809—819. Ἐκεῖσε τῆς μικροτέρας Φρυγίας ὁ πολὺς ἢ μέγας ἀγκὼν ἐπὶ τὸν Ἑλλήσποντον ἐπιτρέχει, ἡ δὲ ἑτέρα Φρυγία ἡ μεγάλη ἔνδοθεν ἐπὶ τοῖς ὕδασι τοῦ Σαγγαρίου ποταμοῦ κεῖται. Ἀλλ᾿ ἡ μὲν μεγάλη Φρυγία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται, ἱπποτρόφος οὖσα καὶ πλουσία, πρὸς δὲ τὴν δύσιν τὴν ἑτέραν ἴδοις, ἥτις ὑπὸ τοὺς ἄγαν θείους καὶ θαυμαστοὺς πόδας τῆς Ἴδης κεῖται, ὑπὸ τῷ εὐρὺ ῥέοντι Ξάνθῳ καὶ τῷ ἐκ τῆς Ἴδης κατερχομένῳ Σιμόεντι, τὴν ὑψηλὴν καὶ τοὺς ἀνέμους προσδεχομένην Ἴλιον ὑπὸ ταῖς πλευραῖς αὐτῆς ἔχουσα, τὴν λαμπρὰν καὶ ἐπίσημον πόλιν τῶν πάλαι γεγενημένων ἡμιθέων, ἣν ὅ τε Ποσειδῶν καὶ Ἀπόλλων ἔκτισε, καὶ ἡ Ἥρα καὶ ἡ Ἀθηνᾶ ἐπόρθησεν. 820—829. Μετὰ ταύτην δὲ τὴν Φρυγίαν ἡ Αἰολὶς γῆ παρατέταται παρὰ τὸν μέγαν Ἑλλήσποντον καὶ παρὰ τὸ χεῖλος, ἤγουν τὴν παραλίαν, τοῦ Αἰγαίου. Ἐφεξῆς δὲ μετὰ τὴν Αἰολίδα οἱ εὐδοξότατοι Ἴωνες κατοικοῦσιν, εἰσὶ δὲ καὶ αὐτοὶ παράλιοι· δι᾿ ἧστινος γῆς μέσος ὁ Μαίανδρος ταῖς λιπαραῖς αὐτοῦ συστροφαῖς κατέρχεται εἰς τὴν θάλασσαν, ἀναμεταξὺ τῆς Μιλήτου καὶ τῆς πλατυχώρου Πριήνης. Τούτων δὲ τῶν ἀμφοτέρων πόλεων πρὸς τὰ βόρεια μέρη ἴδῃς τὴν παραθαλασσίαν Ἔφεσον τὴν μεγάλην πόλιν τῆς Ἀρτέμιδος ὅπου ποτὶ τῇ θεᾷ ἐν τῇ ῥίζῃ τῆς πτελέας αἱ Ἀμαζονίδες βωμὸν κατεσκεύασαν μέγιστον καὶ ἐξαίσιον θαῦμα τοῖς ἀνθρώποις. 830—845. Ἐπὶ ταύταις δὲ ἡ Μήονία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται ὑπὸ τῷ ἠνεμόεντι ὄρει Τμώλῳ, ἀφ᾿ οὗ ὁ Πακτωλὸς διερχόμενος ταῖς συστροφαῖς αὑτοῦ ὁμοῦ χρυσὸν ἐπισύρων ἠχεῖ. Ἐπὶ τούτου δὲ ταῖς πλευραῖς ἐν τῇ τοῦ ἔαρος ὥρᾳ καθήμενος τὴν ὀξεῖαν ἢ μᾶλλον εἰπεῖν ἡδεῖαν φωνὴν τῶν κύκνων ἀκούσαις, οἵτινες αὐξομένης τῆς πόας ἔνθα κἀκεῖσε ἐπὶ τὸ ὕδωρ πλαζόμενοι νέμονται. Πολλοὶ γάρ εἰσι λειμῶνες, ὃ ἔστιν ἀνθοῦντα πεδία, ἐν τῇ Ἀσίᾳ, ἐξόχως δὲ καὶ ὑπὲρ πάντα περὶ τὸ Μαιάνδριον πεδίον, ὅπου ὁ Κάϋστρος ποταμὸς ἡσυχῆ καὶ ἠρέμα τὸ λαμπρὸν αὐτοῦ ὕδωρ ἀναβράζων ἐπιρρεῖ. Ἀλλ᾿ οὐδὲ τὰς γυναῖκας ἐκείνας μέμψῃ, αἵτινες περὶ τὸ θεῖον καὶ θαυμαστὸν ἐκεῖνο ἔδαφος ἐπὶ τῆς ὀσφύος τὴν ζώνην βαλοῦσαι θαυμαστὸν συστρεφόμεναι κύκλον ὀρχοῦνται, ἡνίκα τὰς χοροστασίας, ἤτοι τοὺς χοροὺς, τῷ Διονύσῳ ἐκπληροῦσιν· ἅμα δὲ αὐταῖς καὶ αἱ νέαι παρθένοι καθάπερ νεβροὶ συσκιρτῶσιν. Ἐπὶ ταύταις δὲ καὶ αἱ τῶν ἀνέμων πνοαὶ τοὺς ἐπιθυμητοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας κτυποῦσαι ἠχοῦσιν. Ἀλλὰ ταῦτα μὲν τοῖς Λυδοῖς ἀνθρώποις ἐν φροντίδι γενήσονται. 846—853. Τὴν δὲ ἐπὶ τὴν θάλασσαν κειμένην γῆν περὶ τὰς ἐκβολὰς τοῦ Ξάνθου, καλλίστου ἢ καλὰ ῥεύματα ἔχοντος ποταμοῦ, κατοικοῦσιν οἱ Λύκιοι· ὅπου τὰ ὄρη τοῦ Ταύρου βαθέα κρημνὰ ἔχοντος μέχρι τῆς Παμφυλίας φέρεται, Κράγον δὲ αὐτὸν καλοῦσιν. Ἐκεῖθεν δὲ πάλιν θεάσῃ περὶ τὸν ῥοῦν τοῦ Εὐρυμέδοντος ποταμοῦ ὑπεράνωθεν τῆς θαλάσσης Ἄσπενδον πόλιν, ὅπου τὴν Ἀφροδίτην ταῖς τῶν συῶν ἐξιλεοῦνται σφαγαῖς. 854—860. Ἄλλαι δὲ ἐφεξῆς τῆς Παμφυλίας ὑπάρχουσι πόλεις, ἥ τε Κώρυκος καὶ ἡ Πέργη καὶ ἡ ἀνεμώδης Φάσηλις. Μετὰ ταῦτα δὲ ἐπὶ τὴν ἀνατολικὴν μεσόγειον κατοικοῦσιν οἱ ἐν τοῖς πολέμοις ἐπιτήμονες καὶ ἐπικαμπῆ τόξα ἔχοντες Λυκάονες. Ἐπὶ τούτοις δὲ τῶν Πισιδέων πλουσία γῆ ἐστιν, ὅπου αἱ Πισιδικαὶ πόλεις, ἣ τε Τερμησσὸς καὶ ἡ Λύρβη καὶ ἡ Σέλγη, ἥντινα Σέλγην ὁ τῶν Ἀμυκλαίων, ἤτοι τῶν Λακώνων, λαὸς ὁ μεγαλώνυμος κατοικισθῆναι ἐποίησεν.