861—873. Ἐκεῖθεν δὲ, δηλονότι· ἀπὸ τῆς Πισιδίας, ἡ περίδρομος θάλασσα συνεστραμμένην ὁδὸν πρὸς ἀνατολὴν περιτέμνεται, καταπολὺ ἔσω προβαίνουσα εἰς τὸν Ἰσσικὸν κόλπον· οὗτος δὲ ὁ κόλπος γείτων ἐστὶν ἢ πλησίον τοῦ Εὐξείνου πόντου, τὰ τῆς Κιλικίας ἔθνη μακρὸς ἐπὶ τὴν ἀνατολὴν περισυρόμενος. Ἐκεῖνα δὲ τὰ τῆς Ἀσίας Στενὰ καλοῦσιν. Καὶ τούτῳ μὲν τῷ Ἰσσικῷ κόλπῳ πολλῶν ποταμῶν πόρρωθεν ἐρχομένων τὸ ὕδωρ ἐπιμίσγεται τοῦ τε Πυράμου καὶ τοῦ Πινάρου καὶ τοῦ Κύδνου τοῦ σκολιοῦ, τοῦ μέσην τὴν Ταρσὸν τὴν καλῶς κατοικουμένην πόλιν διαρρέοντος· ὅπου ποτὲ ὁ Πήγασος ἵππος τὸν ταρσὸν τοῦ ποδὸς αὐτοῦ ἀφεὶς τῷ τόπῳ ἐκείνῳ τοὔνομα ἐγκατέλιπεν, ὁπηνίκα ὁ ἥρως Βελλεροφόντης ἐς τὸν οὐρανὸν πορευόμενος κατενεχθεὶς κατεάγη τοῦ ἵππου πτερορρυήσαντος. Ἐκεῖ δὲ ἔστι καὶ τὸ Ἀλήϊον πεδίον, ἐφ᾿ οὗτινος πεδίου ἄποθεν καὶ χωρὶς τῶν ἀνθρώπων πλανώμενος διῃτᾶτο. 874—880. Πολλαὶ δὲ τῶν Κιλίκων ἐφεξῆς ὑπάρχουσι πόλεις, ἣ τε Λυρνησσὸς καὶ ἡ Μαλλὸς καὶ ἡ Ἀγχιάλεια καὶ οἱ Σόλοι, αἱ μὲν κατὰ τὸ μεσόγειον, αἱ δὲ πλησίον αὐτῆς τῆς θαλάσσης. Ἐπὶ ταύτης δὲ τῆς Κιλικίας εἰσὶ καὶ οἱ Κομμαγηνοὶ, ἀπὸ Κόμμας χώρας οὕτως λεγόμενοι, καὶ αἱ τῆς Συρίας ἐκτεταμέναι καὶ περιμήκεις πόλεις ἐπὶ τῆς στρεπτῆς παραλίας· καὶ γὰρ ἐπὶ τὴν δύσιν στρέφεται ὁ ὁλκὸς, ἤτοι ἡ περιφέρεια καὶ ὁ κύκλος, τῆς λευκῆς θαλάσσης, μέχρι τοῦ ὑψηλοῦ καὶ παραθαλασσίου καὶ βαθυκρήμνου, ἤτοι τοῦ συμφύτου καὶ δασέος, Κασίου ὄρους. 881—886. Τὸν δὲ λοιπὸν πόρον τῶν γαιῶν τῆς Ἀσίας ῥᾳδίως σοι καὶ εὐκόλως προσείποιμι. Οὗτος δέ σοι ὁ λόγος ἐν ταῖς φρεσὶν ὑπαρχέτω, καὶ ἡ χάρις τῶν πονηθέντων τούτων ἔργων, ἤγουν ἡ τῶν ποιημάτων τούτων ὠφέλεια, μὴ φέροιτο τοῖς ἀνέμοις· εἰ γὰρ σαφῶς τοῦτον τὸν πόρον τῆς Ἀσίας συνίης, ταχέως ἂν καὶ ἄλλοις καλῶς καὶ ἐπισταμένως ἀγορεύσοις καὶ λέξοις τούς τε ποταμοὺς καὶ τὴν θέσιν τῶν πόλεων καὶ ἑκάστην χώραν. 887—893. Ἔστω μὲν οὖν τὸ λοιπὸν τῆς Ἀσίας σχῆμα τετράπλευρον καὶ ἰσοσκελὲς, τοῖς μακροῖς καὶ ἐπιμήκεσι πεδίοις ἡπλωμένον καὶ ἐκτεταμένον πρὸς ἀνατολήν. Ἐπὶ γὰρ τοῖς προλεχθεῖσι παῤ ἐμοῦ εἰπόντος ἀκούσας ἐπίστασαι Ταῦρον τὸ ὄρος πᾶσαν τὴν Ἀσίαν διαχωρίζειν ἢ μέσην διατέμνειν μέχρι τῶν Ἰνδῶν. Καὶ τοῦτο μὲν τὸ ὄρος ἐν τῷ τετραπλεύρῳ τὸ βορειότερον ἔστω· ὁ δὲ Νεῖλος ποταμὸς τὸ ἑσπέριον ἢ δυτικώτερον πλεῦρον ὑπαρχέτω· τὸ δὲ ἑῷον, ἤτοι τὸ ἀνατολικώτερον, ὁ Ἰνδικὸς ὠκεανός· τὸ δὲ νότιον ἡ Ἐρυθρὰ θάλασσα ἢ τὸ κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης. 894—917. Διανοούμενος δὲ σκέπτου καθ᾿ ὃν τρόπον ἄρτι καὶ ἐπὶ τὰς ἀνατολὰς παραγενήσομαι, ἀπὸ τῆς Συρίας ὅθεν κατέλιπον ἀρξάμενος, οὐδαμῶς δέ μοί τις ἀνὴρ καθάπερ λόγου ψευσθέντος ἐπιμέμψοιτο. Ἀλλ᾿ ἡ μὲν Συρία πολλὰς πόλεις ἔχουσα ἐπὶ τὴν νοτίαν ἀνατολὴν ἀπὸ τῆς θαλάσσης εἰς ἤπειρον ἕρπει, ἣν καὶ ἐπωνύμως Κοίλην λέγουσι, διότι οἱ προνενευκότες καὶ ἐξέχοντες τῶν δρῶν τόποι μέσην καὶ ὑποκειμένην αὐτὴν ἔχουσι, τοῦ τε δυτικοῦ Κασίου καὶ τοῦ ἀνατολικοῦ Λιβάνου. Καὶ ταύτην μὲν Κοίλην λέγουσι· τρεῖς γάρ εἰσιν, ἥ τε Φοινίκη καὶ ἡ Παλαιστίνη καὶ ἡ Κοίλη, ἥν πολλοὶ καὶ πλούσιοι ἄνδρες ἔχουσιν· οὐχ ὁμοῦ δὲ ὡς ὁμώνυμοι ὄντες κατοικοῦσιν, ἀλλὰ κεχωρισμένως οἱ μὲν ἐν τῇ ἠπείρῳ, οἱ νῦν Ἄραβες καλούμενοι, αὐτοὶ γὰρ καὶ Σύριοι λέγονται· οἱ δὲ πλησίον τῆς θαλάσσης, οἱ καὶ Φοίνικες καλούμενοι, (ἐξ ἐκείνης τῆς γενεᾶς τῶν ἀνδρῶν, οἵτινες Ἐρυθραῖοι γεγένηνται, ἤγουν μέτοικοι τῶν Ἐρυθραίων, οἵτινες καὶ ταῖς ναυσὶν ἀπόπειραν ἐποιήσαντο τῆς θαλάσσης· πρῶτοι γὰρ τῆς θαλασσίας καὶ στρέμματα πολλὰ ἐχούσης ἐμπορίας μνείαν ἐποιήσαντο, καὶ τὴν ὑψηλὴν πορείαν τῶν ἀπλανῶν ἀστέρων ἐν τῷ οὐρανῷ διανοησάμενοι ἐσκέψαντο· οἵτινες Ἰόπην καὶ Γάζαν καὶ Ἐλαΐδα κατοικοῦσι, καὶ τὴν ἀρχαίαν Τύρον, καὶ τὴν ἐρατεινὴν ἢ καλὴν γῆν τῆς Βηρυτοῦ, καὶ Βύβλον τὴν πλησίον τῆς θαλάσσης, καὶ τὴν Σιδῶνα ἄνθη πολλὰ ἔχουσαν, κατοικουμένην ἐπὶ τοῖς ὕδασι τοῦ χαρίεντος Βοστρηνοῦ, καὶ τὴν πλουσίαν καὶ εὐδαίμονα Τρίπολιν, καὶ τὴν Ὀρθωσίδα, καὶ τὴν Μάραθον, καὶ τὴν Λαοδίκειαν, ἥτις ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης κεῖται, καὶ τὰ Ποσιδήϊα ἔργα, ἀντὶ τοῦ τὴν Ποσείδιον πόλιν οὕτω καλουμένην, καὶ τὰ ἱερὰ, τουτέστι μεγάλα, τέμπη τῆς Δάφνης, ὅπου καὶ ἐπωνύμως τῷ Ἀντιόχῳ Ἀντιόχεια λέγεται.