992—1000. Ὅση δὲ γῆ μεταξὺ κεῖται τοῦ τε Εὐφράτου καὶ Τίγριος, ταύτην οἱ περίοικοι Μεσοποταμίαν καλοῦσιν· οὐδαμῶς μέντοι τὰς νομὰς ἐκείνης τῆς χώρας βούκολος ἀνὴρ μέμψοιτο, οὐδ᾿ ὅστις τὸν κέρᾳ καὶ ὄνυξι χρώμενον Πᾶνα τῇ σύριγγι τιμῶν τοῖς ἐν ἀγρῷ αὐλιζομένοις προβάτοις ἕπεται, ἀλλ᾿ οὐδὲ τὴν ποικίλην καὶ πυκνὴν τῶν δένδρων φυτείαν φυτουργὸς ἀνὴρ τῶν καρπῶν ἀποδοκιμάσειεν ἢ ἀπορίψειεν, ἐπειδὴ τοιαύτη ὑπάρχει τῆς γῆς ἐκείνης ἡ ἄροσις ἐν τῷ αὔξειν τὴν πόαν καὶ διὰ τὸ κάλλος καὶ τὸ ἀνθηρὸν τῶν νομῶν. Ἐν αὐτῇ δὲ καὶ ἡ τῶν ἀνδρῶν γενεὰ ὅμοια καὶ παραπλησία τοῖς ἀθανάτοις θεοῖς κατὰ τὸ μέγεθος καὶ τὸ κάλλος αὔξεται. 1001—1016. Πρὸς βορρᾶν δὲ τῆς Μεσοποταμίας οἱ Ἀρμένιοι καλὴν καὶ εὐδαίμονα γῆν κατοικοῦσι καὶ οἱ μαχόμενοι ἐκ τῶν χειρῶν Ματιηνοὶ, εὐτραφεῖς καὶ ἰσχυροὶ καὶ πλούσιοι καὶ καλῶς τὰ τοῦ πολέμου μεμαθηκότες, ἐπὶ τοῖς τοῦ Καυκάσου ὄρεσι κεκλιμένοι παρὰ τοῦ Εὐφράτου ποταμοῦ. Πρὸς δὲ τὸν νότον ἡ μεγάλη πόλις Βαβυλὼν, ἥντινα χαλκοῖς καὶ ἰσχυροῖς τείχεσιν ἡ Σεμίραμις ἐστεφάνωσεν, ἐπὶ δὲ τὴν ἀκρόπολιν τῷ Βήλῳ, ἤτοι τῷ βασιλεῖ ἢ μᾶλλον τῷ Διὶ ἢ τοῦ Διὸς υἱῷ, μέγαν δόμον ἢ ναὸν ᾠκοδόμησεν ἢ ἱδρύσατο, τῷ χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ καλλωπίσασα καὶ ἐπιμελησαμένη. Καὶ ταύτης μὲν τὸ πεδίον πολὺ ἢ μέγιστον, καὶ ἐκεῖσε πολλοὶ φοίνικες οἱ κατὰ ἄκρον κομῶντές εἰσιν. Ἀληθῶς μὴν τοῦ χρυσοῦ χαριέστερον ἄλλο ἡ Βαβυλὼν φέρει, τὴν γλαυκὴν λίθον ὑγρᾶς βηρύλλου, ἥτις περὶ τὸν τόπον ἐκεῖνον ἐν τοῖς προβασίμοις τόποις ἔσωθεν τῆς ὀφιήτιδος πέτρας φύεται. Ὑπεράνω δὲ τῆς Βαβυλῶνος ἐπὶ τὴν πνοὴν τοῦ βορρᾶ οἵ τε Κισσοὶ καὶ οἱ Μεσαβάται καὶ οἱ Χαλωνῖται κατοικοῦσιν, ἅτινά εἰσιν ἔθνη Συρίας.