762—771. Διαλογιζόμενος δὲ σκόπει ἀρτίως ἀπὸ τῶν Κόλχων καὶ τοῦ Φάσιδος ποταμοῦ ἐπὶ τὴν δύσιν παρὰ τὸ χεῖλος τοῦ Εὐξείνου πόντου τὸ πλῆθος τῶν ἐθνῶν ἄχρι τοῦ Θρᾳκικοῦ στόματος, ἤγουν τοῦ Βοσπόρου, ὅπου ἡ τῶν Καλχηδονίων χώρα ἐστίν. Μετὰ δὲ τοὺς Κόλχους πρῶτά εἰσιν ἔθνη οἱ Βύζηρες, καὶ πλησίον αὐτῶν τὰ ἔθνη τῶν Βεχείρων, καὶ οἱ Μάκρωνες, καὶ οἱ Φίλυρες, καὶ οἵτινες τοὺς οἴκους αὐτῶν ξυλίνους ἔχουσιν. Ὧντινων πλησίον εἰσὶν οἱ πολυθρέμματοι, ἤτοι πολλὰ θρέμματα ἔχοντες, Τιβαρηνοί· ἐπὶ τούτοις δὲ οἱ Χάλυβες τὴν ἀμετακίνητον καὶ σκληρὰν γῆν κατοικοῦσι, τὰ τοῦ μοχθηροῦ σιδήρου ἔργα μεμαθηκότες, οἵτινες βαρυκτύποις σφύραις ἐπὶ τοῖς ἄκμοσιν ἐστηρικότες τῆς δεινῆς ταλαιπωρίας καὶ τοῦ χαλεποῦ κόπου οὐδαμῶς παύονται. 772—782. Μετὰ δὲ τούτους τοὺς Χάλυβας τῆς Ἀσσυρίας γῆς ἡ πρόχυσις ἐκτετάνυσται· λέγει δὲ τὰ περὶ Θερμώδοντα καὶ Παφλαγονίαν· ὅπου ταῖς Ἀμαζόσιν ἀπὸ τοῦ Ἀρμενίου ὄρους τὸ λευκὸν ὕδωρ ὁ πολεμικώτατος Θερμώδων προπέμπει, ὅστις ποτὲ Θερμώδων τὴν Ἀσώπου θυγατέρα Σινώπην πλανωμένην ἐδέξατο κελεύσαντος τοῦ Διὸς λελυπημένην· καὶ γὰρ ὁ Ζεὺς τῆς ἐπεράστου καὶ καλῆς φιλίας αὐτῆς ἐπιθυμῶν καὶ χρῄζων, καίτοι μὴ θέλουσαν, πόρρω τῆς ἰδίας πατρίδος ἐχώρισεν· ἐκ ταύτης δὲ καὶ ἡ πόλις Σινώπη τὸ ὄνομα ἔχει. Περὶ ἐκείνου δὲ τοῦ Θερμώδοντος ποταμοῦ κρυμώδεις ἢ ψυχρὰς ὄχθας τὸν καθαρὸν λίθον τοῦ κρυστάλλου, καθάπερ χειμερίαν πάχνην, τέμνοις, εὑρήσεις δὲ καὶ τὴν πρασινίζουσαν ἴασπιν. 783—792. Ἑξῆς δὲ ὁ Ἶρις ποταμὸς τὸ καθαρὸν ὕδωρ εἰς τὸν Πόντον ἐκβάλλει· ἐπὶ τούτῳ δὲ αἱ τοῦ Ἅλυος ποταμοῦ ῥοαὶ ἀναβλύζουσι πλησίον τῆς Καραμβίας ἄκρας, ἐπὶ δὲ τὸν βορρᾶν ἑλκόμεναι ἀπὸ τοῦ Ἀρμενίου ὄρους τὴν ἀρχὴν ἔχουσιν. Ἐπὶ τούτοις δὲ τοῖς αἰγιαλοῖς τῶν ποταμῶν κατοικοῦσιν οἱ Παφλαγόνες καὶ τὸ τῶν Μαριανδυνῶν ἱερὸν γένος. Ἐκεῖσε τὸν ἰσχρυρόφωνον μέγαν κύνα τοῦ ὑπογείου Πλούτωνος τὸν Κέρβερον, ταῖς χερσὶ τοῦ μεγαλόφρονος Ἡρακλέους ἑλκόμενον, δεινὸν χυλὸν σιελώδη ἀπὸ τῶν στομάτων αὐτοῦ φασιν ἐκβεβληκέναι. Καὶ τοῦτον μὲν τὸν ἰὸν ἀναμεμιγμένον ἡ γῆ ἐδέξατο καὶ τοῖς Μαριανδυνοῖς ἀνδράσι μεγάλην βλάβην ἐφύτευσε, τὴν ἀκόνιτον δηλονότι θανάσιμον οὖσαν. 793—798. Πλησίον δὲ τῶν Μαριανδυνῶν οἱ Βιθυνοὶ λιπαρὰν καὶ καλὴν χώραν κατοικοῦσιν, ἔνθα ὁ Ῥήβας τὸ κάλλιστον ὕδωρ εἰς τὸν Πόντον ἐκβάλλει, ὅστις παρὰ τοῖς στόμασι τοῦ Πόντου διέρχεται, οὗτινος κάλλιστον ὕδωρ ἐπὶ τὴν γῆν σύρεται. Τοσοῦτοι μὲν ἄνδρες τοῦ Πόντου περίοικοι ὑπάρχουσιν· ἐκεῖνά σοι ὑπαρχέτω τὰ προκατηριθμημένα τῆς Σκυθίας ἔθνη. 799—808. Ἀρτίως δὲ τῆς παραλίας Ἀσίας τὸν πόρον, τουτέστι τὴν θέσιν, διαγράψαιμι, ὅστις δὴ ἐπὶ τὸν Ἑλλήσποντον ὁδεύων πρὸς τὸν νότον πορεύεται καὶ πρὸς τὸν νοτιώτατον ῥοῦν τοῦ Αἰγαίου πελάγους, μέχρι τῆς Συρίας αὐτῆς καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας. Πρῶτον μὲν οἱ Χαλκηδονῖται πλησίον τοῦ στόματος τὴν γῆν κατοικοῦσι, τὸ Βυζάντιον κατὰ τὴν πέραν ὁρῶντες. Ἐπὶ τούτοις δὲ οἱ Βέβρυκες καὶ τὰ ὄρη τῆς Μυσίας, ἤτοι τῆς μικρᾶς Βιθυνίας· τὰ ὄρη δὲ λέγει τοὺς νῦν καλουμένους Ὀλύμπους, ὅπου ὁ Κίος ποταμὸς τὰ ἐπιθυμητὰ αὐτοῦ ῥεῖθρα ἐπιπέμπει, ἐφ᾿ οὗτινός ποτε Κίου προχοαῖς ἢ ἐκβολαῖς τὸν ἰσχυρρότατον θεράποντα τοῦ μεγάλου Ἡρακλέους τὸν Ὕλαν ἡ νύμφη ἀνήρπασεν.