977—982. Ἀπὸ δὲ τῶν ὑψηλῶν καὶ τραχέων αὐτῆς ὀρῶν πρὸς τὴν ἀνατολὴν τοῦ ἀπείρου, ἤτοι μεγίστου, ποταμοῦ Εὐφράτου ὁ ῥοῦς φαίνεται, ὅστις δὴ Εὐφράτης πρῶτον μὲν ἀπὸ τοῦ Ἀρμενίου ὄρους μακρὸς ἐπὶ νότον πορεύεται, πάλιν δὲ τοὺς ἀγκῶνας συστρέψας, ἐξεναντίας τοῦ ἡλίου πορευόμενος, μέσον τῆς Βαβυλῶνος περάσας εἰς τὸν Περσικὸν κόλπον τὸν ἀφρὸν αὑτοῦ ἀπερεύγεται, ταῖς ἐσχάταις ἐκβολαῖς ἐγγὺς τῆς Τερηδόνος ὁδεύων, 983—991. Μετὰ τοῦτον δὲ τὸν Εὐφράτην εἰς ἀνατολὴν Τίγρις ὁ ταχύτατος πάντων τῶν ποταμῶν καὶ καλὰ ῥεύματα ἔχων φέρεται, ὃς καὶ ἀπὸ τοῦ Νιφάτου ὄρους γεννᾶται, ἴσον ῥοῦν καὶ ὁμαλὸν κατὰ τὸ τάχος ἐλαύνων, τοσοῦτον ἄποθεν καὶ χωρὶς ὑπάρχων ἀπὸ τοῦ Εὐρράτου, ὁπόσον ἐπὶ ἑπτὰ ἡμέρας ὁδοιπόρος ἰσχυρὸς καὶ γενναῖος καὶ ταχὺς ὁδεύσειεν. Ὑπάρχει δέ τις λίμνη κατὰ τὸ μέσον κυκλοτερὴς τοῖς ὕδασιν, ὄνομα Θωνῖτις καλουμένη, ἐφ᾿ ἧστινος τὸ ἐνδότατον δύνων καὶ ὡς εἰς βάραθρον ἐμπεσὼν ὁ Τίγρις καταπολὺ ὑποκάτωθεν σύρεται· πάλιν δὲ ὑπόγειος ἐξ αὐτῆς ἀνατείλας ὀξύτερον ῥοῦν κάτω προπέμπει, διὰ τὸ πρανὲς, ἤτοι τὸ κατωφερὲς τῶν χωρίων· οὐδαμῶς ἂν ἐκείνου ἐπὶ πᾶσι τοῖς ποταμοῖς ταχύτερον κατόψει.