830—845. Ἐπὶ ταύταις δὲ ἡ Μήονία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται ὑπὸ τῷ ἠνεμόεντι ὄρει Τμώλῳ, ἀφ᾿ οὗ ὁ Πακτωλὸς διερχόμενος ταῖς συστροφαῖς αὑτοῦ ὁμοῦ χρυσὸν ἐπισύρων ἠχεῖ. Ἐπὶ τούτου δὲ ταῖς πλευραῖς ἐν τῇ τοῦ ἔαρος ὥρᾳ καθήμενος τὴν ὀξεῖαν ἢ μᾶλλον εἰπεῖν ἡδεῖαν φωνὴν τῶν κύκνων ἀκούσαις, οἵτινες αὐξομένης τῆς πόας ἔνθα κἀκεῖσε ἐπὶ τὸ ὕδωρ πλαζόμενοι νέμονται. Πολλοὶ γάρ εἰσι λειμῶνες, ὃ ἔστιν ἀνθοῦντα πεδία, ἐν τῇ Ἀσίᾳ, ἐξόχως δὲ καὶ ὑπὲρ πάντα περὶ τὸ Μαιάνδριον πεδίον, ὅπου ὁ Κάϋστρος ποταμὸς ἡσυχῆ καὶ ἠρέμα τὸ λαμπρὸν αὐτοῦ ὕδωρ ἀναβράζων ἐπιρρεῖ. Ἀλλ᾿ οὐδὲ τὰς γυναῖκας ἐκείνας μέμψῃ, αἵτινες περὶ τὸ θεῖον καὶ θαυμαστὸν ἐκεῖνο ἔδαφος ἐπὶ τῆς ὀσφύος τὴν ζώνην βαλοῦσαι θαυμαστὸν συστρεφόμεναι κύκλον ὀρχοῦνται, ἡνίκα τὰς χοροστασίας, ἤτοι τοὺς χοροὺς, τῷ Διονύσῳ ἐκπληροῦσιν· ἅμα δὲ αὐταῖς καὶ αἱ νέαι παρθένοι καθάπερ νεβροὶ συσκιρτῶσιν. Ἐπὶ ταύταις δὲ καὶ αἱ τῶν ἀνέμων πνοαὶ τοὺς ἐπιθυμητοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας κτυποῦσαι ἠχοῦσιν. Ἀλλὰ ταῦτα μὲν τοῖς Λυδοῖς ἀνθρώποις ἐν φροντίδι γενήσονται. 846—853. Τὴν δὲ ἐπὶ τὴν θάλασσαν κειμένην γῆν περὶ τὰς ἐκβολὰς τοῦ Ξάνθου, καλλίστου ἢ καλὰ ῥεύματα ἔχοντος ποταμοῦ, κατοικοῦσιν οἱ Λύκιοι· ὅπου τὰ ὄρη τοῦ Ταύρου βαθέα κρημνὰ ἔχοντος μέχρι τῆς Παμφυλίας φέρεται, Κράγον δὲ αὐτὸν καλοῦσιν. Ἐκεῖθεν δὲ πάλιν θεάσῃ περὶ τὸν ῥοῦν τοῦ Εὐρυμέδοντος ποταμοῦ ὑπεράνωθεν τῆς θαλάσσης Ἄσπενδον πόλιν, ὅπου τὴν Ἀφροδίτην ταῖς τῶν συῶν ἐξιλεοῦνται σφαγαῖς.