749—761. Μετὰ τοῦτον δὲ ἐπὶ ταῖς προχοαῖς Ἰαξάρτου κατοικοῦσιν οἱ Σάκαι τόξα φέροντες, ὡς ὄντες πολεμικοὶ, ἅτινα οὐδαμῶς τις ἄλλος τοξευτὴς ἀπελέγξοι διὰ τὸ ἀκριβὲς καὶ εὔστοχον· καὶ γὰρ οὐδαμῶς αὐτοῖς ἐστι θέμις ἢ δίκαιον μάταια καὶ εἰκῆ πέμπειν· ἐζημιοῦντο γὰρ οἱ ἀποτυγχάνοντες. Ὑπάρχουσι δὲ καὶ οἱ Τόχαροι καὶ οἱ Φροῦροι καὶ τὰ βάρβαρα ἔθνη τῶν Σηρῶν, οἵτινες τοὺς μὲν βόας καὶ τὰ λιπαρώτατα πρόβατα ἀπαρνοῦνται, διὰ τὸ μὴ γινώσκειν τὸ χρήσιμον αὐτῶν, τὰ δὲ ποικίλα ἄνθη τῆς ἐρήμου γῆς ξαίνοντες πολυδαίδαλα καὶ πολύτιμα, ὅμοια κατὰ τὴν χροιὰν τοῖς τῆς λειμωνίδος ποίης ἄνθεσιν, ἀντὶ τοῦ τῆς παραδεισιακῆς γῆς τοῖς ἄνθεσι, κατασκευάζουσιν· ἐκείνοις οὐδὲ τὸ τῶν ἀραχνῶν ἔργον ἐξισωθείη. Ἄλλοι δὲ πυκνοὶ καὶ συνεχεῖς Σκύθαι εἰσὶν, οἵτινες κατοικοῦσι κατὰ τὰ ἔσχατα μέρη· πλησίον δὲ αὐτῶν δυσάνεμος καὶ τοῖς χειμερίοις ἀνέμοις καὶ ταῖς χαλάζαις παράκειται γῆ. Τοσοῦτοι μὲν ἄνδρες τὴν Κασπίαν θάλασσαν περιοικοῦσιν. 762—771. Διαλογιζόμενος δὲ σκόπει ἀρτίως ἀπὸ τῶν Κόλχων καὶ τοῦ Φάσιδος ποταμοῦ ἐπὶ τὴν δύσιν παρὰ τὸ χεῖλος τοῦ Εὐξείνου πόντου τὸ πλῆθος τῶν ἐθνῶν ἄχρι τοῦ Θρᾳκικοῦ στόματος, ἤγουν τοῦ Βοσπόρου, ὅπου ἡ τῶν Καλχηδονίων χώρα ἐστίν. Μετὰ δὲ τοὺς Κόλχους πρῶτά εἰσιν ἔθνη οἱ Βύζηρες, καὶ πλησίον αὐτῶν τὰ ἔθνη τῶν Βεχείρων, καὶ οἱ Μάκρωνες, καὶ οἱ Φίλυρες, καὶ οἵτινες τοὺς οἴκους αὐτῶν ξυλίνους ἔχουσιν. Ὧντινων πλησίον εἰσὶν οἱ πολυθρέμματοι, ἤτοι πολλὰ θρέμματα ἔχοντες, Τιβαρηνοί· ἐπὶ τούτοις δὲ οἱ Χάλυβες τὴν ἀμετακίνητον καὶ σκληρὰν γῆν κατοικοῦσι, τὰ τοῦ μοχθηροῦ σιδήρου ἔργα μεμαθηκότες, οἵτινες βαρυκτύποις σφύραις ἐπὶ τοῖς ἄκμοσιν ἐστηρικότες τῆς δεινῆς ταλαιπωρίας καὶ τοῦ χαλεποῦ κόπου οὐδαμῶς παύονται.