15. Ἔστι δὲ πρὸς τὸ ἐλέγχειν καὶ παραλογίζεσθαι ἓν μὲν μῆκος· χαλεπὸν γὰρ ἅμα πολλὰ συνορᾶν καὶ φυλάττεσθαι. εἰς δὲ τὸ μῆκος τοῖς εἰρημένοις ἐν τοῖς τοπικοῖς στοιχείοις χρηστέον τῷ τε μὴ μόνον τὰς συνακτικὰς προτάσεις τοῦ συμπεράσματος καὶ ἀναγκαίας ἐρωτᾶν, ἀλλὰ καὶ τὰς μὴ συμβαλλομένας παρεμβάλλειν καὶ καταποικίλλειν τὸν λόγον παρα- βολαῖς τε καὶ παραδείγμασι. δεύτερον δὲ τάχος τῷ συνεχεῖς τὰς ἐρωτήσεις καὶ συντόμους ποιεῖσθαι· ὑστερίζοντες γὰρ ἧττον προορῶσι. τρίτον ὀργὴ καὶ φιλονεικία· ταραττόμενοι γὰρ ἧττον δύνανται φυλάττεσθαι πάντα. στοι- χεῖα δὲ τῆς ὀργῆς τό τε φανερὸν ἑαυτὸν ποιεῖν βουλόμενον ἀδικεῖν καὶ τὸ παρὰ πάντας ἀναισχυντεῖν. ἔτι τε τὸ ἐναλλὰξ τιθέναι τὰ ἐρωτήματα συμβάλλεται πρὸς τὸ λαθεῖν. οὐ γὰρ τὰς ἀναγκαίας καὶ συνακτικὰς αὐτόθεν τοῦ συμπεράσματος προτάσεις ἐφεξῆς ἢ | πρώτας θήσομεν, οὐδὲ τοὺς συλλογισμοὺς κατὰ τάξιν συμπλέξομεν, ὥσπερ ἄν καὶ μηδενὸς ἐφεστῶτος, ἀλλ’ ἐπεμβαλοῦμεν καὶ τὸ συνεχὲς διακόψομεν καὶ πρὸς τὸ λυσιτελοῦν διαθήσομεν. ἔτι συντελεῖ πρὸς ἀπάτην, ἐάν τις πρὸς τὸ αὐτὸ πλείους ἔχῃ λόγους καὶ τοὺς ἐναντίους καὶ οὕτως καὶ οὐχ οὕτως κατασκευάζειν δυνατούς· ἅμα γὰρ συμβαίνει τῷ ἀποκρινομένῳ ἢ πρὸς πλείω ἢ πρὸς τἀναντία ποιεῖσθαι τὴν φυλακήν, λάθοι δ’ ἄν δοὺς ἐν πλείοσι μεριζόμενος ὃ μὴ ἂν ἄλλως ἔχων. δείξει γάρ τις τὴν ἡδονὴν ἀγαθόν, καὶ ὅτι κατὰ φύσιν, καὶ ὅτι πάντα αὐτῆς ἐφίεται· καὶ αὖ ὅτι οὐκ ἀγαθὸν τῷ γένεσιν εἶναι εἰς φύσιν αἰσθητὴν καὶ ἐμποδίζειν τῷ φρονεῖν. ὅλως δὲ πάντα τὰ πρὸς κρύψιν λεχθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς ἀγωνιστικοὺς λόγους καὶ σοφιστικούς· ἡ γὰρ κρύψις τοῦ λαθεῖν χάριν, τὸ δὲ τῆς ἀπάτης. Πρὸς δὲ τοὺς ἀνανεύοντας ἅττ’ ἄν οἰηθῶσιν εἶναι πρὸς τὸν λόγον, ἐξ ἀποφάσεως ἐρωτητέον ὡς τοὐναντίον βουλόμενον, (οἷον μὴ οὕτω ῾ ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’ ἀλλ’ οὕτω ῾ ἆρ᾿ οὐ δοκεῖ σοι ὡς οὐκ ἔστιν ἡ ἡδονὴ κατὰ φύσιν;’ εἴπερ γὰρ ἀνανεύσει τὴν κατάφασιν, τίθησιν ἣν ζητοῦμεν), καὶ ἐξ ἴσου ποιοῦντα τὴν ἐρώτησιν· ἀδήλου γὰρ ὄντος τοῦ τί βούλεται λαβεῖν ἧττον δυσκολαίνουσιν, οἷον ‘ἀρά γε ἡ ἡδονὴ κατὰ φύσιν ἢ παρὰ φύσιν;᾿ ὅταν δὲ ἐπὶ τῶν μερῶν διδῷ τις | τὸ καθ’ ἕκαστον, ἐπάγοντα τὸ καθόλου πολλάκις οὐκ ἐρωτητέον, ἀλλ’ ὡς δεδομένῳ χρηστέον· ἐνίοτε γὰρ καὶ αὐτοὶ οἴονται δεδωκέναι καὶ τοῖς ἀκούουσι φαίνονται διὰ τὴν τῆς 2. 10 ἐν τοῖς τοπικοῖς] Θ 1 4 ῥᾷον om. MN 6 ἀπαντᾶν M 15 πάντες Aristoteles 16 τῆς ex τοῖς corr. N 17 πάντων M ἔτι δὲ M 20 συμπλάζομεν M 21 τὸ utrobique om. M 22 ἔχῃ ex ἔχει corr. N 25 post ἔχων add. δοίη MN 26 εἰδονὴν N 27 αὖ] οὖν M 35 εἰδήλου N ἐπαγωγῆς μνείαν, ὡς οὐκ ἄν ἠρωτημένα μάτην. οἶον εἰ πρόκειται λαβεῖν τὸ πάντα ἄνθρωπον εἶναι λογικόν, οὕτως ἐρωτητέον ῾ ἆρά γε ὁ Σωκράτης οὐκ ἔστι λογικὸς ἄνθρωπος ὤν; τί δέ; ὁ Πλάτων καὶ Ἀλκιβιάδης καὶ ὅδε καὶ ὅδε οὐκ εἰσὶ λογικοὶ ἄνθρωποι ὄνπς;’ ναί φησιν. εἶτα ὡς ὁμολογούμενον ἐπακτέον τὸ καθόλου χωρὶς ἐρωτήσεως ῾ πᾶς ἄρα ἄνθρωπος λογικός.’ ἐν οἷς τε μὴ ὀνόμασι σημαίνεται τὸ καθόλου, ἀλλὰ τῇ κατὰ μέρος ὁμοιότητι λόγῳ τὸ κοινὸν θηρᾶται, χρηστέον πρὸς τὸ συμφέρον· οἷον ἐπεὶ τὸ κερασφόρον μὴ ὄνομα ὂν ἀλλὰ λόγος τῷ εἶναι σύνθετον, καὶ ἐξ ὁμοιότητος ἐπὶ τὰ μὴ τῶν ζώων ἀμφόδοντα εἴληπται, οἷον αἶγα, πρόβατον, βοῦν καὶ τὰ λοιπά, χρηστέον ταῖς ἐπαγωγαῖς πρὸς τὸ συμφέρον, ὡς ἐπεὶ τὸ καὶ τὸ κερασφόρα ὄντα οὐκ ἀμφόδοντα, καὶ πᾶν ἄρα · καὶ ἄλλου μὲν ἐπάγοντος αὐτὸν φέρειν ἔνστασιν τὸν ὄνον τὸν Ἰνδικὸν ἀμφόδοντα ὄντα κ·αὶ κερασφόρον, αὐτὸν δὲ χρώμενον προσομολογεῖν οὕτως ἐπὶ πάντων. ἔτι χρησιμεύσει πρὸς τὸ λαβεῖν τὴν ἀναγκαίαν πρότασιν καὶ τὸ πυνθάνεσθαι παραβάλλοντα τὸ ἐναντίον, οἷον εἰ δέοι λαβεῖν ὅτι πάντα δεῖ πείθεσθαι τῷ πατρί, οὕτως ἐρωτητέον ῾ πότερον πάντα δεῖ | πείθεσθαι τῷ πατρὶ ἢ πάντα ἀπειθεῖν;᾿ καὶ πάλιν, εἰ δέοι λαβεῖν 80 τὸ ὅτι δεῖ πολλάκις πολλὰ πείθεσθαι, οὕτως ῾ πότερον πολλάκις πολλὰ πείθεσθαι τῷ πατρὶ δεῖ ἢ ὀλίγα;’ παρατιθεμένων γὰρ ἐγγὺς τῶν ἐναντίων καὶ μείζω καὶ μικρὰ φαίνεται καὶ χείρω καὶ βελτίω τοῖς ἀνθρώποις. Ἔτι δὲ σφόδρα πολλάκις ποιεῖ ἐληλέγχθαι καὶ τὸ σοφιστικὸν συκοφάν- τημα τῶν ἐρωτώντων, τὸ μηδὲν συλλογισαμένου μὴ ἐρώτημα ποιεῖν τὸ τελευταῖον, ἀλλὰ συμπεραντικῶς καὶ ἀποφαντικῶς ἐπάγειν ὡς συλλελογισμένους, οἷον οὐκ ἄρα τὸ καὶ τό, ὡς ποιεῖ Μέλισσος· τὸ παρὰ τὸ ὂν οὐκ ὄν φησι, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν. τάς τε γὰρ προτάσεις ψευδεῖς λαμβάνει τὰ γὰρ ὄντα πολλὰ τῇ ἐναργείᾳ καὶ οὐκ ἔδει μοναδικῶς προφέρειν, καὶ τὸ λευκὸν οὐκ ὂν μέν, ὅτι μὴ ποσόν, οὐχ ἧττον δὲ ὄν) καὶ ὃ μὴ συνελογίσατο, συνεπέρανε. Σοφιστικὸν καὶ τὸ κειμένου παραδόξου τὸ φαινόμενον ἀξιοῦν ἀποκρίνε- σθαι προσκειμένου τοῦ δόξαντος ἐξ ἀρχῆς, καὶ τὴν ἐρώτησιν τοιούτων οὕτω ποιεῖσθαι ῾ πότερόν σοι δοκεῖ τόδε, ἢ οὔ;’ οἷον κειμένου παραδόξου ὡς· τὸ φονεύειν καὶ ἀδικεῖν εὐδαιμονεῖν ἐστιν, ἡμεῖς ἐρωτῶμεν ἐπὶ τὸν Ἀρχέλαον, εἰ βασιλεὺς ὢν μὴ εὐδαίμων ἐστί, καὶ προσαναγκάζομεν τὸ δο- κοῦν εἰπεῖν, καὶ καταφήσαντος μὲν τὸ κείμενον πρότερον συνεισάγεσθαι· ἐν γὰρ τῷ Ἀρχελάῳ καὶ τὸ ἀδικεῖν καὶ εὐδαιμονεῖν φονεύσαντι τοὺς οἰκείους καὶ πλουτοῦντι καὶ βασιλεύοντι), μὴ δόντος δὲ ἐπὶ τὴν δόξαν τῶν πολλῶν ἀκτέον. ἀνάγκη γάρ, ἄν ᾖ τὸ ἐρώτημα ἐξ | ὧν ὁ συλλογισμός, ἢ ἔλεγχον 81 ἢ παράδοξον γίνεσθαι, δόντος μὲν ἔλεγχον, μὴ δόντος δὲ μηδὲ δοκεῖν φά- σκοντος ἄδοξον. μὴ θαρρούντως δὲ ἀποφαινομένου ἀλλ’ ἐνδοιάζοντος καὶ τὸ ἴσως προστιθέντος καὶ τάχα ἐλεγχοειδές. 4 φησιν om. MN 15 δέει L πότερον om. MN 16 δέει L 20 ἐληλέχθαι libri 22 καὶ ἀποφαντικῶς om. M 25 ἐνεργεία MN 28 τὸ φαινόμενον — παραδόξου (30) om. MN 29 τῶν τοιούτων Aristoteles 34 καὶ τὸ εὐδαιμονεῖν N 38 μὴ] μηδὲ MN 39 προστιθεμένου MN Ἔτι. καθάπερ ἐν τοῖς ῥητορικοῖς ἑκατέρως τοῖς λόγοις ἐπιχειροῦμεν καὶ 81 τὰ αὐτὰ κατασκευάζομεν καὶ ἀνασκευάζομεν, καὶ ἐν τοῖς ἐλεγκτικοῖς ὁμοίως τὰ ἐναντιώματα θεωρητέον ἢ πρὸς τὰ ὑφ’ αὑτοῦ λεγόμενα ἢ πρὸς οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν, ἔτι πειρᾶσθαι δεικνύναι τὸν προσδιαλεγόμενον ἐναντία τιθέμενον πρὸς τοὺς δοκοῦντας τοιούτους καὶ περὶ ἕκαστα ἀγαθοὺς ἢ πρὸς τοὺς ὁμοίους ἢ πρὸς τοὺς πλείστους ἢ πρὸς πάντας·. οἷον εἰ ἰατρός, ὡς τοῖς ἀρίστοις τῶν ἰατρῶν ἀντιλέγει ἢ τοῖς φρονίμοις, ἢ ὧν δοκεῖ πᾶσιν ἢ τοῖς πλείστοις. ἔτι ὥσπερ ἐν τοῖς καθ’ ὁμωνυμίαν οἱ ἄπο· κρινόμενοι ποιοῦσι πολλάκις ἐλεγχόμενοι διαιροῦσι γὰρ ὕστερον συναισθόμενοι τῆς ἀπάτης τὸ διττόν, καὶ ὡς ἐπ’ ἄλλου σημαινομένου δεδώκασιν ἢ ὃ συνῆξεν ὁ ἐρωτῶν), οὕτω καὶ τοὺς ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρὸς τοὺς ἐνισταμένους τῶν ἐρωτωμένων ὡς οὐκ ἐλεγχομένους, ἄν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή, ὅτι οὕτως εἴληφε καὶ προέτεινεν ὃ συνήγαγεν, οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ τῷ Πλατωνικῷ διαλόγῳ. ·ἐπεὶ δὲ προ·ἰόντος τοῦ λόγου πολλάκις οἱ ἐρωτώμενοι ἐρωτῶντες γίνονται, εἰ 82 συναίσθοιντο πρότασιν ἀναγκαίαν ληφθῆναι καὶ πρὸς κατασκευὴν τοῦ προ- βλήματος, καὶ ἐπιχειροῦσιν ἀνασκευάσαι, δεῖ τοὺς ἐρωτῶντας ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν· εἰ δ’ αἴσθοιντο δι’ ὃ γίνεται, προενίστασθαι καὶ προαγορεύειν, ὡς οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸν καιρὸν καὶ τῷ μὴ τρίβεσθαι εἰς οὐδέν. ἐπιχειρητέον δὲ ἐνίοτε καὶ πρὸς ἕτερα τοῦ κειμένου, ἐκεῖνο ἐκβαλόντας, ἐὰν μὴ ἔχωμεν πρὸς αὐτὸ ἐπιχειρεῖν. ὅπερ ὁ Λυκόφρων ὁ σοφιστὴς πεποίηκε προβληθέντος αὐτῷ λύραν ἐγκωμιάζειν· ἐπεὶ μὴ εἶχεν, ὃ πρὸς τὴν ὀργανικὴν εἴπῃ, ἀνέδραμε πρὸς τὴν ἐν οὐρανῷ καὶ τὴν λυρικὴν μετελάβετο ποίησιν, ἐν ᾧ πολλοὺς ἐπαίνων λόγους ἐφεύρηκεν. καὶ ὁ Ἰσοκράτης ἐπαινῶν τὴν ῾ Ελένην ἐπὶ τοὺς ἐραστὰς αὐτῆς ἔκλινε καὶ δι’ ἐκείνων ἐθαύμασεν· οὐ γὰρ εἶχεν ἐκ τῶν κατ’ αὐτήν. καὶ ὁ Πρωταγόρας ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ποτὲ μὲν μύθους διέξεισι ποτὲ δὲ περὶ ποιημάτων, ἐν οἷς εὐπορεῖν ἐπιχειρημάτων ἠδύνατο. καὶ ἐπ’ ἐκείνου· σπεύδοντες γὰρ πρὸς ἀνασκευὴν τοῦ τὸν φιλόσοφον πολυπράγμονα εἶναι ἀντὶ τούτου τὸ φιλοπράγμονα εἶναι μεταλαμβάνομεν, ἐπεὶ μὴ ἐκεῖθεν εὐπορεῖν ἦν, καὶ οὕτω συντίθεμεν ῾ ὁ φιλόσοφος πολυπράγμων, οὗτος δὲ φιλοπράγμων, ὁ δὲ φιλίως καὶ σχετικῶς πρός τε τὴν ὕλην | καὶ τὰ πράγματα διακείσεται· 83 ὁ φιλόσοφος ἄρα πρὸς τὰ τῇδε συνίσχεται. ἀλλὰ μὴν τοῦτο ψεῦδος· ψεῦδος ἄρα καὶ τὸ πολυπράγμονα εἶναι, ἤγουν ζητητικὸν καὶ τῶν ὄντων ἐρευνητήν.’ ἐπεὶ δὲ πολλάκις οἱ ἀποκρινόμενοι μήτε παντελῶς ἀπαρνούμενοι τὰ προτεινόμενα μήτε διδόντες ἀπαιτοῦσι τὸν ἐρωτῶντα ἀποδεῖξαι ἣν ἠρώτησε πρό- τασιν, καὶ δοκεῖ καὶ τοῖς ἀκροαταῖς δεῖν ἀποδιδόναι τὴν αἰτίαν, δεῖ μὴ ἐπὶ τὸ καθόλου τὸν ἔλεγχον ἄγειν, ἀλλὰ περὶ τὰ καθ’ ἕκαστα διατρίβειν· τὸ 1 ἑκατέροις MN 2 καὶ ἀνασκευάζομεν om. N 6 ante πάντας add. τοὺς MN 7 ἀντιλέγειν M ὧν L, cf. Alex. f. 37: ἅ MN 13 συμβαίνῃ ex συμβαίνει corr. L ὃ] ἡ MN 14 ποιεῖν N μανδραβούλω libri τῷ Πλατωνικῷ διαλόγῳ] cf. I. Bywater Journal of Philol. XII 25 16 καὶ om. MN 20 τὸ MN 21 ἐκλαβόντας Αristoteles 23 εἴποι MN 29 ἀνασκευεῖν N 32 φιλίας καὶ σχετικῆς M καὶ πρὸς τὰ MX 37 τοῖς ex ταῖς corr. N γὰρ καθόλου ἀεὶ ἔνστασιν ἔχει. ὅθεν ἐπὶ τῶν μερικῶν δεῖ συνάξαι τὴν 83 ἀντίφασιν, οἷον εἰ ὑγιεινοῦ καὶ νοσώδους τὴν αὐτὴν εἶναι ἐπιστήμην ἀπαιτούμεθα λόγον, μὴ ὅτι καὶ πάντων τῶν ἐναντίων ἐνσταίη γὰρ ὡς τοῦ γνωστοῦ καὶ ἀγνώστου οὐχ ἡ αὐτή, οὐδὲ πεπερασμένου καὶ ἀπείρου ἢ ὄντος καὶ μὴ ὄντος), ἀλλ’ ὅτι εἰ μὴ τοῦτο, οὐδὲ ἀρτίου καὶ περιττοῦ μία, οὐδὲ ἡρμοσμένου καὶ ἀναρμόστου. ἀλλὰ μὴν μία ἥ τε ἀριθμητικὴ καὶ ἡ μουσική· καὶ τοῦ ὑγιεινοῦ καὶ νοσώδους ἄρα μία ἡ ἰατρική. ὃ δὲ ἀνωτέρω ἐρρέθη, καὶ νῦν λέγομεν, ὡς οὐ δεῖ τὸ συμπέρασμα προτακτικῶς ἐρωτᾶν ἀλλ’ ἀποφαντικῶς, ἐνίας δὲ τῶν προτάσεων καὶ διαφερόντως τὰς μείζους οὐδὲ ἐρωτητέον, ἀλλ’ ὡς ὁμολογουμέναις χρηστέον. 16. ᾿Εξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς καὶ | σοφιστικαῖς, εἴρηται· περὶ δὲ ἀποκρίσεως 84 καὶ πῶς χρὴ λύειν καὶ τί, καὶ πρὸς τίνα χρῆσιν οἱ τοιοῦτοι τῶν λόγων ὠφέλιμοι, μετὰ ταῦτα λεκτέον. Χρήσιμοι οὖν εἰσι πρὸς φιλοσοφίαν διὰ δύο. πρῶτον μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γινομένους περὶ τὴν λέξιν ἐντριβεῖς ἄμεινον ἔχειν ποιοῦσι πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται, καὶ ποῖα ὁμοίως καὶ ποῖα ἑτέρως ἐπί τε τῶν ὀνομάτων καὶ τῶν πραγμάτων συμβαίνει. δεύτερον δὲ πρὸς τὰς καθ’ ἑαυτὸν ζητήσεις, ὡς κἀν τοῖς προοιμίοις εἴρηται· ὁ γὰρ ὑφ’ ἑτέρου παραλογιζόμενος ῥᾳδίως καὶ τοῦτο μὴ διαισθανόμενος κἄν αὐτὸς ὑφ’ αὑτοῦ τοῦτο πάθοι πολλάκις. τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι πρὸς δόξαν, τὸ περὶ πάντα γεγυμνάσθαι δοκεῖν καὶ μηδενὸς ἀπείρως ἔχειν. τὸ γὰρ κοινωνοῦντα λόγων ψέγειν λόγους μηδὲν ἔχοντα διορίζειν περὶ τῆς φαυλότητος αὐτῶν ὑποψίαν δίδωσι τοῦ δοκεῖν δυσχεραίνειν οὐ διὰ τὸ ἀληθὲς. ἀλλὰ διὰ τὴν ἀπειρίαν. ᾿Αποκρινόμενον δὲ πῶς ἀπαντητέον πρὸς τοὺς τοιούτους λόγους, φανερόν, εἴπερ ὀρθῶς εἰρήκαμεν πρότερον, ἐξ ὧν εἰσιν οἱ παραλογισμοί, καὶ τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας ἱκανῶς διείλομεν. οὐ ταὐτὸ δέ ἐστι λαβόντα τὸν λόγον κατὰ σχολὴν ἰδίᾳ καὶ καθ’ αὑτὸν ἰδεῖν καὶ λῦσαι τὴν μοχθηρίαν, καὶ ἐρωτώμενον αἴφνης ἀπαντᾶν δύνασθαι ταχέως. ὃ γὰρ ἴσμεν, πολ|λάκις 85 μετατιθέμενον ἀγνοοῦμεν. ἔτι δ’ ὥσπερ ἐν τοῖς ἄλλοις τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐκ τοῦ γεγυμνάσθαι γίνεται μᾶλλον, οὕτω καὶ ἐπὶ τῶν λόγων ἔχει, ὥστε, ἂν δῆλον μὲν ἡμῖν ᾖ, ἀμελέτητοι δ’ ὦμεν, ὑστεροῦμεν τῶν καιρῶν πολλάκις. ἔτι συμβαίνει ποτέ, καθάπερ ἐν τοῖς διαγράμμασι, καὶ ἐν τοῖς λόγοις. καὶ γὰρ ἐκεῖ ἀναλύσαντες καὶ τὰς προτάσεις εὑρόντες τὰς τοῦ θεωρήματος δεικτικὰς συνθεῖναι πάλιν καὶ εἰς σχῆμα ἀγαγεῖν ἀδυνατοῦμεν· οὐ γὰρ ἔχομεν εὐπετῶς ἰδεῖν ποία μείζων ἢ ἐλάττων διὰ τὴν ἀπειρίαν. καὶ ἐπὶ τῶν λόγων δὲ πλείονας ἁμαρτίας ἔστιν ὅτε τοῦ σοφίσματος ἔχοντος ἀποροῦμεν ἰδεῖν, ὅθεν ὁ ἔλεγχος. διὰ τοῦτο αἵ τε πρὸς ἄλλους συνεχεῖς διαλέξεις καὶ γυμνασίαι καὶ αἱ καθ’ αὑτοὺς συζητήσεις ἰδίᾳ περὶ τῶν εἰς ἑκάτερα λόγων τοῦ τοιοῦδε προβλήματος μεγάλην ἐν τοῖς τοιούτοις 1 μερ·ιστῶν MN 3 λόγον] λέγειν Spengel 9 διαφερόντων N 12 εἴρηται οm. N 15 ante οὖν add. μὲν MN 21 πάθοι ex πάθη corr. N 30 θᾶττον] θάτερον τὸ (post καὶ) om. L 36. 37 ἀπορίαν M παρέχουσι τὴν ῥοπήν· αὔξουσι γὰρ τὴν ῥώμην καὶ τὴν ἐν ἡμῖν λογικὴν 85 ἕξιν τρέφουσι, κἀν τοῖς ἀγῶσι δὲ τοῦ κράτους πρόξενοι. 17 Πρῶτον οὖν, ὥσπερ συλλογίζεσθαι φαμεν ἐνδόξως ποτε μᾶλλον ἢ ἀληθῶς προαιρεῖσθαι δεῖν ὅταν γὰρ μὴ ταῖς ἀληθέσι τῶν προτάσεων τὸν προσδιαλεγόμενον ἑπόμενον ἔχωμεν, καὶ ἐκ τῶν οἰκείων δοξῶν χειρώσασθαι ἐπειγόμεθα), οὕτω καὶ λυτέον ποτὲ μᾶλλον ἐνδόξως ἢ κατὰ τὸ ἀληθές, καὶ πρὸς τὸν ἀκροατὴν ἢ κατὰ τὸ πρᾶγμα· ὅλως γὰρ πρὸς τοὺς ἐριστικοὺς μαχητέον | οὐχ ὡς ἐλέγχοντας ἀλλ’ ὡς φαινομένους· οὐ γάρ 86 φαμεν συλλογίζεσθαί γε ἢ ἐλέγχειν αὐτούς· ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν διορθωτέον. εἰ γάρ ἐστιν ὁ κυρίως ἔλεγχος ἀντίφασις μὴ ὁμώνυμος ἔκ τινων προτάσεων ἀληθῶν συναγόμενος, ὁ μὴ τοιοῦτος κενὸς ἄν εἴη δήπου, καὶ παροπτέος ὡς μὴ ἔχων ὑπόστασιν. ὁ δὲ σοφιστικὸς τοιοῦτος· οὐκ ἔδει γοῦν πράγματ’ ἔχειν ἡμᾶς διαιροῦντας αὐτοῦ τὰ ἀμφίβολα καὶ ὁμώνυμα, καθάπαξ ἀποβαλόντας, ὡς καὶ μὴ ὄντα συλλογισμόν. ἐπεὶ δὲ οὐ τὴν ἡμετέραν κρίσιν περὶ τοῦ πράγματος ἐν· τοῖς τοιούτοις ἐκφάναι ἐπισκοποῦμεν, ἀλλ’ ἣν ἕτεροι περὶ ἡμᾶς εὐλαβούμεθα, διὰ τοῦτο καὶ διαιρετέον καὶ διαλυτέον οὐδενὸς ἄλλου χάριν ἢ ὅτι τὸ συμπέρασμα φαίνεται ἐλεγχοειδὲς κἂν τοῖς ἀπειφοτέροις ἐληλέγχθαι δόξαιμεν. οὔκουν τοῦ ἐλεγχθῆναι ἐν τοῖς τοιούτοις φροντιστέον ἀλλὰ τοῦ δοκεῖν, ἐπεὶ τό γε ἐρωτᾶν ἀμφίβολα καὶ τὰ παρὰ τὴν ὁμωνυμίαν, ὅσαι τε ἄλλαι παρακρούσεις, καὶ τὸν ἀληθινὸν ἔλεγχον ἀφανίζει καὶ τὸν ἐλεγχόμενον ἄδηλον ποιεῖ. εἰ μὲν οὖν ὁ ἐρωτῶν πρῶιον διελὼν τὸ ὁμώνυμον ἢ τὸ ἀμφίβολον, εἶθ’ οὕτω προήνεγκε τὴν ἐρώτησιν, οὐκ ἄν ἄδηλος ἦν ὁ ἔλεγχος, εἴτε ὢν εἴτε δοκῶν· νυνὶ δὲ ὡς ἓν τὰ πολλὰ προτείνας καὶ ὃ μὴ ἔλαβε συμπεραίνων ἄδηλον τίθησιν, οὐδ’ ἂν ἐπὶ τοῦ δοθέντος συνάγει τὴν ἀντίφασιν, ὁμώνυμον δὲ ᾖ, ἀληθὴς ἔλεγχος οὗ|τος ἔσται· φθείρεται γὰρ κἀν τούτῳ ἡ τάξις τοῦ διαλέγεσθαι. ἀλλ’ ἐπεὶ 87 ἔξεστιν ἐπὶ τέλει τῷ ἀποκρινομένῳ συμπεραινομένου τοῦ σοφιστοῦ λέγειν καταφῆσαι μὴ ὅπερ ἀποφάσκειν ἄρτι τὸν σοφιστήν, ἔνστασις αὐτόθεν ἔσται καὶ λύσις τοῦ παρακρούσματος. ἔτι εἰ διῄρει ἐρωτῶν ὁ σοφιστὴς τὰ ὁμώνυμα, ἐγίνετ’ ἄν ἕτερόν τι, ὃ ἐπιζητοῦσιν οἱ διαλεγόμενοι νῦν μὲν ἧττον, πρότερον δὲ μᾶλλον, τὸ δὲ ἦν τὸ μοναχῶς ἀποκρίνεσθαι τὸ ναὶ ἢ τὸ οὔ, ἀλλὰ μὴ ἄμφω, ἢ καὶ ἐνδοιάζειν λέγοντας τάχα, ἴσως, δοκεῖ. νῦν δὲ διὰ τὸ μὴ καλῶς ἐρωτᾶν τοὺς πυνθανομένους μηδὲ διαστέλλειν τὰ σημαινόμενα ἀνάγκη προσαποκρίνεσθαί τι τὸν ἐρωτώμενον καὶ μὴ μέρος ἀλλ’ ὅλην τὴν ἀντίφασιν ἀποδιδόναι μετ’ ἐνδοιασμοῦ ῾ ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’, διορθοῦντα τὴν μοχθηρίαν τῆς πτώσεως· ἐπεὶ διελομένου γε ἱκανῶς τίς φθόνος μὴ τὸ ναὶ ἢ τὸ οὒ λέγειν τὸν ἀποκρινόμενον. Καὶ ἡμεῖς μὲν οὕτω περὶ τούτων διαγινώσκομεν τὸ μηδέν τῷ ὄντι ἔλεγχον εἶναι σοφιστικὸν ἡ τῷ δόξαι· εἰ δέ τις ἑτέρως ἔχει καὶ ὑπολαμβάνει 3 συλλογίζεσθαι ex συλλογίζεται corr. N 6 ἐπειγόμεθα om. N 7 ἢ om. M 13 διαιροῦντα L 15 ἐκφῆναι MN 18 ἐληλέχθαι libri 21 ἐμφανίζει MN 25 συνάγῃ M corr. N 28 ἀπέφασκεν Spengel 30 ἐπιζητοῦμεν MN 31 μοναχὸς N τὸν καθ’ ὁμωνυμίαν ἡ καθ’ ἑτέραν τινὰ σοφιστικὴν συζυγίαν ἔλεγχον εἶναι, 87 οὐκ ἔσται διαφυγεῖν τὸ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον, κἄν ὁποῖος γένοιτο· οὐ γὰρ ἐπιλείψει τοῖς σοφισταῖς τόπος εἰς ἀπάτην, κἀν διὰ πάντων ἀποκρουσθῶσι, συκοφαντήσουσιν. αὐτίκα γὰρ ἐπὶ τῶνδε τῶν ὁρατῶν καὶ κατ’ ἐνέργειαν αἰσθητῶν ὀλίγον παραλ|λάξασι τοῖς σοφισταῖς ἐλέγξαι δυνατὸν καὶ 88 προσαναγκάζειν ὃ ἀπέφησεν ὄνομα καταφῆσαι. ἐπεὶ γὰρ τὸ ἅπαν αἰσθητόν, εἴτε πόρρω τῆς αἰσθήσεως γένοιτο εἴτε ὂν ἐγγὺς κρύπτοιτο, τὴν αἰσθητικὴν ὑποφεύγει κατάληψιν, τόνδε τὸν Κορίσκον, ὃν μουσικὸν γινώσκομεν, περικεκαλυμμένον λαμβάνοντες καὶ· εἰς τὸ μέσον παράγοντες ἐρωτῶσι περὶ αὐτοῦ ῾ἆρ᾿ οἶδας τοῦτον; καὶ πότερον μουσικός ἐστιν ἢ ἄμουσος;’ ἀποφησάντων δέ οὐ γὰρ οἴδαμεν τὸν κρυπτόμενον) ἀποκαλύψαντες προσεπερωτῶσιν, εἰ ὅστις εἰπεῖν ἔχοιμεν. γνωρίσασι δὲ Κορίσκον τὸν μουσικὸν ἐπεγκαλοῦσιν ὡς ὃ ἀπεφήσαμεν καταφάσκομεν, καὶ τὸν αὐτὸν εἰδέναι καὶ ἀγνοεῖν ὁμολογοῦμεν. οὐκ ἔστι δέ, ἀλλὰ παρὰ τὸ συμβεβηκὸς τὸ σόφισμα· οὐ γάρ, εἰ τὸν κεκαλυμμένον ἀγνοῶ, συμβέβηκε δὲ τὸ κεκαλύφθαι τῷ Κορίσκῳ, ἤδη καὶ Κορίσκον ἀγνοῶ, ὥσπερ οὐδ’ ἄν τὸ δισύλλαβον ὑπάρχει τῷ λευκῷ, τὸ δὲ τῷ Ἀλκιβιάδῃ συμβέβηκεν, ἀνάγκη εἶναι καὶ τὸν Ἀλκιβιάδην δισύλλαβον. λάβον. ὡς γὰρ διορθοῦνταί τινες δῆθεν τὸ σόφισμα λύοντες, οὐδὲν ὄφελος· οὐ γὰρ Κορίσκον φασὶν εἶναι μουσικὸν καὶ ἄμουσον οὐδὲ ἐπ᾿ αὐτοῦ καὶ ἑνὸς συμπίπτειν τὴν ἀντίφασιν, ἀλλ’ ἐφ’ ἑτέρου καὶ ἑτέρου, καὶ δύο προτάσεις τὴν μίαν τίθενται, καὶ ὡς ἕτερον τὸν μουσικὸν Κορίσκον τοῦ κεκαλυμμένου καὶ ἀμούσου σκοποῦσιν. οὐχ οὕτω δὲ ἔχει· οὗ γὰρ τῷ ὑποκειμένῳ ἀλλὰ τῷ λόγῳ ταῦτα διάφορα, ὥσπερ ὁ ἀπλῶς Σωκράτης καὶ λευκὸς Σωκράτης. εἰ δὲ τῷ μέν, ἤγουν ταῖς προτάσεσι, τὸ ἁπλῶς λέγειν 89 Κορίσκον ἀποδώσει τις, οἶον ῾ ἆρ' ὁ Κορίσκος μουσικός ἐστι;’ τῷ δέ, εἴτ’ οὖν ἐν τῷ συμπεράσματι, προσθήσει τὸν τινὰ ἡ τόνδε, τόνδε λέγων τὸν Κορίσκον τὸν κεκαλυμμένον μὴ μουσικὸν εἶναι, ἄτοπον καὶ παρὰ τὴν συλλογιστικὴν μέθοδον. δεῖ γὰρ ἢ ἐν ἀμφοτέροις ἢ ἐν μηδενί, ταῖς τε προτάσεσι λέγω καὶ συμπεράσματι, τήν τε πρόσθεσιν καὶ τὴν ὑφαίρεσιν γίνεσθαι. οὐδὲν δὲ διαφέρει, εἴτε ὁμώνυμον ἐλήφθη παράδειγμα πρὸς τὴν τοῦ προτεθέντος ἀπόδειξιν τοῦ ὡς πανταχόθεν εὔπορον τοῖς κακουργεῖν ἐθέλουσιν, ἢ ᾧ κεχρήμεθα παρὰ τὸ συμβεβηκός· κἀν τούτοις γὰρ πλείω ἐδείχθη τὰ σημαινομενα. Ἐπεὶ δὲ ἄδηλος μέν ἐστιν ὁ ἐρωτώμενος ὁμώνυμόν τι ἢ ἀμφίβολον καὶ μὴ διορισάμενος, πότερον ἐλήλεγκται ἢ οὐκ ἐλήλεγκται, δέδοται δὲ ἐν τοῖς λόγοις τὸ διελεῖν, φανερὸν ὅτι τὸ μὴ διελόντα δοῦναι τὴν ἐρώτησιν ἀλλ’ ἀπλῶς ἁμάρτημά ἐστι· ὥστε κἂν μὴ αὐτὸς ὁ ἐρωτώμενος ἐλήλεγκται κατὰ νοῦν, ἀλλ’ ὅ γε λόγος αὐτῷ ἐληλεγμένῳ ἔοικε, καὶ μᾶλλον ἀγνοεῖν δόξει τοῖς ἀκροαταῖς διὰ τὸ μὴ διαιρῆσαι πρότερον. ὥστε λύσις ἡ κυριωτάτη 1 συζυγίαν σοφιστικὴν MN 4 συκοφαντίσουσιν N 16 ὑπάρχῃ MN 19 οὐ γὰρ] οὐδὲ M 20 ἑνὸς] ἓν L 26 τὸν τινὰ] sic libri: τὸ τινὰ Aristoteles τινὰς L, qui tamen in marg. corr. τινὰ 29 τήν τε] τήνδε M 30 δὲ om. L 31. 32 κεχρήμεθα] καὶ χρώμεθα M 35. 37 ἐλήλεκται libri καὶ κοινοτάτη ἐπὶ τῶν ὁμωνύμων καὶ ἀμφιβόλων ἡ τῶν σημαινομένων παρὰ 89 τοῦ ἀποκρινομένου ἔκθεσις καὶ διαίρεσις. συμβαίνει μέντοι πολλάκις ὁρῶντας τὴν ἀμφιβολίαν ὀκνεῖν διαιρεῖσθαι διὰ τὴν πυκνότητα τῶν τοιαῦτα προτεινομένων, 90 ὅπως μὴ πρὸς ἅπαν δοκῶσι δυσκολαίνειν· εἶτα οὐκ ἄν οἰηθέντων παρὰ τοῦτο γενέσθαι τινὰ κατὰ τὸν λόγον ἀπάτην, πολλάκις ἀπήντησε παράδοξον. ὥστε ἐπεὶ δέδοται διαιρεῖν, οὐκ ὀκνητέον, καθάπερ ἐλέχθη πρότερον· Εἰ δὲ τὰ δύο ἐρωτήματα καὶ τρία καὶ πολλὰ μὴ ἓν ἐποίει τις ἐρώτημα ἑνὶ συγκλείων ὀνόματι, οὐδ’ ἄν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐγίνετο παραλογισμός, ἀλλ’ ἢ ἔλεγχος ἀληθὴς ἢ οὐδέν. τί γὰρ διαφέρει ἐρωτῆσαι, εἰ Καλλίας καὶ Θεμιστοκλῆς μουσικοί εἰσιν, ἢ εἰ ἀμφοτέροις ἓν ὄνομα ἦν ἑτέροις οὖσιν, ὅπερ πάσχουσι τὰ ὁμώνυμα; εἰ γὰρ πλείω δηλοῖ τοὐ ἑνὸς πράγματα τὸ ἓν ὄνομα, πλείω καὶ. ἠρώτησεν. εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν ἀξιοῦν λαμβάνειν ἀπλῶς, φανερὸν ὅτι οὐδενὶ προσήκει τῶν ὁμωνύμων ἀποκρίνεσθαι ἁπλῶς, οὐδ’ εἰ κατὰ πάντων ἀληθὲς τὸ προτεινόμενον, εἰς ὃ καὶ ἀξιοῦσί τινες δεῖν τῶν τῆς ἀντιφάσεως τὸ ἓν ἀποκρίνεσθαι. ἡ γὰρ διαλεκτικὴ ἐρώτησις ἀποκρίσεως ἐστιν αἴτησις ὡς μία πρὸς μίαν, ὥστε οὐκ αὐτόθεν καταφήσαιμεν ἢ ἀποφήσαιμεν πρὸς τὸν ἐρωτῶντα, εἰ Αἴας καὶ Ἀγαμέμνων καὶ Διομήδης ἐπὶ Τροίαν ἐστράτευσαν· οὔτε γὰρ ἓν τὸ ἐρώτημα, κἄν ἀληθὲς δέ, οὐ δοτέον διὰ τὸν συνεθισμόν. ὁμοίως δὲ καὶ εἴ τις ἤρετο, ὁ Κορίσκος καὶ ὁ Καλλίας πότερον οἴκοι εἰσὶν ἢ οὐκ | οἴκοι, εἴτε παρόντων ἀμφοῖν εἴτε μὴ παρόντων· ἀμφοτέρως 91 γὰρ πλείους αἱ προτάσεις· οὐ γὰρ εἰ ἀληθὲς. εἰπεῖν, διὰ τοῦτο μία ἐρώτησις. ἐγχωρεῖ γὰρ καὶ μυρία ἕτερα ἐρωτηθέντα ἐρωτήματα ἅπαντα ἢ ναὶ ἢ οὒ ἀληθὲς εἶναι λέγειν, ἀλλ’ ὅμως οὐκ ἀποκριτέον μιᾷ ἀποκρίσει· ἀναιρεῖται γὰρ τὸ διαλέγεσθαι. τούτοις γοῦν ὅμοιον ὡς εἰ καὶ τεθείη τὸ αὐτὸ ὄνομα τοῖς ἑτέροις. εἰ γοῦν τὸ πολλάκις ῥηθὲν εὖ ἔχει καὶ μὴ δεῖ πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν διδόναι, φανερὸν ὡς οὐδὲ ἐπὶ τῶν ὁμωνύμων τὸ ναὶ ἢ τὸ οὒ λεκτέον· οὐδὲ γὰρ ὁ εἰπὼν ἀποκέκριται ἀλλὰ μάτην ἄλλως εἴρηκεν. ὅμως μέντοι νομίζονται ἐν τοῖς διαλεγομένοις καὶ τοῖς ἀπειροτέροις τῶν ἀκροατῶν τὸ ναὶ ἢ τὸ οὒ ὄντως δεδωκέναι διὰ τὸ λανθάνειν τὸ συμβαῖνον ἐν τοῖς· ὁμωνύμοις. Ὡς γοῦν οὐκ ὄντες ἔλεγχοί τινες δοκοῦσιν εἶναι τὸ γὰρ ἅπαν ἐνταῦθα συνάγομεν κατὰ τὸν αὐτὸν τρόπον), καὶ λύσεις δόξουσιν εἶναί τινες οὐκ οὖσαι λύσεις, ἃς δή φαμεν ἐνίοτε δεῖν φέρειν ἢ τὰς ἀληθεῖς ἐν τοῖς ἀγωνιστικοῖς λόγοις καὶ ἐριστικοῖς καὶ τῇ πρὸς τὸ διττὸν ἀπαντήσει. ἀποκριτέον δὲ ἐπὶ μὲν τῶν δοκούντων τὸ ἔστω λέγοντα, καὶ δὴ ·οὕτως ἥκιστ’ ἄν γένοιτο παρεξέλεγχος. ἐὰν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐνταῦθα μάλιστα προσθετέον τὸ δοκεῖν· οὕτω γὰρ οὔτ’ ἔλεγχος οὔτε παράδοξον γίνεσθαι 3 ταῦτα M 4 μὴ] μοι N 5 περὶ τοῦτο M 6 ἐπιδέδοται L 12 τὰ om. M 13 ἐρώτησεν LM 19 αἶαν M διομήδης καὶ ἀγαμέμνων MN 20 οὔτε δὲ M δέ] ἐστὶ N 22. 23 ἀμφοτέρους N 23 εἰ om. MN: supra add. L 25 ἡ ναὶ] τὸ ναὶ MN 26 τούτοις] τοῦτο Aristoteles 27 ἔχοι LN 35 δεῖν] μᾶλλον δεῖν Aristoteles δόξειεν. ἐπεὶ δὲ δῆλον ὅπως αἰτεῖται τὸ ἐν ἀρ|χῇ ἢ γὰρ αὐτῷ πρὸς τὴν 92 οἰκείαν ἀπόδειξιν χρώμεθα τοῦ ζητουμένου, εἴπερ τι εἴη συνώνυμον ὁποτέρῳ τῶν ὅρων, ἤ τινι τῶν αὐτοῦ καὶ ὅλως σύνεγγυς), οὐ δεῖ πρὸς τὸν ἐρωτῶντα πρότερον ἀποκρίνεσθαι, πρὶν ἀναιρῆσαι τὸ ἐν ἀρχῇ προτεινόμενον. ὅταν δὲ τοιοῦτον ἀξιοῖ τις συμπεραινόμενος ὃ· ἀναγκαῖον μὲν συμβαίνειν ὡς ἐκ τῶν κειμένων προτάσεων συναγόμενον, ᾖ δὲ ψεῦδος ἄλλως καὶ ἄδοξον, ῥητέον ὡς πολὺ πρότερον ψευδῆ καὶ ἄδοξα τὰ ἐξ ὧν. τὰ δὲ ἐξ ἀνάγκης συμβαίνοντα τῆς αὐτῆς εἶναι δοκεῖ θέσεως, καὶ τὰ συμπεράσματα ἀκολουθεῖ ταῖς προτάσεσιν. ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ἀλλὰ παραβολῇ ληφθῇ, λεκτέον ὅτι οὐχ ὡς ἐδόθη οὐδ’ ὡς προὔτεινε λαμβάνει· καὶ γὰρ παρὰ τοῦτο γίνεται πολλάκις ἔλεγχος. ἓν δὲ τῶν πρὸς κρύψιν παρεισαγομένων καὶ ἡ παραβολὴ ἐν τοῖς τοπικοῖς εἴρηται· λαβεῖν γὰρ ἐθέλοντες ὡς ἡ ἐγκράτεια ἀρετή, οὐκ αὐτόθεν τοῦτο προτείνομεν, ἀλλὰ πλαγίως οὕτω καὶ παραβολικῶς ἐρωτῶμεν, καὶ οὐ δι’ αὐτὸ ἀλλ’ ἄλλου χάριν ῾ ἆρ' ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτω καὶ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία καὶ ἡ φρόνησις;’ ναί. εἴληπται γὰρ ἐν τούτοις λεληθότως τὸ τὴν ἐγκράτειαν ἀρετὴν εἷναι. παραβολὴ δ’ ἄν κἀκεῖνο καλοῖτο, ὅταν λόγῳ τὸ κοινὸν τῇ τῶν κατὰ μέρος ἐπαγωγῇ ἀλλ’ οὐκ ὀνόματι ἀφορίζηται, ὡς δή, ἐπεὶ αἲξ καὶ ἔλαφος καὶ βοῦς καὶ πρόβατον τετράποδα ὄντα διχηλεῖ, καὶ πᾶν ἄρα, ὃ ἄν ᾖ τοιοῦτον, δύο χηλὰς ἕξει. ψεῦδος | δέ· ἵππος γὰρ καὶ ὄνος τῶν τετραπόδων καὶ 93 μώνυχα. Ἐξειργομένῳ δέ σοι παρὰ τοῦ ἐρωτῶντος ἀπάντων καὶ ἀποκλειομένῳ τῷ πανταχόθεν ἠσφαλίσθαι καὶ πεφράχθαι ἐκεῖνον προορώμενον τὰς εἰσόδους ὡς ἔμπειρον πολλῶν ὄντα λόγων καὶ διαλέξεων πορευτέον ἐπ’ ἐκεῖνο ὃ καταλέλειπται, καὶ ὅτι μὴ καλῶς δέδειχεν ἰσχυριῇ ἀπαντῶν κατὰ τὸν προειρημένον περὶ τῶν ὁμωνύμων διορισμόν. Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ῥήμασιν, οἷον κύων, ἵππος, ἄνθρωπος οὐδὲν γὰρ τούτων τοῖς ὑποκειμένοις αὐτῶν οἰκειότερον) ἀνάγκη ἀποκρίνεσθαι τὸ ναὶ ἢ τὸ οὔ, ἢ ἀπλῶς καὶ ἀδιαιρέτως ἢ μετὰ διαιρέσεως, εἴπερ εἴη ὁμώνυμον. ἃ δὲ μὴ αὐτοτελῶς προάγομεν ἀλλὰ συνεπινοοῦντες τίθεμεν καὶ ἀπὸ κοινοῦ λαμβάνομεν, οἷον ὅσα μὴ σαφῶς ἀλλὰ κολοβῶς ἐρωτᾶται, ἐν τούτοις παρὰ τοῦτο συμβαίνει ὁ ἔλεγχος δηλαδὴ τὴν ἔλλειψιν, οἷον ῾ἆρα ὃ ἄν ᾖ Ἀθηναίων κτῆμα Ἀθηναίων; καὶ ὃ Λακώνων κτῆμα Λακώνων;᾿ ναί. ἀλλὰ μὴν ὁ ἄνθρωπός ἐστι τῶν ζώων. τί οὖν; κτῆμα ὁ ἄνθρωπος τῶν ζώων; τὸν γὰρ ἄνθρωπον τοῦ ζώου λέγομεν, οὐχ ὅτι κτῆμα, ἀλλ’ ὅτι εἶδος· καὶ Λύσανδρον τῶν Λακώνων, ὅτι Λάκων. εἰ δὲ ῾ὃ᾿ Ἀθηναίων κτῆμα, κτῆμα Ἀθηναίων ἐστίν᾿ ἠρωτᾶτο, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, οὐδὲν ἄν συνέβαινεν ἄτοπον. 1 ἡ γὰρ N 2 τῶ ζητουμένῳ L 6 καὶ ἄλλως MN 10 ἐδόθει N 12 ἐν τοῖς τοπικοῖς] Θ 1 p. 156b 25 15 ἀνδρία MN 18 ἐπειδὴ MN 23 ἐκεῖνον Spengel: ἐκεῖνο libri 25 τὸν ex τῶν corr. Ν 20 διορισμένον L 28 ἀποκειμένοις M 31 ἀποκεινοῦ N 33 ὃ (ante Λακώνων) 0111. MN 34 τί — ζώων (35) om. N 36 Λύσανδρος N 38 ἂν om. L Ὅταν δὲ ἐπὶ γένους καὶ εἴδους καὶ ἡγουμέ|νου καὶ ἑπομένου αἵρεσις 94 προτεθείη ὁπότερον ἀποκρίνεσθαι, τὸ μερικώτερον καὶ ἔλαττον δοῦναι μᾶλλον ἄν συμβουλεύσαιμι· χαλεπώτερον γὰρ ἐκ τῶν μερικῶν συλλογίσασθαι, ὅσῳ ῥᾷστον ἐκ τῶν καθόλου. ὁ γὰρ τὰ κοινὰ λαβὼν καὶ τὰ μέρη ἔχει· δυοῖν γὰρ ὄντοιν θατέρου μὲν ὄντος ἐξ ἀνάγκης καὶ θάτερον εἶναι δοκεῖ, θατέρου δὲ τοῦτο μὴ ἐξ ἀνάγκης. ἀπαντητέον δὲ καὶ τοῦτο πρὸς τὸν ἐρωτῶντα, ὅταν αὖ ἐπὶ τῶν αὐτῶν ὁ λόγος εἴη· δόντος γὰρ τοῦ ἀποκρινομένου τὴν ψυχὴν εἶδος ὡς εἰπεῖν ἁρμονίας, ἐὰν ἐπιχειρῇ ἀνασκευάσαι ὅτι τῷ μέν ἐστιν ἐναντίον τῷ δ’ οὐκ ἔστι τῇ γὰρ ἁρμονίᾳ ἡ ἀναρμοστία ἀντίκειται, τῇ δὲ ψυχῇ οὐδὲν οὐσίᾳ οὔσῃ), κἂν ὁ λόγος ἀληθὴς ᾖ, ὅμως ἐνστατέον εἶναι κἀν τῇ ψυχὴ ἐναντίον, μὴ ὠνομάσθαι δέ. Ἐπεὶ δ’ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοὶ τὸν μὴ συγχωροῦντα ψεύδεσθαι ἂν φαῖεν ταῦτα δὲ τὰ ἐναργῆ καὶ ἐγγύτερα πρὸς τὴν αἴσθησιν) ἔνια δ’ οὔ, οἷον ὅσα διὰ τὸ ἀδηλότερον ἀμφιδοξοῦσι πότερον γὰρ φθαρτὴ ἢ ἀθάνατος ἡ ψυχὴ τῶν ζώων οὐ διώρισται τοῖς πολλοῖς), ἐν τούτοις οὖν εἰ συνορᾶν ἔχεις ὃ βούλεται ὁ ἐρωτῶν, αὐτὸς δὲ τὸ ἕτερον, ἐκεῖνόν τε ἐμποδίσεις βλάψας εἰς τὸ συμπέρασμα, καὶ ἔγκλημά σοι οὐδὲν ἐπὶ τῶν ἀμφιβόλων ὃ βούλει λαμβάνοντι. ἔτι ἐν τοῖς αὐτοῖς ἐπεὶ ἄδηλον ὁποτέρως εἴωθε λέγεσθαι τὸ προτεινόμενον, πότερον ὡς αἱ γνῶμαι καλοῦσι γὰρ | γνώμας 95 καὶ τὰς ἀληθεῖς δόξας καὶ δοκούσας ἢ τοῖς πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς καὶ τὰς καθόλου ἀποφάσεις, ὡς ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ), κἄν μὴ τὸ ναὶ ἢ τὸ οὒ ἀφωρισμένως ἀποδοίη τις ἀλλ’ ὡς περὶ ἀδήλου καὶ αὐτὸς σκέπτοιτο, οὐδεὶς ἐπείξει λόγος πρὸς τὴν ἀπόκρισιν. ἔτι ἔνθα τὸ ἀληθὲς ἀμφιδοξεῖται, μεταφέρων ἄν τις ἐπὶ τὸ ἐναργέστερον καὶ ἐν ᾧ οὐδὲν ἧττον τὸ προκείμενον ἕψεται, λάθῃ περὶ τούτων τῇ ἀμείψει τῶν ὀνομάτων δράσας ὃ προὔθετο. διὰ μὲν γὰρ τὸ ἄδηλον εἶναι ὁποτέρως ἔχει τὸ ἀληθές, οὐ δόξει σοφίζεσθαι, διὰ δὲ τὸ ἀμφιδοξεῖν οὐ δόξει ψεύδεσθαι. ἡ γὰρ μεταφορὰ ποιήσει τὸν λόγον ἀνεξέλεγατον, οἷον ἐπεὶ περὶ ψυχῆς τὸ αὐτοκίνητον ἀληθὲς μέν, ἀμφιδοξεῖται δέ, εἴ τις μεταλάβοι ἀντὶ τούτου τὸ ἀεικίνητον, τὸ εἰρημένον ἐποίησεν. ἐναργέστερον γὰρ καὶ μᾶλλον συγκεχώρηται, οὐδὲν δ’ ἧττον ἐν τούτῳ καὶ τὸ αὐτοκίνητον καὶ ἀθάνατον συνεκφατινεται. Ἔτι ὅσα ἄν τις ἀμφιδοξοῦντα προαισθάνοιτο τῶν ἐρωτημάτων προενστατέον καὶ προαγορευτέον, ὡς οὐχ οὕτως ἔχει ὡς αὐτὸς βούλει· οὕτω γὰρ ἂν τὸν πυνθανόμενον μάλιστα συμπερᾶναι κωλύσειε μόνον οὐ δεσμὸν τοῖς χείλεσιν ἐπιθέμενος. 18. Ἤδη δὲ καὶ τὴν τῆς λύσεως μέθοδον τῶν σοφισμάτων παραδοῦναι προτεθυμήμεθα, καίτοι κἀν ταῖς ἀρχαῖς ἐκθέμενοι καὶ ἕκαστον παραδιδόν|τες τῶν τρόπων τὴν αἰτίαν ὅθεν τὸ ψεῦδος ἐφερμηνεύομεν· τοῦτο δὲ 96 5 μὲν — θατὲρου om. N 6 τὸν om. M τὸ μὲν Ν 11 κἂν τῇ] κἀντῆ Ν: πάντη M 16 ἕτερον] λαμβάνεις add. Spongel 16 17 ἐμποδίζεις M 18 ὃ] ἣ N: ἧ Μ 25 λάθῃ L: λάθοι MN 28 ἀνεξέλεκτον N 29 μέν 0111. ΜΝ 35 κωλύσεις N: κωλύσῃς M 37 καὶ om. M 39 fort. ἐφηρμηνεύομεν αὐτόθεν καὶ λύσις ἦν. κοινότερον γοῦν ἐνταῦθα καὶ πληρέστερον πάλιν τὰ 96 περὶ αὐτῶν ἐπεξίωμεν. ἐπεὶ γὰρ πᾶς συλλογισμὸς σοφιστικὸς ἢ παρὰ τὴν ὕλην ἡμάρτηται καὶ ἔψευσται τὰς προτάσεις, ἢ παρὰ τὸ σχῆμα καὶ τὴν συλλογιστικὴν συζυγίαν, λύσεις μὲν τὸν πρότερον ὀρθῶς μίαν τῶν προτάσεων παρ’ ἣν τὸ ψεῦδος ἀνῃρηκώς, καὶ μάλιστα τὴν μείζω αὕτη γὰρ κἀν τοῖς ἀληθέσι τὸ κῦρος ἔχει) ἢ καὶ ἀμφοτέρας, εἰ καὶ ἄμφω ψευδεῖς· τὸν δὲ δεύτερον ἐμφανίσας ἐν τίνι τῶν παρατετηρημένων ἐλλέλοιπε καὶ κατὰ τί ἐξέκλινε τὴν παράδοσιν. ὥστε συμβαίνει τοὺς ψευδεῖς τῶν λόγων τοὺς μὲν συλλελογισμένους ἀνελόντα παρ’ ὁποίαν ἐρώτησιν συμβαίνει τὸ ψεῦδος λύειν, τοὺς δὲ φαινομένους καὶ τὸ εἶδος ἡμαρτημένους διελόντα. πάλιν δὲ ἐπεὶ· τῶν μὴ συλλελογισμένων λόγων οἱ μὲν ἀληθὲς οἱ δὲ ψευδὲς ἔχουσι τὸ συμπέρασμα, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδεῖς διχῶς ἐνδέχεται λύειν· καὶ γὰρ τῷ ἀνελεῖν τι τῶν ἠρωτημένων καὶ τῷ δεῖξαι τὸ συμπέρασμα ἔχον οὐχ οὕτως· τοὺς δὲ κατὰ τὰς πρ.οτάσεις τῷ ἀνελεῖν τι μόνον· τὸ γὰρ συμπέρασμα ἀληθές. οὐ γὰρ ἀεί, εἰ αἰ προτάσεις ψεύδονται, καὶ τὸ συμπέρασμα· ἔστι γὰρ καὶ ἐκ ψευδῶν ἀληθὲς συλλογίσασθαι· εἰ μέντοι τὸ συμπέρασμα, καὶ αἱ προ|τάσεις πάντως. ὥστε τοῖς βουλομένοις λύειν 97 λόγον σοφιστικὸν πρῶτον μὲν σκεπτέον εἰ συλλελόγισται ἢ μή, εἶτα πότερον ἀληθὲς τὸ συμπέρασμα ἢ ψεῦδος, ὅπως διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν τὰ ψευδῆ ἢ ὧδε ἢ ὧδε, καθάπερ ἐλέχθη πρότερον, διαιροῦντες μὲν εἰς τὰς προτάσεις καὶ ἀναλύοντες τὸν ἀσυλλόγιστον καὶ δεικνύντες ὡς ἐκ δύο μερικῶν ἢ ἀποφατικῶν συνιστάμενον, ἀναιροῦντες δὲ τὸν κατὰ τὴν ὕλην ἡμαρτημένον. διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν τὸν λόγον. τὸ μὲν γὰρ προϊδεῖν εὐθὺς χαλεπόν, τὸ δὲ κατὰ σχολὴν ἰδεῖν ῥᾷον. 19. τεσσάρων δ’ ὄντων τρόπων, ἐξ ὧν τὰ πολλαχῶς λεγόμενα συνίστασθαι εἴωθεν ἢ γὰρ ὁ λόγος ἢ τοὔνομα δηλοῖ πλείονα, ἢ ὅταν οὕτως εἰωθότες ὧμεν λέγειν, ἔτι ὅταν συντεθὲν μὲν πλείω σημαίνῃ ἀπολελυμένον δ’ οὔ, ὡς τὸ ἐπίσταται γράμματα, καὶ τέταρτον ὅταν τὸ ἀνάπαλιν, οἷον νεκρὸς ἄνθρωπος), οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἔλεγχοι σφάλλουσιν, ὅτι περ οἱ μὲν ἔχουσι τῶν ὀνομάτων τι πλείω σημαῖνον, πάντως δὲ δήπου διὰ τοῦτο καὶ τὸν λόγον, οἱ δὲ τὸν λόγον αὐτόθεν πολλαχῶς σημαίνοντα· τό τε γὰρ κύων πορεύεται ὁμώνυμον καὶ πολλὰ σημαίνει δηλοῖ γὰρ καὶ τὸν νηχόμενον καὶ τὸν βαδίζοντα), τό τε σιγῶντα λέγειν ἰδίως ὁ λόγος ἅπας διττὸς καὶ ἀμφίβολος. ὅμοιον καὶ τὸ συμπέρασμα ἐκείνου τοῦ προβλήματος τὸ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον· οὐδὲν γὰρ ἐν τούτῳ τῶν ὀνομάτων πολύσημον, ἀλλ’ ἓν τῶν | ἠρωτημένων ἀμφ·ίβολον. 98 ἠρωτᾶτο δὲ τὸ σόφισμα ἐπὶ παιδὸς ἢ ἰδιώτου οὕτως ῾ ἆρ᾿ ὁ ἐπιστάμενος λέγειν συνεπίσταται ἃ λέγει;’ ναί φησιν· ἀληθὲς γὰρ ἐπὶ τῶν ἐπιστημόνων. 2 ἐπεξίομεν LN ἐπεὶ μὲν γὰρ M 3 ἔψεσται N: ἕψεται corr. N ἡ τὴν M 5 ἀνῃρηκὼς post προτάσεων (4) transponunt MN 9 ἐνελόντα Μ 11 ἐπὶ τῶν M 13 ἠρωτημένων] ἠμμάτων N καὶ τὸ M 18 ἦτα N 24 γὰρ om. L 27 σημαίνῃ ex σημαίνει corr. LN 33 τὸν utrobique ex τὸ coit. N 38 ἁ λέγειν N ἐπιστημένων Μ ῾ἀλλὰ μὴν ὁ παῖς ὅδε ἀπαγγέλλων τὸ ‟μῆνιν ἄειδει’̓ οὐκ ἐπίστατα,ι· ὁ ἐπιστάμενος 98 ἄρα ἃ συνεπίσταται ἀγνοεῖ.’ καὶ τὸ ἐν τούτῳ διττόν καὶ ἀμφίβολον τὸ μέν ἐστιν ὂν καὶ ἀληθὲς τῷ σημαινομένῳ, ὅταν ἔπι τοῦ ἐπιστήμονος φέρηται, τὸ δὲ οὐκ ὂν οὐδὲ ἀληθές, ὅταν ἐπὶ του ἀνεπιστήμονος. ὲν ὅσοις δὲ τῶν παραλογισμῶν ἐν τῷ τέλει καὶ πρὸς τὸ συμπέρασμα τὸ διττὸν, ἀνάγκη δεῖν προλαμβάνειν τὴν ἀντίφασιν ἐν τῇ τῶν προτάσεων μείζονι· οὐ γὰρ ἄλλως ἐγχωρεῖ ἐν ἑνὶ συλλογισμῷ συνάγεσθαι τὰ ἀντικείμενα, ὥσπερ εἴρηται, οἷον ἐν ἐκείνῳ ῾ ἆρ᾿ ἔστι τυφλὸν ὁρᾶν;᾿ οὔ· ῾τί δέ, τυφλὸν ὁρᾷς, οὐ τυφλὸν ὁρᾷς;’ ναί. ‘ ἔστιν ἄρα τυφλὸν ὁρᾶν·’ ἀμφίβολον γὰρ τὸ ἔστι τυφλὸν ὁρᾶν. ἔστι γὰρ καὶ τὸ τυφλὸν ὁρᾶν καὶ μὴ ὁρᾶν· ἐν τούτοις γοῦν τοῖς ἀμφιβόλως προτεινομένοις οὐχ ἑτοίμως ἀποφαίνεσθαι χρὴ τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἐπιλέγειν τὸ δοκεῖν καὶ ἐνδοιάζειν· ὅταν δὲ πρόδηλος εἴη ψευδὴς καὶ μονομερὴς ἡ ἐρωτηθεῖσα πρότασις, εὐθὺς ἀποφάσκειν, οἷον ῾ἆρ᾿ ὁ Αἴας ἐμονομάχησε τῷ Θερσίτῃ ;’ οὕ· οὐδέτερος γάρ. οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος. ἔλαττον γὰρ ἡμῖν μέλει τὸ πρότερον προτεινόμενον ὅπως ἔχει, ἀκριβολογούμεθα δὲ διὰ τὸ συμπέρασμα· ἐκεῖνο γὰρ συνάγει τὸν ἔλεγχον. ὥστε ἐν ἀρχῇ μὲν πρὸς τὸ | διπλοῦν καὶ ἄνομα καὶ 99 λόγον οὕτως ἀποκριτέον, ὅτι ἔστιν ὡς, ἔστι δ’ ὡς οὔ, ὥσπερ τὸ σιγῶντα λέγειν ἔστιν ὡς, ἔστι δ’ ὡς οὔ, καὶ τὰ δέοντα πρακτέον ἔστιν ἅ, ἔστι δ’ ἃ οὔ· τὰ γὰρ δέοντα λέγεται πολλαχῶς, καὶ τὰ μὲν ἀναγκαῖα καὶ ὠφέλιμα δεῖ πράττειν, τὰ δὲ κακὰ κἀν συμφέροντα οὔ. ἐὰν δὲ λάθωμεν ἐν ταῖς ἀρχαῖς φυλάξασθαι τῷ ἐνδοιασμῷ τὴν ἀμφίβολον πρότασιν, ὅμως ἐπὶ τῷ τέλει καὶ τῷ συμπεράσματι τοῦ συλλογισμοῦ μικρόν τι προστιθέντας τῇ ἐρωτήσει διορθωτέον· οἷον εἰ ῾ ἆρ᾿ ἔστι σιγῶντα λέγειν’ προτείναντος ἡμεῖς μὴ ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὒ ἀπαντήσωμεν, ἀλλ’ ἀπερισκέπτως εὐθὺς τὸ ἕτερον μονοειδῶς ἀποφήσωμεν τῆς ἀντιφάσεως, οὐκ ἄδηλον ὡς ἐλεγχθησόμεθα· πλὴν μέντοι ἀπείρξομεν εἰ προλαβόντες αὐτοῦ μικρὸν τὸ συμπέρασμα ἐνσταίημεν τόνδε τὸν ἑστῶτα καὶ σιγῶντα Σωκράτην μὴ λέγειν παραγαγόντες. ὡσαύτως δὲ κἂν συμπεράνῃ τις τὸ οὐκ ἄρα συνεπίστανται ὃ ἐπίστανται, ἀληθὲς μὲν ἐπὶ τῶν παίδων, ἐπὶ δὲ τῶν ἐπιστημόνων ·οὔ. καὶ ἐν ἅπασι δὲ τοῖς παραλογισμοῖς τοῖς ἔχουσι τὸ διττὸν ἐν προτάσεσι τοῦτο δεῖ ποιεῖν. ὅλως τε μαχητέον, ἂν καὶ ἀπλῶς συλλογίζηται, ὅτι οὐχ ὃ ἔφησεν ἀπέφησε πρᾶγμα ἀλλ’ ὄνομα, ὥστ’ οὐκ ἔλεγχος.