809—819. Ἐκεῖσε τῆς μικροτέρας Φρυγίας ὁ πολὺς ἢ μέγας ἀγκὼν ἐπὶ τὸν Ἑλλήσποντον ἐπιτρέχει, ἡ δὲ ἑτέρα Φρυγία ἡ μεγάλη ἔνδοθεν ἐπὶ τοῖς ὕδασι τοῦ Σαγγαρίου ποταμοῦ κεῖται. Ἀλλ᾿ ἡ μὲν μεγάλη Φρυγία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται, ἱπποτρόφος οὖσα καὶ πλουσία, πρὸς δὲ τὴν δύσιν τὴν ἑτέραν ἴδοις, ἥτις ὑπὸ τοὺς ἄγαν θείους καὶ θαυμαστοὺς πόδας τῆς Ἴδης κεῖται, ὑπὸ τῷ εὐρὺ ῥέοντι Ξάνθῳ καὶ τῷ ἐκ τῆς Ἴδης κατερχομένῳ Σιμόεντι, τὴν ὑψηλὴν καὶ τοὺς ἀνέμους προσδεχομένην Ἴλιον ὑπὸ ταῖς πλευραῖς αὐτῆς ἔχουσα, τὴν λαμπρὰν καὶ ἐπίσημον πόλιν τῶν πάλαι γεγενημένων ἡμιθέων, ἣν ὅ τε Ποσειδῶν καὶ Ἀπόλλων ἔκτισε, καὶ ἡ Ἥρα καὶ ἡ Ἀθηνᾶ ἐπόρθησεν. 820—829. Μετὰ ταύτην δὲ τὴν Φρυγίαν ἡ Αἰολὶς γῆ παρατέταται παρὰ τὸν μέγαν Ἑλλήσποντον καὶ παρὰ τὸ χεῖλος, ἤγουν τὴν παραλίαν, τοῦ Αἰγαίου. Ἐφεξῆς δὲ μετὰ τὴν Αἰολίδα οἱ εὐδοξότατοι Ἴωνες κατοικοῦσιν, εἰσὶ δὲ καὶ αὐτοὶ παράλιοι· δι᾿ ἧστινος γῆς μέσος ὁ Μαίανδρος ταῖς λιπαραῖς αὐτοῦ συστροφαῖς κατέρχεται εἰς τὴν θάλασσαν, ἀναμεταξὺ τῆς Μιλήτου καὶ τῆς πλατυχώρου Πριήνης. Τούτων δὲ τῶν ἀμφοτέρων πόλεων πρὸς τὰ βόρεια μέρη ἴδῃς τὴν παραθαλασσίαν Ἔφεσον τὴν μεγάλην πόλιν τῆς Ἀρτέμιδος ὅπου ποτὶ τῇ θεᾷ ἐν τῇ ῥίζῃ τῆς πτελέας αἱ Ἀμαζονίδες βωμὸν κατεσκεύασαν μέγιστον καὶ ἐξαίσιον θαῦμα τοῖς ἀνθρώποις.