20. Καὶ περὶ μὲν τῆς ἐν ὁμωνύμοις καὶ ἀμφιβόλοις λύσεως ἀρκεῖ τοσαῦτα· φανερὸν δὲ ἐκ τούτων καὶ σύνθεσιν καὶ διαίρεσιν ὅπως λυτέον τὰ ἐκείνων ἑξῆς· εἰ γὰρ καὶ τρόπος ἴδιος ὁ παρὰ διαίρεσιν ἀφώρισταί | τις, ἀλλ’ οὐδὲν ἧττον ὁ παρὰ σύνθεσιν καὶ παρὰ διαίρεσίν ἐστι. τὸ γὰρ 100 αὐτὸ συντιθέμενον τῷδε διῄρηται ἀπὸ τοῦδε, οἷον ὁ Σωκράτης κάθηται, ὁ 3 τῷ om. M 6 παραλαμβάνειν MN 7 οὐδὲ ἄλλως M 8 οὐ] ὃν M 11 οὖν ΜΝ 12 τὸ (ante οὔ) om. M 29 τὸ om. MN 30 ὃ ἐπίστανται om. M τῶν (post δὲ) om. M 31 δὲ] ἐστὶ N: δὲ marg. N 32 ὅλως δὲ M 35 ὅπως — παρὰ διαίρεσιν (30) om. M 36 ἀφώρισται—διαίρεσιν (37) om. N τὸ δὲ Μ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει· τὸ γὰρ βαδίζει 100 διῄρηται μὲν τοῦ δύναται, μόνον δὲ συντέθειται τῷ Σωκράτει. ἐν γοῦν τοῖς τοιούτοις ἄν διαιρούμενος καὶ συντιθέμενος ὁ λόγος ἕτερον σημαίνῃ, συμπεραινομένου τοῦ ἐρωτῶντος τοὐναντίον λεκτέον· οὐ γὰρ ἁπλῶς ὁ Σωκράτης κάθηται νῦν ἀλλὰ δύναται. εἰσὶ δὲ πάντες οἱ τοιοίδε λόγοι παρὰ σύνθεσιν καὶ διαίρεσιν ῾ἆρ᾿ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ οὗτος ἐτύπτετο;᾿ ναί. ῾εἶδες δὲ αὐτὸν τῷ ὀφθαλμῷ τυπτόμενον. τῷ ὀφθαλμῷ ἄρα ἐτύπτετο, ἀλλ’ οὐ μάστιγι.’ ψεῦδος δέ· οὕτω γὰρ ἔδει συμπερᾶναι ἰτῶ ὀφθαλμῷ ἄρα σὺ εἶδες τοῦτον τυπτόμενον.’ γέγονε δὲ ὁ παραλογισμὸς παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν τῷ διελεῖν τὸ τοῦτον τυπτόμενον ἀπὸ τοῦ εἶδες καὶ προσθεῖναι τῷ ὀφθαλμῷ. καὶ πάλιν᾿ ἆρ᾿ ᾧ ἐτύπτετο, τούτῳ εἶδες αὐτὸν τυπτόμενον;᾿ ναί. ῾ ῥάβδῳ δὲ ἐτύπτετο· ῥάβδῳ ἄρα εἶδες καὶ οὐκ ὀφθαλμῷ. ὁρῶμεν δὲ ὀφθαλμῷ ἀλλ’ οὐ ῥάβδῳ.’ οὕτω γὰρ μᾶλλον ὤφειλεν ῾ εἶδες ἄρα τυπτόμενον αὐτὸν [ἐν] ῥάβδῳ.’ νυνὶ δὲ τὸ τὸ εἶδες ἀπὸ τοῦ αὐτὸν τυπτόμενον καὶ προσθεῖναι τῇ ῥάβδῳ τὴν ἀπάτην ἤνεγκεν. ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφιβόλων ἐρωτημάτων τουτὶ τὸ πρόβλημα τὸ γὰρ τούτῳ οὗτος ἐτύπτετο διττὸν ἢ τῇ μάστιγι δήπουθεν ἢ τῷ ὀφθαλμῷ), νικᾷ δὲ παρὰ τὴν σύνθεσιν εἶναι ἢ | παρὰ τὴν ἀμφιβολίαν. οὐ γάρ ἐστι διττὸν παρὰ τὴν διαίρεσιν· οὐ γὰρ ὁ αὐτὸς λόγος γίνεται διαιρούμενος καὶ συντιθέμενος, εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος τῇ αὐτῇ προσῳδίᾳ λεχθὲν ἐσήμαινεν ἕτερον καὶ ἕτερον· ἀλλ’ ὥσπερ ἐκεῖ τῇ διαφορᾷ τῶν πνευμάτων ἡ τῆς σημασ·ίας ἐπηκολούθησεν, οὕτω κἀνταῦθα ἡ διπλόη παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν. ἔτι ἐν τοῖς γεγραμμένοις τὸ αὐτὸ ὄνομα ὅταν ἐκ τῶν αὐτῶν στοιχείων καὶ συλλαβῶν καὶ προσῳδιῶν ᾖ, καὶ κατὰ γένος ὡσαύτως καὶ πτῶσιν καὶ ἀριθμόν, οὐκ ἔχει τὸ διττόν· εἰ μέντοι παραλλάξαι δέοι, ἤδη δ’ εὐθὺς καὶ παράσημα ποιοῦνται ἢ στοιχεῖον ἢ προσῳδίαν ἀμείψαντες. τὰ γὰρ φθεγγόμενα οὐ τὰ αὐτά· τὸ γὰρ † κλῆσι μαθεῖν τῇ τῶν στοιχείων διαφορᾷ ὁτὲ μὲν τὸ φυτὸν ὁτὲ δὲ τὸ μέρος ἐσήμανεν. ὥστ’ οὐ διττὸν κατὰ τὴν ἀμφιβολίαν τὸ προειρημένον σόφισμα, ἀλλὰ παρὰ τὴν διαίρεσιν. ἅμα δὲ καὶ φανερὸν ὡς οὐ πάντες οἱ ἔλεγχο· παρὰ τὸ διττόν, καθάπερ τινές φασιν· ὁ γὰρ κατὰ σύνθεσιν τὸ διττὸν οὐκ ἔχει. Τούτων οὕτως ἐχόντων ἐπείπερ οἱ ῥηθέντες παραλογισμοὶ παρὰ σύνθεσι καὶ διαίρεσιν, διαιρετέον τῷ ἀποκρινομένῳ τόδε ἀπὸ τοῦδε καὶ προσθετέον τῷδε, ἐναντίως ἢ ὡς ὁ σοφιστὴς πέπραχεν, ἢ καὶ συνημμένον ἐχέτω καθάπαξ καὶ ἀδιαίρετον κἀν τῷ τέλει ὡς ἐν ἀρχαῖς, καὶ ἔσται λύσας. οὐ γὰρ ταὐτὸν εἰσάπαν τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον· ἡ γὰρ 2 μόνω MN 3 ἂν — τοὐναντίον (4) om. MN σημαίνῃ ex σημαίνει corr. L 10 τοῦτο M 11 ἔιδες] εἴδους MN 14 ἐν del. Spengel 20 καὶ (ante τὸ) om. M τὸ om. N 24 στοιχείων ex συστοίχων corr. L 26 δέει L 27. 28 κλῆσι μαθεῖν] ὥσπερ ἐπὶ τοῦ κλῆμα καὶ κλίμα. τὸ μὲν γὰρ διὰ τοῦ ἡ σημαίνει τὴν ἄμπελον, τὸ δὲ διὰ τοῦ ι τὸ τμῆμα τῆς γῆς Alex. f. 46 30 οὐ om. N 31 τὸ (post σύνθεσιν) om. MN ἡ δὲ Μ διαστολὴ τῷ ἰδεῖν | ἢ τοῖς ὀφθαλμοῖς προστιθεμένη ποιήσει διαφοράν 102 ἐκείνως μὲν ὡς τύπτει ἀντὶ ῥάβδου τοῖς ὀφθαλμοῖς, οὕτως δὲ ὡς διὰ τῶν ὀφθαλμῶν ὁρᾷ τυπτόμενον. καὶ ὁ Εὐθυδήμου λόγος τοῦ αὐτοῦ εἴχετο τύπου, οἷον ῾οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὢν; ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος οὕτως ‘πότερον σὺ νῦν ἐν Πειραιεῖ εἶ;᾿ ναί. ῾ἐν τούτω δ’ ὢν οἶδας τὰς ἐν Σικελία τριήρεις;’ ναί. ῾ἐν Πειραιεῖ ἄρα ὢν ἐν Σικελία εἶ. ῾ἡ γὰρ μετάθεσις τῶν ὀνομάτων τῷ ἀμεῖψαι τὰς χώρας τό τε διαιρεθῆναι ἀπ’ ἀλλήλων καὶ ἄλλοις συντεθεῖσθαι τὸν παραλογισμὸν ἤνεγκεν· εἰσάγει γὰρ τὸν ὄντα ἐν Πειραιεῖ νῦν καὶ ἐν Σικελίᾳ εἶναι καὶ τὰς ἐν Σικελίᾳ ναῦς τῶν Ἀθηναίων ἅμα καὶ ἐν Πειραιεῖ εἶναι. καὶ πάλιν ῾ἆρ᾿ ὁ Σίμων ἀγαθός ἐστι;’ ναί. ῾τί δέ; ὁ αὐτὸς καὶ σκυτεὺς μοχθηρός ἐστιν.᾿ ἢ τοῦτο μὲν καὶ παρεῖται ὡς ἔγγιον μᾶλλον τοῖς παρὰ τὸ πῆ καὶ ἀπλῶς καὶ τῆς ἐκεῖθεν τευξόμενον λύσεως· οὕτω δὲ προσβιβάζειν ἐστὶν οἰκειότερον ῾ ἆρ᾿ ἔστιν ἀγαθὸν μὲν εἶναί τινα σκυτέα, μοχθηρὸν δὲ ἄνθρωπον; ἔστι δέ τις ἕτερος ἀγαθὸς μὲν ἄνθρωπος, πονηρὸς δὲ σκυτεύς; ὥστε ἔσται τις ἀγαθὸς σκυτεὺς μοχθηρός.’ ἔκειτο δὲ οὐχ οὕτως. καὶ ἔτι ῾ἆρ᾿ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα;’ ναί. ῾τοῦ δὲ κακοῦ σπουδαῖα τὰ μὰ· θήματα· οὐδὲν γὰρ κωλύει φαῦλον ὄντα τινὰ γεωμετρικὸν εἶναι ἢ ἀριθμητικόν, ἃ δήπουθεν ἀγαθά.’ καὶ τὸ συμπέρασμα διττόν, τό τε ἀπὸ τῶν κειμένων ὡς τοῦ κακοῦ σπουδαία ἡ ἐπιστήμη, | ὅπερ ἀληθές, καὶ ὃ τοῖς 103 σοφισταῖς προσυφάνθη, ὡς ἄρα σπουδαῖον μάθημα τὸ κακόν. ὑπερβαίνοντες δὲ καὶ τοῦτο ὡς ἧττον συμβαῖνον τοῖς προκειμένοις φιλοτιμούμενοι γὰρ ἐν τοῖς παραδείγμασιν ἔστιν οἷς οὐκ ἀκριβολογούμεθα) ἐκεῖνο προστίθεμεν ῾ἆρα σὺ γέγονας;᾿ ναί. ῾τί δέ; ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας;᾿ ναί. ῾σὺ ἄρα γέγονας νῦν.᾿ ἢ ἄλλο σημαίνει διαιρεθὲν τὸ νῦν ἀπὸ τοῦ γέγονεν· ἀληθὲς μὲν γὰρ εἰπεῖν ὅτι σὺ γέγονας ἀλλ’ οὐχὶ νῦν γέγονας. πάλιν ῾ἆρ ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ποιήσαις ἄν.᾿ ναί. ῾σὺ μὴ κιθαρίζων ἔχεις δύναμιν τοῦ κιθαρίζειν. πᾶς δὲ ὁ δύναμιν τοῦ κιθαρίζειν ἔχων καὶ κιθαρίσαι ἄν. σὺ ἄρα μὴ κιθαρίζων νῦν κιθαρίσαις ἄν νῦν.᾿ ἢ οὐκ ἔχει δύναμιν τούτου· οὐ γὰρ ἅμα ἐν οἷς οὐ κιθαρίζει δύναμιν ἔχει τότε κιθαρίσαι, ἀλλ’ ὕστερον καὶ μετὰ τοῦτο. καὶ ἀληθὴς μὲν λύσις αὕτη, λύουσι δέ τινες ταῦτα καὶ ἄλλως. εἰ γὰρ ἔδωκε, φασίν, ὡς δύναται ποιεῖν καὶ κιθαρίζειν, καὶ δυνατὸν μὴ τὸ τῷ ἀναγκαίῳ, ἀλλὰ τὸ τῷ ἐνδεχομένῳ σύστοιχον ἔλαβεν, οὐ συμβαίνειν ἄτοπον τὸ ἅμα μὴ κιθαρίζοντα κιθαρίζειν. τὸ γὰρ ἐνδεχόμενον γενέσθαι ὕστερον καὶ μετὰ ταῦτα· οὐκ ἐξ ἀνάγκης οὖν πάντως τὸ ὡς δύναται ποιεῖν δέδοται, τῷ μὴ ταὐτὸν εἶναι τῷ ἀπλῶς δύνασθαι τὸ ἐξ ἀνάγκης δύνασθαι. ἀλλὰ τότε ἄν ἔλεγον καλῶς, εἰ ἐπὶ 4 πειρεαῖ Ν 6 ταμὼν om. L 7 εἶ] ὤν L post τῷ add. τε MN τῷ τε MN 8 ἀπ’ ἄλλων MN 9 καὶ (ante ἐν) om. MN 14. 15 δ’ ἕτερός τις MN 15 ὥστε έσται] ἔστιν ἄρα MN 16 αἱ] εἰσὶν MN 17 ναί — μαθήματα (18) om. N 20 ὃ] ὁ N 24 τί δὲ — ναί om. N 26 μὲν om. N 27 ὡς] οἷς MN ἐποίησας MN 29 ἢ — τούτου (30) om. MN 30 τότε] τὸ M 31 λύσεις N 33 καὶ δυνατὸν—ἐνδεχομένῳ om. M 34 συμβαίνει MN 36 τὸ ἁπλῶς N πᾶσιν ἡ αὐτὴ ἤρκει λύσις τοῖς κατὰ τὸ αὐτὸ εἶδος παραλογισμοῖς· τῶν 103 γὰρ παρὰ ταὐτὸ λόγων ἡ αὐτὴ λύσις, οἷον | τοῖς κατὰ τὴν ὁμωνυμίαν μία 104 ἐπὶ πᾶσιν ἀπέχρησε καὶ κοινή. οὐχ ἁρμόττει δὲ πᾶσι τοῖς παρὰ σύνθεσιν καὶ διαίρεσιν, ἀλλ’ ἐν οἷς μόνοις τὸ δύναται πρόσκειται. φανερὸν ἄρα ὡς οὐ καλῶς λύουσιν· ἔστιν οὖν πρὸς τὸν ἐρωτῶντα μᾶλλον ἢ πρὸς τὸν λόγον καὶ τὴν ἀλήθειαν. 21. Παρὰ δὲ προσῳδίαν λόγοι μὲν οὐκ εἰσὶν οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντ’ ἄν, οἷον οὗτος ῾πότερον οὗ καταλύεις οἰκία;’ ναί. ῾ οὐκοῦν τὸ οὐ καταλύεις τοὐ καταλύεις ἀπόφασίς ἐστιν; ἡ οἰκία ἄρα ἀπ·όφασις.’ ὡς δὴ λυτέον, δῆλον· οὐ γὰρ τὸ αὐτὸ σημαίνει τὸ μὲν ὀξύτερον τὸ δὲ βραδύτερον ῥηθὲν καὶ μετὰ τόνου καὶ χωρίς. 22. Δῆλον δὴ καὶ πρὸς τοὺς παρὰ τὸ ὡσαύτως λέγοντας τὰ μὴ ταὐτά, οὓς δὴ καὶ παρὰ τὸ σχῆμα τῆς λέξεως ὀνομάζομεν, πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν ὡρισμένα τὰ γένη τῶν κατηγοριῶν τὰ πρῶτα καὶ ἀνωτάτω· τῷ γὰρ ταῦτα φύρειν εἰς ἄλληλα ὁ παραλογισμὸς γίνεται. ὁ μὲν γὰρ ὡς εἰπεῖν ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τῶν ἐννέα μηδ’ ὅλως συμβεβηκὸς ὅσα τί ἐστι σημαίνει καὶ δηλοῖ οὐσίαν, ὁ δὲ ἔδειξεν αὐτὸ τοῦτο ὑπάρχειν τι τῶν πρός τι ἢ ποσῶν διὰ τὴν λέξιν καὶ τὴν κατὰ τὴν προφορὰν ὁμοιότητα· οἷον ῾ πότερον τὸ ζῶον καὶ τὸ φυτὸν οὐσία;᾿ ναί. ῾τί δέ, οὐχὶ καὶ οὐδέτερα;᾿ ναί. ῾καὶ τὸ ποσὸν δὴ καὶ τὸ ποιὸν καὶ τὸ διπλάσιον οὐδέτερα καὶ συμβεβηκότα.᾿ πάλιν ῾ἆρ᾿ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;᾿ οὔ. ῾ἀλλὰ μὴν ὁρᾶν γέ | τι ἅμα καὶ ἑωρακέναι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ ἐνδέχεται. τί γὰρ κωλύει ὃν χθὲς Σωκράτην τεθέαμαι, καὶ νῦν τὸν αὐτὸν ὁρᾶν κατ’ εἶδος καὶ ἀριθμόν; ποιεῖν δὲ τὸ ὁρᾶν, πεποιηκέναι δὲ τὸ ἑωρακέναι ὡς κατὰ τὴν προφοράν. εἰ δὲ ταῦτα, κἀκεῖνα.’ ψεῦδος δέ· ὁρᾶν μὲν γὰρ καὶ ἑωρακέναι δυνατὸν καὶ διὰ τὴν ἄχρονον προσβολὴν τῆς αἰσθήσεως ἅμα γὰρ ᾔσθετο καὶ αἰσθάνεται) καὶ διὰ τὸ εἰρημένον, ποιεῖν δὲ καὶ πεποιηκέναι πῶς ἐγχωρεῖ; δυνατὸν μὲν γὰρ καὶ χθὲς πεποιηκέναι με ἅμαξαν καὶ νῦν ποιεῖν, ἀλλ’ οὐ τὴν αὐτὴν ἢ κατὰ ταὐτό. πάλιν ῾ ἆρ᾿ ἐστὶ τῶν πάσχειν ποιεῖν τι;’ οὔ. ‘τί δέ; οὐ τὸ τέμνεται, καίεται, αἰσθάνεται ὁμοίως λέγεται καὶ πάντα πάσχειν τι σημαίνει;’ ναί. ‘καὶ τὸ τέμνειν καί καίειν καὶ ὁρᾶν ὁμοίως λεγόμενα εἴη ἄν καὶ τῆς αὐτῆς διαθέσεως. ἀλλὰ μὴν τό γε ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πάσχειν· πάθος γὰρ ἡ αἴσθησις· ἐλέγομεν δὲ αὐτὸ καὶ ποιεῖν. ἔσται ἄρα τι τῶν πάσχειν ποιεῖν.’ εἰ δή τις ἐκεῖ δοὺς μὴ ἐνδέχεσθαι ἅμα τὸ αὐτὸ ποιεῖν καὶ πεποιηκέναι τὸ ὁρᾶν δὲ καὶ ἑωρακέναι φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τὸ ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν· προσδεῖται γὰρ τούτου τοῦ ἐρωτήματος πρὸς τὸ γενέσθαι ἔλεγχον. οὐ γὰρ εἰ ἀμαθῶς ὑπὸ τοῦ ἀκούοντος ὑπολαμβάνεται 1 post εἶδος add. τοῖς N 3 ἁρμόττοι N 9 τοῦ καταλύεις om. Μ 10 δὴ] δὲ MN 12 λέγεσθαι Aristoteles 15 φέρειν N 15. 16 ἔδωκεν ὡς εἰπεῖν MN 18 ποσῶν] δοκούντων δὲ τί ἐστι σημαίνειν add. Aristoteles 21 τε om. M 23 σωκράτη MN 30 ἐστί τι Aristoteles 31 post τέμνειν add. ἄρα ΜΝ 35 δοὺς] δὴ MN 36 οὔπως N ἐλήλεκται LN δεδωκέναι, ὅτε τὸ τέμνειν ποιεῖν τι καὶ τὸ τετμηκέναι πεποιηκέναι ἔδωκε, | 105 καὶ ὅσα ἄλλα ὁμοίως λέγεται , ἀποχρώντως νομιοῦμεν ἴσως μὲν γὰρ 106 ἐκεῖνος τὸ ὁρᾶν ποιεῖν πρὸς τὴν ἐκφώνησιν εοωκεν, ου προς το σημαινομενον, ὁ δέ γε ἀκροατὴς καὶ πρὸς τὸ πρᾶγμα ὁμοίως λέγεσθαι συνενόησεν. τὸ δὲ νοεῖται μὲν οὐχ ὁμοίως, φαίνεται δὲ διὰ τὴν· λέξιν. καὶ ταὐτὸ συμβαίνει κἀνταῦθα, ὅπερ ἐν ταῖς ὁμωνυμίαις. οἴεται γὰρ κἀκεῖ 6 τῶν λόγων ἀγνὼς τὸν ἐρωτώμενον ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα· τῷ δὲ ἔτι προσδεῖ ἐρωτήματος, εἰ μὴ ὁμώνυμον ᾤετο, καὶ εἰ ἐφ’ ἓν καὶ ὃ συνῆξεν ὁ σοφιστὴς δέδωκεν· εἰ γὰρ ταῦτα ὁμολογήσειεν , ὄντως ἐλήλεγκται. καὶ ἐν τοῖς παρὰ τὸ σχῆμα τῆς λέξεως ὡσαύτως διορισθήσεται, εἰ τὰ κατὰ προφορὰν ταὐτὰ καὶ ἐν πράγμασι δέδωκεν. Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, οἷον ῾ ἆρ᾿ ὅ τις ἔχων πρότερον ὕστερον μὴ ἔχει, ἀπέβαλε;᾿ ναί. ῾ ὁ δέκα ἀστραγάλους ἔχων καὶ ἀποβαλὼν ἕνα οὐχ ἕξει δέκα· τοσούτους ἄρα ἀπέβαλεν.’ ψεῦδος <δέ> ποιὸν γὰρ δοὺς ποσὸν συνεπέρανεν· ποιὸν γάρ τι τὸ εἰδος, εἴδη δὲ οἱ ἀριθμοί. τὸ μὲν οὖν εἶδος αὐτὸ τῆς δεκάδος, ὃ καὶ προέτεινεν ὁ σοφιστής, ἔφθαρται ἀποβληθέντος τοῦ ἑνὸς ἀστραγάλου (ἕτερος γὰρ ἀριθμὸς καταλέλειπται), τὸ μέντοι ποσὸν οὐχ ἅπαν· μεμένηκε γὰρ ἐννέα. ὥστε ὃ μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, αὐτὸ δηλαδὴ τὸ τῆς δεκάδος εἶδος· ὅσα δὲ μὴ ἔχει ᾗ ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν. ἐρωτήσας οὖν ῾ ὃ ἔχει᾿ συνάγει ἐπὶ τοῦ ὅσα· τὰ γὰρ δέκα ποσά. εἰ δὲ ἤρετο | ἐξ ἀρχῆς ἱεῖ τις μὴ ἔχει ὕστερον ὅσα εἶχε πρότερον, ἆρά γε ἀποβέβληκε τοσαῦτα; οὐδεὶς ἄν ἔδωκεν ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι, τρία τυχὸν ἡ ἓν ἀπὸ τῶν δέκα. πάλιν ἐπὶ τῶν αὐτῶν ῾δοίη ἄν τις ὃ μὴ ἔχει;᾿ οὔ. ῾τί τί δέ; ὁ δοὺς ἕνα ἀστράγαλον δέκα ἔχων οὐ δέδωκεν, ὃ μὴ εἶχεν; οὐ γὰρ εἶχεν ἕνα μόνον. ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ’ ὡς οὐκ εἶχεν· μὴ γὰρ ἔχων ἕνα μόνον δέδωκεν ἕνα. τὸ δὲ μόνον οὔτ’ οὐσίαν ἡ ποσὸν ἢ ποιὸν σημαίνει, ἀλλ’ ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ’ ἄλλο), καὶ τρόπος τίς ἐστιν. ὥσπερ οὖν εἰ ἤρετο ῾ἆρ᾿ ὃ μή τις ἔχει δοίη ἄν ;’ μὴ φάντος δὲ προσθείη ῾ εἰ δοίη ἄν τις ταχέως, ὥστε καὶ δοίη ἄν τις ὃ μὴ ἔχει’, φανερὸν ἦν ὅτι οὐ συνελογίζετο τὸ γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν), οὕτω κἀκεῖ· ὡς δὲ μὴ ἔχει, δοίη ἄν τις, οἷον ἡδέως ἔχων δοίη ἄν λυπηρῶς. Παρὰ τὸ σχῆμα τῆς λέξεως καὶ οἱ τοιοίδε πάντες· ῾ἆρ᾿ ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; καὶ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν;᾿ οὔ. ῾τί δὲ ὁ διπλᾶ ἔχων χρώμενος δὲ τῷ παρ᾿ ἑκατέροις ἑνί; ὥστε ᾗ μὴ ἔχει χειρί οὐ γὰρ μίαν ἔχει μόνον) καὶ ᾧ μὴ ἔχει ὀφθαλμῷ οὐ γὰρ ἕνα μόνον) τύπτει καὶ ὁρᾷ.’ ψεῦδος δέ· οὐ γὰρ ᾧ οὐκ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει. πάλιν ῾ ἆρ᾿ ἔχει τις ὃ οὐκ ἔλαβεν;’ οὔ. ῾ ὁ μίαν παρά του ψῆφον λαβὼν ἔχων δὲ σὺν αὐτῇ 1 τὸ μὴ τετμηκέναι L 6 γὰρ] δὲ M 11 ταῦτα MN 14 ἄρα om. N δὲ addidi 15 δοὺς L: δὴ λαβὼν MN γάρ τοι M 19 ᾗ] ἡ L 21 πόσα L 24 δοὺς] μὴ MN 25 post δέκα add. δὲ MN 29 ἔχοι N 30 συλλογίζεται M: σιλογίζεται N 31 οὐ om. M ὧδε] ὄδι M 34. 35 χειρὴ N 34 ἴδοι] δοίη MN 36 τύπτοι N καὶ ἑτέραν ἔχει ὃ οὐκ ἔλαβεν, δύο ἀντὶ μιᾶς.᾿ ἢ | οὐκ ἔχει ὃ οὐκ ἔλαβεν, 108 ἀλλ’ ὡς οὐκ ἔλαβε· μίαν γὰρ λαβὼν ἔχει δύο. ἀλλ’ αἱ μὲν ἀληθεῖς τῶνδε τῶν σοφισμάτων λύσεις αὗται. ὡς μέντοι γε ἕτεροι λύουσι. γελοίως ἔχει. τύπτει γάρ τις, φασίν, ‘οὐχ ᾗ μὴ ἔχει χειρὶ ἀλλ’ ᾗ ἔχει, καὶ ὁρᾷ οὐχ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἀλλ’ ᾧ ἔχει· οἷς γὰρ χρῆταί τις ἐνεργῶν, ταῦτα καὶ ἔχει πρὸς τὴν ἐνέργειαν, ἣν νῦν ἐνεργεῖ. ὅ τε πλείους ψήφους ἔχων ἔχει καὶ μίαν, ἣν ἐκ τῆς λήψεως ἔλαβεν. καὶ τούτων οἱ μὲν πρὸς τὸ συμπέρασμα ἐνίστανται, μίαν αὐτὸν λέγοντες ἔχειν τὴν ἐνεργοῦσαν, οἱ δ’ εὐθύς καὶ τὴν πρώτην ἐρώτησιν ἀναιροῦσιν, ὡς ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδὺν διαφθαρέντα ἐν τῇ λήψει ἔχειν ὀξύν. ἀλλ’ ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι πάντες οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὸν ἄνθρωπον λύουσιν. εἰ γὰρ κυρίως ἔλυον, δόντας καθάπαξ τὸ ἀντικείμενον οὐχ οἷοντε λύειν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων. παντὸς γὰρ ψευδοῦς τὸ ἀντικείμενον ἀληθές, τοῦτο δὲ ἄλυτον· νυνὶ δὲ καὶ τούτου δοθέντος πάλιν ἀνασκευάζεται. εἰ γὰρ τὸ μὴ τύπτειν ᾗ οὐκ ἔχει χειρὶ ψεῦδος κατ’ ἐκείνους, ἀληθὲς ἄρα τὸ τύπτειν ᾗ <οὐκ> ἔχει χειρί· τοῦτο γὰρ ἀντικείμενον· ὅπερ εἰ ἀληθές λύσιμον. λύεται δέ· ἐρεῖ γὰρ ὁ ἐρωτώμενος πρὸς τὸν σοφιστήν, ὡς δέδωκα ᾗ οὐκ ἔχει χειρὶ τύπτειν ὑποσημαίνων τὴν λαιάν, ἣν ὡδὶ μὲν οὐκ ἔχει ὡς δεξιάν, ὡδὶ δὲ ἔχει ὡς ἀριστεράν. ὥστε I οὐ λύσις τῶν σοφισμάτων 109 ἣν ἐπῆγον ἐκεῖνοι, ἀλλ’ ἣν ἡμεῖς. Ἔτι δ’ εἰσὶ καὶ οἵδε τῶν λόγων τοῦ αὐτοῦ σχήματος· ῾ ἆρ᾿ ὃ γέγραπται γέγραφέ τις;’ ναί. ῾ γέγραπται δὲ λόγος ὅτι νῦν σὺ κάθησαι ψευδής. ἦν δὲ ἀληθὴς ὅτε ἐγράφετο· ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής.᾿ ἢ τὴν μὲν πρότασιν ἠρώτησεν ἐπὶ ποσοῦ, ἐπὶ λόγου λέξεις ἔχοντος καὶ συλλαβὰς ὄντα ποσά, καὶ ἥντινα συλλαβὴν ἢ λέξιν γέγραφέ τις καὶ γέγραπται· τὸ δὲ συμπέρασμα συνῆξεν ἐπὶ ποιοῦ· τὸ γὰρ εἶναι ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν οὐ τοσόνδε ἀλλὰ τοιόνδε· ὁ γὰρ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης. πάλιν ῾ὃ μανθάνει ὁ μανθάνων, τοῦτό ἐστιν ὃ μανθάνει;᾿ ναί. ῾μανθάνει δέ τις τὸ βραδὺ ταχύ· τὸ βραδὺ ἄρα ταχύ.᾿ λύσις ὅτι οὐχ ὃ μανθάνει ἀλλ’ ὡς μανθάνει εἴρηκεν, καὶ οὐ τὸ πρᾶγμα αὐτὸ ἠρώτηκεν, ἀλλὰ τὸν τρόπον ὅπως. καὶ ῾ ἆρ᾿ ὃ βαδίζει τις, πατεῖ;᾿ ναί. ῾ βαδίζει δέ τις ὅλην τὴν ἡμέραν· τὴν ἡμέραν ἄρα πατεῖ.᾿ ἢ οὐχ ὃ βαδίζει ἡ πρώτη πρότασις ἔλεγεν οὐ γὰρ πρόσκειται τὸ διάστημα), ἀλλ’ ὅτε βαδίζει, καὶ τὸν καιρὸν ἐδήλου καθ’ ὅν. πάλιν ᾿ ἆρ᾿ ὃ πέπωκέ τις, ἐκεῖνο πέπωκε;᾿ ναί. ῾ πέπωκε δέ τις κύλικα· κύλικα ἄρα ὅδε πέπωκεν.᾿ ἢ οὐ πέπωκε τὸ σκεῦος ἢ τὴν κύλικα ἀλλ’ ἐκ τῆς κύλικος. ἔτι ῾ πότερον ὅ τις οἶδεν ἢ μαθὼν ἢ εὑρὼν οἶδε;᾿ ναί. ῾ὁ Πλατῶν δὲ ὧν οἶδε, τὸ μὲν I εὗρε τὸ δὲ ἔμαθεν. ἃ δέ τις μήθ’ εὗρε 110 ov 4 τις om. M 12 κυρίως M ἔλυεν M 13 πάντως N γὰρ] δὲ M 15 μὴ supra add. L: om. MN ψεύδους N 16 οὐκ addidi ὅπερ om. L 19 λύουσις N 20 ὑμεῖς N 22 post δὲ add. νῦν MN 23 ὅτι MN 27 ποσόν L ὁ δὲ M 29 τὸ (post τις) om. M 35 alterum κύλικα om. M 36 μαθὸν N 37 δὲ (post Πλάτων) om. L εἶδε N μήτ᾿ εμαθεν, οὐδὲ οἶδεν ὅλως· ἕτερος γὰρ τρόπος οὐχ ὑπολέλειπται γνώσεως. 110 ὁ Πλάτων ἄρα οὐκ οἶδεν ὃ οἶδεν.᾿ λύεται δὲ ὅτι μὴ ὅ ἔδωκε συνεπέρανεν, ἀλλὰ ποιὸν δοὺς ἰδιαζόντως, τὸ μάθημα καὶ τὸ εὕρεμα, ἐπὶ ποσοῦ συνάγει συνάπτων ἀμφότερα· ποσὰ γὰρ τὰ δύο. παρὰ τὸ σχῆμα τῆς προσηγορίας καὶ τὸ τὴν κίνησιν μὴ ἐν τῷ κινουμένῳ ἀλλ’ ἐν τῷ κινοῦντι τίθεσθαι· ἡ ὅρασις γάρ, φησίν, οὐκ ἐν τῷ ὁρωμένῳ ἀλλ’ ἐν τῷ ὁρῶντι. πάσχουσι δὲ αἱ αἰσθήσεις, οὐκ ἐνεργοῦσι. πάλιν ᾿ ὅ εἰμι ἐγώ, σὺ οὐκ εἶ· ἄνθρωπος δὲ ἐγώ. σὺ ἄρα ἄνθρωπος οὐκ εἶ.) τὸ γὰρ ἐγὼ καὶ σύ, ὄντα ἐπὶ τῶν ἀτόμων καὶ μερικά, συνεῖλξαν καὶ τὸ κοινὸν, καὶ ὡς τόδε τι σημαίνειν τὸν ἀπλῶς δεδώκασιν ἄνθρωπον. τούτοις σύναπτε καὶ τὸν τοῖς σοφισταῖς θρυλούμενον τρίτον ἄνθρωπον, ἕτερον ὄντα παρὰ τὴν ἰδέαν καὶ τοὺς καθ’ ἕκαστα. οὕτω γὰρ προφέρουσιν· ὅταν, φασίν, ἄνθρωπον περιπατεῖν λέγομεν, οὔτε τὴν ἰδέαν εἴτ’ οὖν τὸν αὐτοάνθρωπον τοῖς λόγοις συνείρομεν ἀκίνητος γάρ) οὕτε τινὰ τῶν μερικῶν καὶ καθ᾿ ἕκαστα· τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γινώσκομεν, τίς δὲ ἀπὸ τῶν καθ’ ἕκαστα ὁ περιπατῶν ἀγνοοῦμεν. ἔσται ἄρα τρίτος ἄνθρωπος παρὰ τούτους, καθ’ οὗ τὸ περιπατεῖν κατηγοροῦμεν. ἢ ὁ μὲν ἄνθρωπος καὶ ἁπλῶς τὸ κοινὸν ἅπαν οὐ τόδε τι σημαίνει) καὶ ἄτομον, | ὡς ἄν τὸ σχῆμα τῆς προσηγορίας προσαναγκάζει καὶ οἱ σοφισταὶ βούλονται, 111 ἀλλὰ τοιόνδε τι ἢ ποσὸν ἢ πρός τι ἢ ἕτερόν τι τῶν τοιούτων· ἃ πάντα ἐπὶ τοῦ προκειμένου συμβέβηκεν. ὁ γὰρ εἰδικὸς ἄνθρωπος οὐχ έν τι ἀφωρισμένον ἔσται καὶ τόδε, ἀλλ’ ὡς τὸ ἐκ πάντων σημαῖνον ἄθροισμα πλῆθός τι ἔσται καὶ διὰ τοῦτο ποσόν, ὡς δὲ τῶν ἄλλων ἀφορίζον τὰ ὑποκείμενα καὶ μορφὴ ὂν ποιόν, ὡς δὲ εἶδος γένους πρός τι. πῶς οὖν τὸ τοιοῦτον ἢ οὐσία τις ἔσται μοναδικὴ καὶ καθ’ αὑτὴν ὑφεστῶσα ἢ τρίτος ἄνθρωπος; ὥσπερ γὰρ ὁ μουσικὸς Κορίσκος ἕτερος μὲν ἄν ῥηθείη τοῦ ἀπλῶς Κορίσκου, οὐ τῇ ὑποστάσει μέντοι καὶ τῷ ὑποκειμένῳ ἀλλ’ ἢ τῷ λόγῳ μόνῳ οὐ γάρ ἐστι μουσικὸς ἔξω τοῦ Κορίσκου), οὕτως οὐδέ τις κοινὸς ἄνθρωπος αὐθυπόστατος ἔσται καὶ ἴδιος τῶν ἐν μέρει χωρὶς ἀλλ’ ἢ λόγῳ καὶ ἐννοήματι, καὶ οὐ τὸ ἐκτίθεσθαι ἐν ἀπαριθμήσει τοὺς καθ’ ἕκαστα ἀνθρώπους καὶ ἕτερον ἐκείνων λέγειν ποιεῖ τὸν τρίτον ἄνθρωπον, ἀλλὰ τὸ συγχωρεῖν τὴν ἄνθρωπος φωνὴν τόδε τι εἶναι καὶ ἄτομον· οὐ γάρ ἐστιν ὅμοιον ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπος. οὔτ’ αὖ εἰ καί τις μὴ τόδε τι καὶ οὐσίαν τὸ ἐκτιθέμενον λέγει, τίθεται δὲ ποιόν, ἐκτὸς θεωρήσει τῶν πολλῶν καὶ καθ’ ἕκαστα, ἀλλ’ εἴ τι δἂν περὶ αὐτοῦ ἢ ἑνιαῖον ἢ ὑποστατικὸν φθέγξαιτο, τοῖς πολλοῖς συγχρήσεται. φανερὸν οὖν ὅτι οὐ δοτέον | τόδε τι 112 τὸ κοινῇ κατηγορούμενον ἐπὶ πᾶσιν ἀλλ’ ἤτοι ποιὸν ἢ ποσὸν ἢ πρός τι ἢ τῶν τοιούτων τι σημαίνειν, ὡς εἴρηται. 1 ὑπολείπεται MN 2 ὃ om. M 3 ἰδιάζοντος N 4 post παρὰ add. δὲ M 9 καὶ (aute τὸ) om. M 10 θρυλλούμενον libri 1 1 τοὺς] τὸν MN 12 φησιν M λέγωμεν MN 18 προσαναγκάζη MN βούλωνται MN 19 τῶν] τὸν N ante ἐπὶ add. καὶ ΜΝ 22 τῶν] τὴν N 23 ὃν om. MN 31 ὅμοιον] ὄμμα μοιὸν N 35 οὐδετέον N 36 τὸ] τὸν N post πᾶσιν add. εἶναι MN ποσὸν ἢ ποιὸν MN 23. Ὅλως δὲ ἐν τοῖς παρὰ τὴν λέξιν λόγοις ἀεὶ κατὰ τὸ ἀντικείμενον 112 ἔσται ἡ λύσις ἢ παρ’ ὅ ἐστι ὁ λόγος· οἷον εἰ παρὰ σύνθεσίν ἐστιν ὁ λόγος, διελόντι, εἰ δὲ παρὰ διαίρεσιν, συνθέντι· εἰ παρὰ προσῳδίαν ὀξεῖαν, ἡ περισπωμένη λύσις, καὶ εἰ παρὰ ψιλήν, ἡ δασεῖ, καὶ ὅλως εἰ παρὰ τόνον, τὸ ἄνευ τόνου. εἰ δὲ παρ’ ὁμωνυμίαν, τὸ ἀντικείμενον ὄνομα εἰπόντα λύειν· οἷον εἰ ἔμψυχον συμβαίνει συνάγειν τὸν σοφιστὴν ἐξ ὧν ἠρώτησεν ὁμωνύμων, λύειν ἀποφήσαντα μὴ τοιοῦτον δεδωκέναι ἀλλ’ ἄψυχον, καὶ τὸ ἔμπαλιν, ὡς εἴπερ ἐπὶ τοῦ διδάσκοντος ὁ λόγος εἴη τοῦ τε Πλάτωνος καὶ τοῦ βιβλίου· ἄμφω γὰρ διδάσκει, ὧν τὸ μὲν ἔμψυχον τὸ δὲ ἄψυχον. καὶ ἐπὶ τῆς ἀμφιβολίας δὲ καὶ ἐπὶ τῆς λέξεως ὁμοιότητος τὸ ἀντικείμενον ἔσται λύσις, οἷον ῾ ἆρ᾿ ἆρ’ ὃ μὴ ἔχει, δοίη ἄν τις;’ ἢ οὐχ ὃ μὴ ἔχει ἀλλ’ ὡς οὐκ ἔχει, οἷον ἕνα μόνον ἀστράγαλον· τοῦτο γὰρ καὶ ἀντίκειται. καὶ ὃ ἐπίσταται, μαθὼν ἢ εὑρὼν ἐκεῖνο καὶ οἶδεν ὡς ἐφ’ ἑνὸς ἀκουόμενον, ἀλλ’ οὐχ ἃ ἐπίσταται. καὶ πατεῖ οὐχ ὅτε βαδίζει χρόνον, ἀλλ’ ὃ βαδίζει διάστημα. 24. Πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς ἅπαντας μίαν καὶ κοινὴν λύσιν ἐπάξομεν καὶ οὐχ ὥσπερ ἕτεροι διαφόρους καὶ ἀσυμφώνους. ἐπεὶ | γὰρ 113 ἀδιόριστον καὶ οὐκ ἀκριβῶς ἔγνωσται, πότε τὸ τῷ κατηγορουμένῳ ὑπάρχον ὑπάρχει καὶ τῷ ὑποκειμένῳ πράγματι, ἀλλ’ ἐπ’ ἐνίων μὲν δοκεῖ καὶ φασί τὰ γὰρ οὐσιωδῶς τοῖς κατηγορουμένοις ἐνόντα καὶ καθ’ αὑτὸ καὶ ἐπὶ τῶν ὑποκειμένων διαβαίνει) τὰ δ’ ἄλλως ἔχοντα οὔ, τοῦτο δὴ καὶ πρὸς λύσιν ἐπάγειν ἀρκεῖ, ὡς οὐκ ἀναγκαῖον καὶ τῷ πράγματι συμβαίνειν ἅπαν ὃ καὶ τῷ κατηγορουμένῳ, ἀλλὰ τὰ μὲν τὰ δ’ οὔ, ὥς γε εἴρηται. συμβαλεῖται δὲ πρὸς λύσιν καὶ τὸ οἷον ἢ ὁποῖον ἀντερωτώμενον· ἐρωτῶντος γὰρ εἰ ὁ Σωκράτης λευκόν, ἵνα συναγάγῃ ὅτι χρῶμα, ἐπειδὴ τὸ λευκὸν διττὸν τό τε λελευκωμένον σῶμα καὶ ἡ λευκότης αὐτή, καὶ τὸ μὲν δοῦναι ἀληθὲς τὸ δὲ ψεῦδος, εἰ ἀντερωτήσαις οἷον λευκὸν αἰτεῖ λαβεῖν. ἐσεῖται συνειλημμένος ἀμφοῖν καὶ οὐ προβήσεται πεφωραμένα τὰ τῆς τέχνης αὐτῷ. εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τὸ συμβεβηκός· ῾ἆρ᾿ οἶδας ὃ μέλλω σε ἐρωτᾶν;᾿ οὔ. ῾ἆρ᾿ οἶδας ὅτι ἡ ἀρετὴ ἀγαθόν;᾿ ναί. ῾τοῦτο δὲ μέλλω σε ἐρωτᾶν, ὥστ’ οἶδας ὃ μέλλω σε ερωτᾶν.᾿ πάλιν ῾ἆρ᾿ οἶδας τὸν προσιόντα κεκαλυμμένον;᾿ οὔ. ἀποκαλύψαντες δὲ δεικνύουσι τὸν Κορίσκον καὶ συνάγουσι τὸν αὐτὸν εἰδέναι καὶ μή. πάλιν ῾ὁ ἀνδριὰς ἔργον ἐστί;᾿ ναί. ῾τί δέ, καὶ σός;᾿ ναί. ἶσόν ἄρα ὁ ἀνδριὰς ἔργον. ἀλλὰ μὴν καὶ οὐ σός· τοῦ Φειδίου γάρ.᾿ πάλιν ῾τὰ ὀλιγάκις ὀλίγα ἀλίγα;᾿ ναί. ῾ἀλλὰ μὴν τὰ ἑκατὸν πρὸς τὰ δεκακισμύρια ὀλιγάκις ὀλίγα. τὰ ἑκατὸν | ἄρα ὀλίγα. ἀλλὰ μὴν καὶ πολλά.᾿ 114 φανερὸν ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη ἅπαν τὸ τῷ κατηγορουμένῳ ὑπάρχον καὶ κατὰ τοῦ ὑποκειμένου πράγματος ἀληθεύεσθαι. ἐν μόνοις γὰρ τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δοκεῖ ταὐτὰ ὑπάρχειν· τῷ δ’ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ τε εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐδὲ τῷ προσιόντι ἢ κεκαλυμμένῳ προσιόντι τε εἶναι καὶ Κορίσκῳ. ὥστε 3 διελόντι] δηλονότι M 4 καὶ εἰ] καὶ ἡ N δρασεῖα M 6 συνάγον N 8 βυβλίου N 16 γὰρ] δὲ Μ 20 τοῦτο δὲ M 22 τὸ κατηγορουμένῳ N 23 ἐρωτῶντας LM 29 οὔ om. L 31 τὸν (aute αὐτὸν) om. MN ἐν] οὖν Μ: οὖν ἐν Ν οὐκ εἰ οἶδα τὸν Κορίσκον, ἀγνοῶ τὸν προσιόντα, τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ· 114 οὐδ’ εἰ τοῦτό ἐστιν ἐμόν, ἔστι δὲ ἔργον, ἐμόν ἐστιν ἔργον, ἀλλ’ ἢ κτῆμα ἢ πρᾶγμα ἢ ἄλλο τι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. Καὶ παρ’ ἡμῶν μὲν τὰ τοιάδε σοφίσματα οὕτω δήπου ἐκτεθειμένα λέλυνται λύουσι δέ τινες καὶ ἑτέρως ἀναιροῦντες τὴν ἐρώτησιν τῷ δέχεσθαι ἀληθεύειν τὸ συμπέρασμα· φασὶ γὰρ ἐνδέχεσθαι τὸ αὐτὸ πρᾶγμα καὶ εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ κατὰ ταὐτό. τὸν οὖν προσιόντα οὐκ εἰδότες, τὸν δὲ Κορίσκον εἰδότες τὸ αὐτὸ εἰδέναι καὶ ἀγνοεῖν φασιν, ἀλλ’ οὐ κατὰ ταὐτό. καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν παρὰ ταὐτὸ πάντων καὶ ἐφ’ ἑνὸς εἴδους παραλογισμῶν τὴν αὐτὴν καὶ μίαν εἶναι διόρθωσιν· ἣν δὲ λέγουσιν, οὐκ ἐφαρμόττει πᾶσι τοῖς παρὰ τὸ συμβεβηκὸς σοφίσμασιν, ἀλλ᾿ οἷς μόνοις τὸ εἰδέναι πρόσκειται, ὡς ἐπὶ τῶν εἰρημένων, ἐπὶ δὲ τῶν ἄλλων οὔ, οἷον ἐπὶ τοῦ εἶναι ἤ πως ἔχειν ἐστίν. οὐδὲν δὲ κωλύει τὸν αὐτὸν λόγον | πλείους μοχθηρίας ἔχειν, ἀλλ’ οὐχ ἡ πάσης μοχθηρίας ἐμφάνισις 115 λύσις. ἐγχωρεῖ γὰρ ὅτι μὲν ψευδῆ συλλελόγισται δεῖξαί τινα, παρ’ ὃ δὲ μὴ δεῖξαι, οἷον τὸν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινηθῆναι, ἐλέγξειεν ἄν τις καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς οὕτως ἐπιχειρῶν· εἰ μὴ ἔστι κίνησις, οὐδ’ ἔσται τὸ ποθὲν ποῖ. εἰ μὴ τοῦτο, οὐδ᾿ ὁ ἥλιος ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς κινηθήσεται. ἔνθεν οὐδὲ ἡμέραι καὶ νύκτες ἔσονται. τοῦτο δὲ ἀδύνατον· ψεῦδος ἄρα τὸ μὴ εἶναι κίνησιν. ἀλλὰ κἀν μυριάκις οὕτως ἐλέγχων συλλελογισμένος ᾐ, οὔτε λύει καὶ ἁμαρτάνει· ἦν γὰρ ἡ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρ’ ὃ ψευδής· ὁ δὲ τὸ μὲν αἴτιον τῆς ἀπάτης παρῆκεν εἰπεῖν καὶ διὸ ἔψευσται (ἦν δὲ τὸ λαμβάνειν ἐνεργείᾳ ἡμίση τοῦ διαστήματος, ἃ δήπουθεν ἄπειρα καὶ ἀδιεξίτητα), εἶτα ἐλέγχειν οἴεται τῷ συνάγειν τὰ ἀντικείμενα. καὶ ὅστις γοῦν ἰσχύσας μὴ συλλελογίσθαι δείξει τὸ σόφισμα τῷ κατά τι τὴν συλλογιστικὴν ἐκκλίνειν παράδοσιν, τελεώτατα λέλυκε, κἄνπερ ἀληθὲς ἢ ψεῦδος ἐπιχειρῇ συνάγειν. ἴσως δὲ καὶ τοῦτο ἐπ’ ἐνίων οὐδὲν κωλύει συμβαίνειν· ἐν πλείστοις γὰρ ἤρκεσε τὸ συναγαγεῖν τὸ ἀδύνατον, πλὴν ἐπὶ τῶν Ζήνωνος λόγων δεῖ καὶ παρ’ ὅθεν εἰπεῖν. μεταφέροντες δὲ καὶ ἐπὶ τῶν προκειμένων λέγομεν ὡς ἐπ’ ἄλλων μὲν τοῦτο ἀληθεῦον δόξειεν ἂν τὸ κατ’ ἄλλο μὲν εἰδέναι κατ’ ἄλλο δὲ ἀγνοεῖν, οἷον τόδε ὅτι μὲν λευκὸν εἰδέναι, ὅτι δὲ μουσι|κὸν μὴ γνωρίζειν, 116 καὶ μὴ κατὰ ταὐτό· ἐπὶ δὲ τοῦ προσιόντος Κορίσκου οὔ· τό τε γὰρ προσιὸν οἶδεν ὅτι πρόσεισι καὶ τὸν Κορίσκον, εἰ καὶ μὴ ταὐτὰ μηδ’ ὡς ὲν. Ὁμοίως δὲ ἁμαρτάνουσι καὶ οἱ τὸ ἕτερον σόφισμα λύοντες, τὸ συνάγον τὰ ἑκατὸν καὶ πολλὰ καὶ ὀλίγα, τῷ λέγειν ἅπας ἀριθμὸς καὶ πολὺς καὶ ὀλίγος πρὸς ἕτερον καὶ ἕτερον. δέον γὰρ λύειν καὶ ἀνθίστασθαι πρὸς τὸν ἐρίζοντα ὡς οὐκ ἀληθῶς συνεπέρανε, μᾶλλον συγχωροῦσιν. 1 εἰ εἰδὼς MN εἶδα N 2 ἀλλ’ ἡ] ἀλλὰ MN 5 ἑτέραις N τὸ δέχεσθαι L 11 οὐχ ἁρμόττει MN 12 μόνον MN 13 πῶς ex πρὸς corr. N οὐδὲν γὰρ MN 18 ποῖ] τῆ L 27 ἐπιχειρῇ] ἐπέχει L 31 δόξειεν ex δείξειεν corr. L 32 μὴ om. N 37 τὸ λέγειν M Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσιν ὥσπερ δὴ τὰ ὁμώνυμα. τὴν γὰρ ὅτι 116 σός ἐστιν οὗτος πολλαπλῆν τίθενται πρότασιν· ἢ γάρ, φασίν, υἱὸς ἢ πατὴρ ἢ κτῆμα ἢ δοῦλος. ὑπόθου δὲ παρ’ εἰδόσι προβαίνειν τὸ πρόβλημα. ἀλλ’ εἰ μὲν παρὰ τὸ πολλαχῶς λέγεσθαι καὶ μὴ κτὰ συμβεβηκὸς ὁ τοιοῦτος ἔλεγχος ἦν, φανερὸν ὡς ἔδει τοὔνομα ἢ τὸν λόγον πλείονα σημαίνειν· οὕτω γὰρ εἶχεν ἐπὶ τῶν ὁμωνύμων. νυνὶ δὲ οὐχ οὕτω· τὸ γὰρ εἶναι τόνδε τοῦδε τέκνον ὄντα δοῦλον οὐ διὰ τὸ πολύσημον, ἀλλὰ παρὰ τὴν τοιάνδε συμπέπτωκεν ἀγωγὴν τοῦ σοφίσματος, οἷον ῾ἆρ᾿ ἐστὶ τοῦτο σόν;᾿ ναί. ῾ἔστι δὲ τοῦτο τέκνον;᾿ ναί. ῾σὸν ἄρα τοῦτο τέκνον.᾿ οὐκ ἔστι δέ· συμβέβηκε γὰρ εἶναι καὶ σὸν καὶ τέκνον ἀλλ’ οὐ σὸν τέκνον. Παραπλήσιον κἀκεῖνο τὸ συνάγον τῶν κακῶν τι εἶναι ἀγαθόν· ἡ γὰρ φρόνησίς ἐστιν ἐπιστήμη τῶν κακῶν τῷ τὸν φρόνιμον ἐπίστασθαι καὶ τὰ κακά. οὔκουν εἴ τις τὸ τοῦτο τούτων εἶ|ναι ἢ τὸ οὗτος τούτου πολλαχῶς 117 λέγεσθαι θείη, * * ὅτι καὶ ὁ λόγος ὁ τὸν ἄνθρωπον εἶναι τῶν ζώων λέγων ἕν τι δηλοῖ, ὅτι ζῶον ἀλλ’ οὐ κτῆμα, ὅ τε τὸν Πειραιᾶ τυχὸν ἢ Τάναγραν τῶν Ἀθηναίων λέγων οὐ πολλὰ σημαίνει, ἀλλ’ ὅτι κτῆμα. οὕτως οὐδ’ ὃς τὴν φρόνησιν τῶν κακῶν εἴποι, πολλὰ σημαίνει ἀλλ’ ὅτι ἐπιστήμη. ἐπεὶ δὲ μεγάλην διαφορὰν πρὸς τὰ σημαινόμενα κἀν ταῖς συντάξεσιν αἱ ἀποδόσεις τῶν πτώσεων φέρουσι, φθάνομεν δὲ πρὸς γενικὴν ἀποδεδωκέναι τὴν φρόνησιν τῶν κακῶν αὐτὴν φάμενοι, ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς ἀνέκυψε παραλογισμός· πῆ γὰρ δεδωκότων καὶ ὡς ἐπιστήμην ἁπλῶς τοῖς κακοῖς συνέταξαν. καὶ ἐνταῦθα μὲν πάνυ ἐξίτηλον τὸ τοῦ παραλογισμοῦ φάντασμα, ἐν ἑτέροις δὲ ἴσως ἐνδέχεταί τι ἀγαθὸν τ·ῶν κακῶν εἶναι. ἡ γὰρ ἀνδρεία καλὸν μὲν ὡς εὐκλείας ποιητική, δοκεῖ δέ τισι κακὸν διὰ τὰς ἐν πολέμῳ πληγάς. καὶ ἔτι μᾶλλον ἡ τῆς διττότητος ἐμφάνισις ἐπ’ ἐκείνου τοῦ ἀμφιβόλου τοῦ δοῦλον ἀγαθὸν μοχθηροῦ. τὸ γὰρ ἀγαθὸν ἢ ὡς ὄνομα ἐκλήψῃ κύριον ἢ ἐπὶ τρόπου θείης, καὶ τὸ μοχθηροῦ ὡσαύτως ἢ δεσπότου μοχθηροῦ ἢ τρόπου. ἴσως δέ σοι ἀκριβῶς σκεπτομένῳ οὐδ’ ἐνταῦθα ἡ διπλόη φανήσεται· οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθὸν τούτου ἅμα· δοῦλος γὰρ ὢν ἀγαθὸς μοχθηροῦ δεσπότου δηλαδή, ἀλλ’ οὐ τρόπου πονηροῦ· πρὸς γὰρ τὸν δεσπότην ὁ δοῦλος λέγεται. τὸ δὲ ἀγαθὸς ἀποκοπὲν καθ’ αὑτὸ πρὸς οὐδὲν ἀλλ᾿ I ἢ ὡς ποιὸν νοεῖται. ὥστ’ οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν 118 ζώων εἶναι λέγεται πολλαχῶς, ἢ τὴν φρόνησιν τῶν κακῶν, ἢ κοινότερον εἰπεῖν τὸ τοῦτο τούτων· οὐ γάρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες, τοῦτο πολλαχῶς λέγεται. οὐ γὰρ πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν καὶ ὡρισμένον καὶ γνώριμον καὶ τούτου ἢ τούτων λεγόμενον πολλὰ σημαίνει. εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ τὸ ῾ μῆνιν ἄειδε θεά᾿ ἀφελόντες ὡρισμένως οἴδαμεν, ὅτι ἥμισυ στίχου ἐστὶ καὶ οὐ τῆς Ἰλιάδος, ὁ λέγων ὅτι δός μοι τὸ ῾ μῆνιν ἄειδε θεά᾿ 2 πολλαπλῆν corr. L: διπλῆν MN 6 τὸ δὲ M 9 ἄρα L 12 τῶν τὸ φρόνιμον N 13 post οὔκουν add. ὥσπερ MN 14 lacunam indicavi; deest καλῶς ἄν λέγοι vel tale aliquid, cf. Alex. f. 52v 17 εἴποι ἄν MN 19 φαίρουσι N 21 τοῖς ex τῆς corr. N 26 δοῦλον ἀγαθοῦ L 27 θήσεις MN τὸ μοχθηρὸν L 31 καθ’ αὐτὸν M 34 τούτων — τοῦτο om. M 34.35 τούτου πολλαχῶς L 38 στίχον M τὸ ἥμισυ τούτου τοῦ ἔπους διττὸς ἄν ἦν λέγων καὶ ἐσήμαινε τό τε ἥμισυ 118 τῆς ᾿Ιλιάδος καὶ τοῦ στίχου. ἀλλὰ μὴν οὐ διττός. καθ’ αὑτὸ γὰρ ληφθὲν δῆλον γέγονεν τίνος ἐστὶν ἥμισυ· ἔστι δὲ μεταλαμβανόμενα τὸ μὲν ἥμισυ τοῦτο, τὸ δὲ τοῦ ἔπους τούτου. κατὰ ταὐτὰ μέντοι οὐδ’ ὁ λέγων ῾ ἆρα ὅδε σός;᾿ ἐστὶ λόγος διττός· δῆλον γάρ ἐστιν ὅπως οὗτος τούτου ἐστίν· ὁ γὰρ τὸν Πλάτωνα καὶ Ἀρίστωνα καθ᾿ αὑτοὺς λαβὼν καὶ ἐρωτῶν᾿ ἆρά γε οὗτος τούτου ἐστί..’ ταὐτὸν λέγει <τῷ> ῾ἆρα ὁ Πλατῶν υἱὸς Ἀρίστωνος;᾿ καὶ <οὐ> διπλοῦν ἐνταῦθα τὸ ἐρώτημα διὰ τὸ τὰ ληφθέντα γνώριμα τυγχάνειν, ὅπως ἀλλήλων εἰσίν.