726—738. Ἅπαντα δέ σοι ἔθνη λέξω, ὅσα τὴν Ὑρκανίαν ἢ Κασπίαν θάλασσαν περιοικεῖ, ἀρξάμενος ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορρᾶ. Πρῶτοι μὲν οἱ Σκύθαι ὑπάρχουσιν, ὁπόσοι κατὰ τὴν παραλίαν οἰκοῦσι τῆς Κρονίας θαλάσσης κατὰ τὸ στόμα τῆς Κασπίδος θαλάσσης. Ἐφεξῆς δὲ Οὖννοι, ἐπ᾿ αὐτοῖς δὲ οἱ Κάσπιοι, ἐπὶ τούτοις δὲ πάλιν οἱ πολεμικώτατοι Ἀλβανοὶ, καὶ οἱ τὴν ὑπεράνωθεν αὐτῶν τραχεῖαν γῆν κατοικοῦντες Καδούσιοι, ἐπ᾿ αὐτοῖς δὲ οἱ Μάρδοι καὶ οἱ Ὑρκάνιοι καὶ οἱ Τάπυσοι. Ἐπ᾿ αὐτοῖς δὲ τὴν περιπλοκὴν αὐτοῦ συστρέφει ὁ τῆς Ὑρκανίας ποταμὸς Μάρδος, τῶν Δερκεβίων καὶ τῶν πλουσιωτάτων ὕδωρ Βάκτρων· δι᾿ ἀμφοτέρων γὰρ διερχόμενος, τῶν τε Δερκεβίων καὶ Βάκτρων, εἰς τὴν Κασπίαν θάλασσαν ἐκβάλλει. Ἀλλ᾿ οἱ μὲν Βάκτροι ὑπὸ τὴν εὐρυτέραν χώραν τῆς ἠπείρου, ὃ ἔστι τὴν μεσόγειον, κατοικοῦσιν, ὑπὸ τοῖς κνημοῖς τοῦ Παρνασσοῦ· εἰς δὲ τὸ ἕτερον μέρος, τῆς Ὑρκανίας δηλονότι τὸ δεξιὸν, ἐπὶ τοῖς Κασπίοις ὕδασιν οἱ Δερκέβιοι. 739—748. Μετὰ τούτους δὲ τοὺς Δερκεβίους ἐπὶ τὴν ἀνατολὴν πέραν τοῦ ἠχητικοῦ Ἀράξου ἄνδρες πολεμικοὶ καὶ τοξόται Μασσαγέται κατοικοῦσιν, ἐφ᾿ οἷς μήτε αὐτὸς ἐγὼ πλησιάσαιμι καὶ προσεγγίσαιμι, μήτε ἄλλος ἐμὸς φίλος. Πάνυ γὰρ κακοξεινότεροι τῶν ἄλλων εἰσίν· οὐδαμῶς γὰρ αὐτοῖς ἡ τροφὴ ἄρτος ἐστὶν ἡ εὐφραντικοῦ σίτου, οὐδὲ ὁ ἐν τῷ δήμῳ πινόμενος οἶνος, ἀλλὰ τῷ λευκῷ γάλακτι τὸ τῶν ἵππων αἷμα ἀναμιγνύντες τὴν εὐωχίαν αὐτῶν τίθενται. Ἐπὶ τούτοις δὲ τοῖς Μασσαγέταις ἀνωτέρω πρὸς τὰ βόρεια μέρη εἰσὶν οἱ Χωράσμιοι, ἐφ᾿ οἷς ἡ Σουγδία ἐστὶ γῆ, ἧστινος κατὰ τὸ μέσον ἐστὶν ὁ μέγας ποταμὸς Ὦξος, ὅστις τὸ περὶ τὰς Διονύσου κείμενον στήλας Ἠμωδὸν ὄρος καταλιπὼν ἐπὶ τὴν Κασπίδα κατέρχεται.