772—782. Μετὰ δὲ τούτους τοὺς Χάλυβας τῆς Ἀσσυρίας γῆς ἡ πρόχυσις ἐκτετάνυσται· λέγει δὲ τὰ περὶ Θερμώδοντα καὶ Παφλαγονίαν· ὅπου ταῖς Ἀμαζόσιν ἀπὸ τοῦ Ἀρμενίου ὄρους τὸ λευκὸν ὕδωρ ὁ πολεμικώτατος Θερμώδων προπέμπει, ὅστις ποτὲ Θερμώδων τὴν Ἀσώπου θυγατέρα Σινώπην πλανωμένην ἐδέξατο κελεύσαντος τοῦ Διὸς λελυπημένην· καὶ γὰρ ὁ Ζεὺς τῆς ἐπεράστου καὶ καλῆς φιλίας αὐτῆς ἐπιθυμῶν καὶ χρῄζων, καίτοι μὴ θέλουσαν, πόρρω τῆς ἰδίας πατρίδος ἐχώρισεν· ἐκ ταύτης δὲ καὶ ἡ πόλις Σινώπη τὸ ὄνομα ἔχει. Περὶ ἐκείνου δὲ τοῦ Θερμώδοντος ποταμοῦ κρυμώδεις ἢ ψυχρὰς ὄχθας τὸν καθαρὸν λίθον τοῦ κρυστάλλου, καθάπερ χειμερίαν πάχνην, τέμνοις, εὑρήσεις δὲ καὶ τὴν πρασινίζουσαν ἴασπιν. 783—792. Ἑξῆς δὲ ὁ Ἶρις ποταμὸς τὸ καθαρὸν ὕδωρ εἰς τὸν Πόντον ἐκβάλλει· ἐπὶ τούτῳ δὲ αἱ τοῦ Ἅλυος ποταμοῦ ῥοαὶ ἀναβλύζουσι πλησίον τῆς Καραμβίας ἄκρας, ἐπὶ δὲ τὸν βορρᾶν ἑλκόμεναι ἀπὸ τοῦ Ἀρμενίου ὄρους τὴν ἀρχὴν ἔχουσιν. Ἐπὶ τούτοις δὲ τοῖς αἰγιαλοῖς τῶν ποταμῶν κατοικοῦσιν οἱ Παφλαγόνες καὶ τὸ τῶν Μαριανδυνῶν ἱερὸν γένος. Ἐκεῖσε τὸν ἰσχρυρόφωνον μέγαν κύνα τοῦ ὑπογείου Πλούτωνος τὸν Κέρβερον, ταῖς χερσὶ τοῦ μεγαλόφρονος Ἡρακλέους ἑλκόμενον, δεινὸν χυλὸν σιελώδη ἀπὸ τῶν στομάτων αὐτοῦ φασιν ἐκβεβληκέναι. Καὶ τοῦτον μὲν τὸν ἰὸν ἀναμεμιγμένον ἡ γῆ ἐδέξατο καὶ τοῖς Μαριανδυνοῖς ἀνδράσι μεγάλην βλάβην ἐφύτευσε, τὴν ἀκόνιτον δηλονότι θανάσιμον οὖσαν.