918—922. Μέση δὲ τῶν εἰρημένων δύο πόλεων, τοῦ τε Ποσειδίου καὶ Δάφνης, ὑπάρχει ἡ Ἀπάμεια πόλις. Πρὸς δὲ τὴν ἀνατολὴν τῆς Ἀπαμείας πολὺς ὁ ὑγρὸς Ὀρόντης κατασύρεται, τήν τε Ἀντιόχου γῆν, ἤτοι τὴν Ἀντιόχειαν, μέσην διορίζων, ἢ παραρρέων μᾶλλον καὶ οὐ διορίζων. Ἅπασα δὲ ἡ τῶν τριῶν Συριῶν γῆ πλουσία τε καὶ εὔβοτος ὑπάρχει, καὶ πρὸς τὸ τρέφειν τὰ πρόβατα καὶ τὸν καρπὸν τοῖς δένδρεσιν αὔξειν. 923—932. Ταύτης δὲ τῆς Συρίας, οὐ τῆς Ἀντιοχείας, ἐπὶ τὸ πρόσω τοῦ νότου ὁδεύων τὸν ἐνδότατον πόρον ἢ μυχὸν τοῦ Ἀραβίου κόλπου θεάσῃ, ὅστις ἀναμεταξὺ τῆς Συρίας καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας συστρέφεται, ὀλίγον ἢ μικρὸν πρὸς ἀνατολὴν ἄχρι τῶν Ἐλανῶν. Ἐκεῖθεν δὲ ἀπὸ τῶν Ἐλανῶν πρὸς ἀνατολὰς ἡ τῶν εὐδαιμόνων λεγομένων Ἀράβων γῆ ἐπίκειται καταπολὺ ἀνερχομένη, διπλῇ θαλάσσῃ κατεχομένη, τῇ τε Περσίδι καὶ τῇ Ἀραβίᾳ, ἤγουν τῷ τε Περσικῷ καὶ Ἀραβικῷ κόλπῳ. Ἑκάστη δὲ αὐτῶν ἄνεμον ἔλαχεν, ἡ μὲν Ἀραβία θάλασσα τὸν ζέφυρον, ἡ δὲ Περσὶς τὰς ὁδοὺς ἢ τὸ κλίμα τοῦ εὔρου. Ἡ δὲ πέζα, ἤτοι τὸ τέλος καὶ ἡ βάσις αὐτῆς, νοτιωτέρα ἐπὶ τὴν ἀνατολὴν τετραμμένη ὑπὸ τῶν Ἐρυθραίων κυμάτων τοῦ ὠκεανοῦ κλύζεται, τουτέστιν ὑπὸ τῆς Ἐρυθρᾶς θαλάσσης.