐρωτήματα ὡς ἓν ποιοῦσιν· ἐν ἅπασι γὰρ ἡ ἀπατη διὰ τὸ παρα μικρόν. οὐ γὰρ ἀκριβοῦμεν οὔτε τῆς προτάσεως οὔτε τοῦ συλλογισμοῦ τὸν ὅρον τῷ μηδὲν ὑφορᾶσθαι ἀπαντή|σειν τῇ βραχύτητι τοῦ παροφθέντος καὶ τῷ μᾶλλον συγκεχύσθαι ἐν ταῖς μετ’ ἄλλου σκέψεσιν. 8. ἐπεὶ δ’ ἔχομεν παρ’ ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί, ἔχομεν καὶ παρ’ ὁπόσα οἱ σοφιστικοί· ταὐτὸν γὰρ ἄμφω, ἢ μικρὸν τὸ διάφορον. παρὰ δὲ τοὺς τρισκαίδεκα τρόπους ἐκεῖνοι· παρὰ τοσούτους καὶ οὗτοι. καλῶ δὲ σοφιστικὸν καὶ φαινόμενον ἔλεγχον οὐ μόνον τὸν ἁμαρτόντα τοῦ εἴδους τοὐ συλλογιστικοῦ, ὡς ἂν ἐκ δύο μερικῶν ἢ ἀποφατικῶν ἔν τινι τῶν σχημάτων ἢ ἐξ ὅλων καταφατικῶν ἐν τῷ μέσῳ πλεκόμενον, ἀλλὰ καὶ τὸν ὑγιαίνοντα μὲν ἐν τούτῳ, φαινόμενον δὲ καὶ οἰκεῖον τοῦ πράγματος ὡς ἄν ἐκ τῶν ἀρχῶν τῆς προκειμένης ἐπιστήμης ἀγόμενον, μὴ μέντοι διὰ τέλους τοῦτο φυλάττοντα, ἀλλὰ τοῖς ἀληθέσιν ἔξω ψευδῆ παρενείροντα. εἰσὶ δ’ οὗτοι οὓς καὶ πειραστικοὺς ἐν τοῖς κατ’ ἀρχὰς ὡριζόμεθα. τὸ γὰρ δεικνύειν τὴν μίαν τοῦ τριγώνου πλευρὰν μείζονα τῶν λοιπῶν ἐναντίον ἢ τὸ ἀληθὲς ἔχει· παντὸς γὰρ τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι πάντη μεταλαμβανόμεναι. πῶς μὲν γεωμετρικὸς ὁ λόγος, τῷ ἀπλῶς τρίγωνα λαμβάνειν καὶ γραμμὰς ἐκτείνειν καὶ κύκλους περιάγειν, τῷ δ’ αὖ ἄγειν μὴ ὡς ἂν ἀχθεῖεν, καὶ γράφειν μὴ ὡς ἄν γραφεῖεν οὐ γεωμετρικός. ὅθεν συνθλίβει μὲν ὁ πειραστικὸς εἰς ἀντιφάσεις τὸν προσποιύμενόν του ἐπιστήμονα εἶναι καὶ ἐπ’ ὠφελείᾳ ἔστιν οἷς ἀφαιρεῖται γὰρ αὐτῶν τὴν ματαίαν δοξοσοφίαν), φαινόμενος δέ, ὥς γε εἴρηται, οἰκεῖος τοῦ πράγματος πάντη οὐκ ἔστιν· οὐ γὰρ ἂν ἴσχυσεν ἐλέγξαι τοιοῦτος ὁ παρὰ Πλάτωνι εὐθύφρων καὶ Γοργίας. ἐπεὶ δὲ ἡ διαλεκτικὴ ἐκ τῶν κοινοτάτων ἀρχῶν καὶ ἐνδόξων λαμβάνει, ἐδείχθη δὲ καὶ ἡ πειραστικὴ ἐκ τῶν προσεχῶν τῇ κατὰ μέρος ἐπιστήμῃ καὶ ἰδίων, εἴη ἄν τις ἐν ταύταις κοινωνία, καὶ ἔστιν ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς, καὶ δύναται ψεῦδος συλλογίζεσθαι δι’ ἄγνοιαν τοῦ διδόντος τὸν λόγον. διαφέρουσι δὲ ἀμφότεραι τῆς σοφιστικῆς ὡς αἱ μὲν δῆλον ποιοῦσιν ἀντίφασιν συλλογιζόμεναι τῆς τοῦ ἀποκρινομένου θέσεως οὐ γὰρ ἐρωτῶσιν ὁμώνυμα καὶ ἀμφίβολα καὶ τοιαῦτά τινα), οἱ μέντοι σοφισταὶ ἄν ποτε καὶ συλλογίζονται τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος· καὶ γὰρ τὸν εἰδότα ἐμποδίζουσι τούτοις τοῖς λόγοις· ὁμώνυμα γὰρ ἐρωτώντων καὶ ἀμφίβολα οὐδεὶς οἶδε τῶν ἀκροωμένων, εἰ τὴν ἀντίφασιν συνάγουσι. 1 ὥσπερ οὐδὲν M προσημαίνει L 4 ὡς om. M 6 τῷ] τὸ M παραφθέντος MN 7 τὸ M 9 ταὐτὰ MN 9. 10 τι διάφορον MN 11 ἀμαρτάνοντα M 12 συλλογισμοῦ M μερικὸν N 12. 13 ἔν τινι τῷ σχήματι M 13 καταφατικῶν ex καταφατικὸν corr. N 14 τὸν] τῶν N τοῦτο N 18 δεικνύναι MN 21 ἐκτείνυν L 24 ἀπ’ N αὐτὸν L 26 τοιοῦτος] fort. τοιούτως 29 μετὰ μέρος Μ ἐν ex ἀν corr. L: κἀν N: κἂν Μ 34 συλλογίζωνται MN Τοσαῦτα γοῦν παρειπόντες πάλιν ἀνιόντες λέγομεν. ὅτι μὲν οὗν ἔχοἐντεῦθεν· ἐντεῦθεν· παρ’ ὅσα γὰρ φαίνεται τοῖς ἀκούουσιν ὡς ἠρωτημένα συλλελογί- σθαι καλῶς, παρὰ ταῦτα κἄν τῷ ἀποκρινομένῳ δόξει. ἀπατηθήσεται δὲ ὁ ἀκροατὴς ἢ διὰ τὴν ὁμωνυμίαν ἢ ἀμφιβολίαν ἢ ἄλλο τι τῶν | ἀπηριθμημένων, καὶ ὁ ἀποκρινόμενος παρά τι τούτων κατασεσοφίσθαι δόξει· ὃ γὰρ μὴ ἐρωτώμε.νός τις ἔνδοθεν καὶ σιγῶν καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ συνένευσε, κἄν ἐρωτηθεὶς θείη, καὶ ἄλλῳ ἐρωτωμένῳ μὴ διδόντι δυσχερανεῖ. οἱ γὰρ ἀκροαταὶ ἐν ταῖς διαλέξεσι κριταὶ τῆς νίκης τοῖς ἀγωνιζομένοις κάθηνται· ὡς γοῦν οὗτοι διατεθῶσι, τοῖς λόγοις τὸ κῦρος ἕπεται. πλὴν ἐπί τινων διὰ τὸ πρόδηλον, οἷον ἐν τοῖς παρὰ ·τὴν λέξιν καὶ τὸν σολοικισμὸν συμπεραινομένου τοῦ σοφιστοῦ οὐκ ἄφωνοι μένουσιν οὔθ’ οἱ ἀκροαταὶ οὔθ’ οἱ ἀποκρινόμενοι, ἀλλ’ ἅμα συμβαίνει προσερωτᾶν αὐτοὺς τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζειν, οἷον ὁ Σωκράτης καθήμενος βαδίζει ἐλέγξει γάρ, ὡς παρείθη τὸ δύναται), καὶ ἔστιν ἄρα λίθον· οὔ φασιν, ἀλλ’ ἔστι λίθος. εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσι, δῆλον ὅτι παρὰ τοσαῦτα ἄν καὶ τῶν ψευδῶν εἴησαν συλλογισμοί. ὁ δὲ φαινόμενος ἔλεγχος παρὰ τὴν ἔκπτωσιν τῶν μορίων τοῦ ἀληθοῦς, καὶ εἴπερ οὐκ ὄχλος τὰ αὐτὰ διὰ τὸ σαφὲς πολλάκις λέγειν, ἐπεὶ ἀληθὴς ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ τἄλλα, φανείη ἄν ψευδὴς ἔλεγχος ἑκάστου τῶν μορίων ἐκλείποντος τῶν κατὰ τὸν ἀληθῆ. οἷον ὁ παρὰ τὸ μὴ αἴτιον τιθέμενος ὡς αἴτιον καὶ ἀπάγων εἰς τὸ ἀδύνατον οὐκ ἐκ τῶν κειμένων ἤχθη οὐδὲ τῷ ταῦτα εἶναι συμ|βέβηκεν βέβηκεν (ἔδει δέ), καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὴν πρότασιν, ὅ τε κατὰ συμβεβηκὸς παρὰ τὴν ἔλλειψιν τοῦ καθ’ αὑτό τούτῳ συνυπήχθη καὶ ὁ παρὰ τὸ ἑπόμενον)· ἔτι τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ ψιλοῦ τοῦ λόγου καὶ τοῦ ὀνόματος συνάγειν τὴν ἀντίφα- σιν, ὡς ἐπὶ τῶν ὁμωνύμων καὶ ὁμοιοσχημόνων καὶ ἀμφιβόλων καὶ τῶν παρὰ προσῳδίαν, ὅ τε κατὰ σύνθεσιν καὶ διαίρεσιν παρά τε τὸ ἐνδεῆ ληφθῆναι τὸν] ἐν τῷ συμπεράσματι #x003E; κατηγορούμενον τῆς πρώτης θέσεως καὶ τὸ φύρειν τὸ δυνάμει καὶ ἐνεργείᾳ. παρὰ τὴν ἔλλειψιν δὲ καὶ τοῦ τῆς προτά- σεως ὅρου καὶ τοῦ συλλογισμοῦ ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς· οὐ γὰρ ἐκ τῶν δοθέντων. πῆ γὰρ ἢ ποῦ ἢ πρός τι ἢ ποτὲ δοθέντος εἶναι ἢ μὴ εἶναι ἁπλῶς ἐπάγει, ἢ τὸ ἔμπαλιν, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτό. ἔτι παρὰ τὸ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ ὁ τὸ ἐν ἀρχῇ λαμβάνων. ὥστ’ ἔχομεν, παρ’ ὅσα μὲν γίνονται οἱ παραλογισμοί· παρὰ πλείω δὲ οὐκ ἂν εἶεν, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες. Ὑπὲρ ἁπάντων δὲ κοινῶς ἀποφαινόμενοι λέγομεν ὡς πᾶς σοφιστικὸς ἔλεγχος ἢ συλλογισμὸς οὐχ ἁπλῶς ἐστι συλλογισμὸς ἢ ἔλεγχος, ἀλλὰ πρός 1 ὅτι―ἔχομεν om. M: οὖν om. N 4 κἀν L δόξει L: δόξειεν MN δὲ om. M 10 γοῦν] ἄν οὖν MN 11 τὴν om. MN 17 συλλογισμοί] παρ’ ὅσα καὶ ὁ φαινόμενος ἔλεγχος add. Aristoteles 23 ἔδει δέ om. M 29 τὸν dclevi, cf. p. 7, 16: τῶν N τὸ addidi 30 φέρειν N 33 ἀπάγοι N 34 συναριθμούμενον M ὁ—ἀρχῇ om. N 35 μὲν om. MN γὰρ οὐκ ΜΝ τινα. πρὸς γὰρ τὸν μὴ καλῶς ἀποκρινόμενον. ἂν γὰρ μὴ λάβοι ὁ περιέργως ἐρωτῶν ὅ τε παρὰ τὸ ὁμώνυμον ἓν σημαίνειν καὶ ὁ παρὰ τὴν ὁμοιοσχημοσύνην ὅτι ταὐτὸν τὸ δεικνύειν καὶ δα|κρύειν καὶ οἱ ἄλλοι ὡσαύτως, οὔτ’ ἔλεγχοι οὔτε συλλογισμοὶ οὔθ’ ἁπλῶς οὔτε πρὸς τὸν ἐρωτώμενον· ἂν δὲ λάβωσι, πρὸς μὲν τὸν ἐρωτώμενον ἔσονται, ἀπλῶς δ’ οὐκ ἔσονται· οὐ γὰρ ἓν τῇ ἀληθείᾳ σημαίνειν εἰλήφασιν, ἀλλὰ φαινόμενον καὶ παρὰ τοῦδε. 9. Οἱ μὲν οὖν ψευδεῖς ἔλεγχοι καὶ συλλογισμοὶ τοσοῦτοι τῷ ἀριθμῷ καὶ τοιοίδε· ἔχομεν δὲ καὶ τὴν διδασκαλικὴν αὐτῶν μέθοδον. τῶν μέντοι ἀληθινῶν ἐλέγχων οὔτ’ ἐπιστήμη τις εὕρηται ἕως νῦν, οὔτε καθ’ ὅσους τρόπους διῄρηνται. τὸ δὲ αἴτιον, ὡς ἐν τοῖς προοιμίοις ἐλέγετο· παρὰ τοσούτοις γὰρ οἱ ἀληθεῖς ἔλεγχοι, παρ’ ὅσοις αἱ ἀποδείξεις. πᾶσαν γὰρ ἀπόδειξιν κατ’ εὐθεῖαν ἔστι καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς περᾶναι, ἣν δήπου καὶ ἀληθινὸν ἐτίθεμεν ἔλεγχον· οἷον εἰ σύμμετρον ἔφησεν τὴν πλευρὰν τῇ διαμέτρῳ, ἀποδείξει ὅτι ἀσύμμετρος. καὶ ἐπὶ σαφεστέρων, ὁ ἄνθρωπος λογικόν, τὸ λογικὸν ζῶον, ὁ ἄνθρωπος ἄρα ζῶον· τοῦτο ἀπόδειξις. εἴ τις γοῦν ἐνίσταιτο μὴ ἀληθὲς λέγων τὸ συμπέρασμα, ἐλέγχοντες αὐτὸν τὸ τοὐ συμπεράσματος λαμβάνομεν ἀντικείμενον, ὅπερ καὶ τίθεται, τὸ οὐ πᾶς ἅνθρωπος ζῶον, καὶ μίαν τῶν κειμένων προτάσεων τὴν ἄνθρωπος λογικόν, καὶ συνάγομεν ἐν τρίτῳ σχήματι ἀδύνατόν τι καὶ ἄτοπον· ἀναιροῦμεν γάρ τι τῶν ὁμολογουμένως ἀληθῶν. εἰ γὰρ οὐ πᾶς ἄνθρωπος ζῶον, πᾶς δὲ ἄνθρωπος λογικόν, οὐ πᾶν λογικὸν ζῶον. ἀλλὰ | μὴν ὑπέκειτο καὶ πᾶν. οὐκ ἄρα ἀληθὴς ἡ ἔνστασις ἡ οὐ πᾶς ἄνθρωπος ζῶον· παρ’ ἐκείνην γὰρ τὸ ἀδύνατον. ἀληθὲς ἄρα τὸ πᾶς ἄνθρωπος ζῶον, ὅπερ ἐξ ἀρχῆς ἦν. εἰσὶ μὲν οὖν οἱ ἀληθεῖς ἔλεγχοι κατὰ τὰς ἀποδείξεις, αἱ δὲ κατὰ τὰς ἐπιστήμας, καὶ παμπληθεῖς ἐν ἑκάστῃ. πολλαὶ δὲ αἱ ἐπιστῆμαι καὶ οὔπω πεπέρανται· ὅσαι γὰρ ἐν τῷ λείποντι τοῦ χρόνου φανήσονται, προσθήκη ταῖς οὔσαις ἔσονται.. χρόνος γὰρ ἐκ περιττοῦ, καὶ ἐν ἑκάστῳ γένοιτ’ ἄν καὶ ἐν τῷ παντί, ἥ τε τῶν πραγμάτων τοῦτο προσαναγκάζει φύσις ἀνεξάλειπτον ἔχουσα καὶ τὴν φθορὰν καὶ τὴν γένεσιν. ὥστε οὐ δεῖ πειρᾶσθαι ἀφωρισμένως λαμβάνειν, παρ’ ὁπόσα ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι, ἄνευ τῆς τῶν ὄντων ἐπιστήμης ἁπάντων. τοῦτο δ’ οὐδεμιᾶς ἐστι τέχνης, οὐδέ τις οἶδε τά τε ὄντα τά τ’ ἐσόμενα τὰ προεόντα τε, θεὸς δ’ ἄν τοῦτο μόνος ἔχοι τὸ γέρας. εἰ οὖν μὴ οἷόν τε πάντα τὸν αὐτὸν εἰδέναι ἄνθρωπον, παρὰ δὲ τὰς ἐν ἑκάστῃ ἐπιστημονικὰς οἱ ἀληθεῖς ἔλεγχοι ἄλλοι μὲν γὰρ παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχάς, καὶ παρὰ τὰς ἐν ἰατρικῇ ἕτεροι καὶ παρ’ ἄλλας ἄλλοι), οὐδὲ κοινήν τινα μέθοδον αὐτῶν ἀποδοῦναι δυνατόν. καὶ τί δεῖ ἐπὶ τούτων προσαπορεῖν; μικροῦ δεῖν οὐδ’ οἱ ψευδεῖς ἐν ὡρισμένοις· ἐν ἀπείροις γὰρ καὶ οὗτοι. οἱ γὰρ πειραστικοὶ καὶ κατὰ μέρος ἄπειροι τῷ καθ’ ἑκάστην 1 ἂν δὲ MN λάβη M: λαβεῖ N 2 ὁ παρὰ—δεικνύειν καὶ (3) om. L 10 διύφηνται M 11 τοσούτους M ὅσους M 13 ἀληθῆ MN 13. 14 τῇ διαμέτρῳ τὴν πλευρὰν MN 14 ἐπισαφἐστερον L 17 τὸ ἀντικείμενον L 20 ὁμολογουμένων M 24 οἱ om. MN 29 γένεσι N ἀφωρισμένον M 32 ἐσσόμενα M πρό τ’ ἐόντα MN, cf. Hom. II. I, 70 ἔχοι ex ἔχει corr. N 33 οἶον] οἴ L 34 ἐπιστημονικὰς] ἐπιστήμῃ ἀρχὰς Spengel, cf. v. 35 3,3 ἑτέρα MN ἄλλη MN τέχνην δό|νασθαι καὶ ψευδῆ συλλογίζεσθαι, οἰον κατὰ γεωμετρίαν γεωμετρικῶς, καὶ κτὰ τὴν ἰατρικὴν ἰατρικῶς· λέγω δὲ κατὰ τέχνην τὸ κατὰ τὰς ἐκείνης ἀρχάς. δῆλον οὖν ὡς οὐ πάντων τῶν ἐλέγχων, ὡς ἄν καὶ τῶν ἀληθινῶν καὶ τῶν πειραστικῶν, ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικὴν μόνον ληπτέον τοὺς τόπους, οὓς καλοῦμεν σοφιστικούς· οὗτοι γὰρ κοινοὶ πρὸς ἅπασαν τέχνην καὶ δύναμιν. ὑποδύεται γὰρ ἡ σοφιστικὴ τὴν διαλεκτικὴν ὥσπερ ἐκείνη τὴν πρώτην φιλοσοφίαν. τοῦ γὰρ πρώτου φιλοσόφου ἐπαγγελλομένου καθ’ αὑτὸ τὰς κοινὰς τῶν ἐπιστημῶν καὶ ἀνωτάτω εἰδέναι ἀρχὰς καὶ τὰς ἀποδείξεις συγγενεῖς ἐπάγοντος, ὁ διαλεκτικὸς τούτων μὲν ὑφεῖται, περὶ μέντοι τὰ πιθανὰ καὶ κοινὰ διατρίβων καὶ ἀληθῶς ἔνδοξα τοῦ πρώτου καὶ ὑπὲρ αὐτὸν ἀντιποιεῖται σχήματος. κατὰ τὰ αὐτὰ δήπου καὶ ὁ σοφιστής, τοῦ διαλεκτικοῦ ἐκ τῶν ἀληθῶς ἐνδόξων συνάγοντος τὴν ἀντίφασιν, αὐτὸς ἔκ τινων κοινῶν καὶ φαινομένων ἐνδόξων, ψευδῶν μέντοι τοῦτο ποιῶν τὸ τοῦ διαλεκτικοῦ ποιεῖν ἔργον δοκεῖ. ὥστε τὸν μὲν καθ’ ἑκάστην ἐπιστήμην ἔλεγχον τοῦ κατὰ τοῦτο τὸ μέρος ἐπιστήμονός ἐστι θεωρεῖν, εἴ γε μὴ ὢν φαίνοιτο, εἴ τ’ ἔστι, διὰ τί ἐστι· τὸν δὲ κοινὸν καἰ ὑπ’ οὐδεμίαν τέχνην τῶν διαλεκτικῶν·. εἰ γὰρ ἔχομεν διὰ τῶν τοπικῶν, ἐξ ὧν οἱ ἔνδοξοι συλ- λογισμοὶ περὶ ὁτιοῦν, ἔχομεν καὶ ἐξ ὧν οἱ φαινόμενοι ἔλεγχοι καὶ σοφιστικοί· ὁ δὲ ἔλεγχός | ἐστιν, ὡς πολλάκις ἐλέχθη, ἀντιφάσεως συλλογισμός, τοῦτο δὲ ἢ δι’ ἑνὸς ποιεῖ συλλογισμοῦ, ὃ καὶ σπάνιον εὐφώρατον γάρ), ἢ διὰ δύο, ὃ καὶ πλεῖστον, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγεται. καὶ ὅταν μὲν ἐν ἑνὶ συλλογισμῷ, δεῖ τὴν ἀντίφασιν ἔχειν τὴν μείζω πρότασιν ὡς ἐκεῖνα o ἄνθρωπος ζῶον, τὸ ζῶον καὶ λευκὸν καὶ οὐ λευκόν, καὶ ὁ ἄνθρωπος οὕτω· καὶ ἡ ἰατρικὴ ὑπόληψις καὶ οὐχ ὑπόληψις, ὅτι καὶ ἡ ἐπιστήμη, ὑφ’ ἣν ὡς εἶδος.’ δι’ ἄλλου δὲ καὶ ἄλλου, ὡς ἡ ἀνδρεία καὶ ἀγαθὸν καὶ κακόν, τὸ μὲν ὅτι ἀρετὴ τὸ δὲ ὅτι τραυμάτων καὶ σφαγῆς αἰτία. ἔχομεν ἄρα πὰρ ὁπόσα πάντες εἰσὶν οἱ τοιοῦτοι. εἰ δὲ τοῦτ’ ἔχομεν, καὶ τὰς λύσεις ἔχομεν· αἱ γὰρ τούτων ἐνστάσεις λύσεις εἰσίν. ἃ γὰρ ἐνιστάμενοι προφέρομεν τοῖς ὑλακτεῖν τὸν ἐν θαλάσσῃ κύνα συνάξασιν, ὡς οὐκ ἐπ’ αὐτοῦ σημαινομένου τὸ ὑλακτεῖν δεδώκαμεν ἀλλ’ ἐπὶ τοῦ χερσαίου, καὶ ἐν τοῖς ἄλλοις ὁμοίως, τούτοις αὐτοῖς καὶ τὸ σόφισμα λύομεν. ἄνω δὲ καὶ κάτω φαινομένους ἐλέγχους λέγομεν οὐχ ὁτῳοῦν· οὐ γὰρ τῷ τυχόντι καὶ ἰδιώτῃ ἀλλὰ τοῖς τοιοῖσδε τοῖς ἐν φιλοσοφίᾳ καὶ ἐπιστήμοσιν. ὁ γὰρ μὴ εἰδὼς ἐξ ὧν ἀπα- τηθήσεται, ἄπειρα ἕξει τὰ ἀπατήσοντα· ἀόριστα γάρ ἐστιν, ἐάν τις σκοπῇ, παρ’ ὁπόσα φαίνονται τοῖς τυχοῦσιν· οἱ μέντοι ἐπιστήμονες οἴδασι, κατὰ τίνα τῶν τρόπων τόδε προέβη τὸ σόφισμα. ὥστε μανε|ρὸν ὡς ὁ διαλεκτικὸς μόνος δύναται λαβεῖν καὶ γνῶν.αι, κατὰ τίνας αἰτίας καὶ πόσας γίνονται διὰ τῶν κοινῶν ἀρχῶν, καὶ μόνος οὗτος τόν τε ὄντα ἔλεγχον διακρινεῖ καὶ φαινόμενον καὶ τὸν διαλεκτικὸν ἢ φαινόμενον διαλεκτικὸν ἢ πειραστικόν. 7 τοῦ δὲ M 17 τόπων MN 20 συλλογισμοῦ Spengel: συλλογισμὸν libri 21 ἐν τοῖς Ἀναλυτικοῖς] Anal. pr. Β 15 p. 64b 17sqq. 22 ὁ οm. MN 23 καὶ ὃν M 24 ὑπόληψις (ante καὶ) om. M 25 ἄλλον utrobique M δὲ om. L ἀνδρία MN 35 εἴσασι N: ἴσασι M 38 διακρίνει MN