706—717. Ἐπὶ τούτοις δὲ ἡ Κασπία κυμαίνεται θάλασσα· ῥᾳδίως δέ σοι καὶ ταύτην τὴν θάλασσαν καταγράψαιμι, οὐδαμῶς μὲν τῶν ἄποθεν ἀπῳκισμένων χωρῶν τὰς θέσεις ἰδὼν, οὐδὲ μετὰ νηὸς περάσας· οὐδὲ γὰρ ἐμοὶ τοιοῦτος βίος ὑπῆρξεν, οὐδὲ πατρική μοί ἐστιν ἐμπορία, οὐδὲ ἐπὶ τὸν Γάγγην πεπόρευμαι, ὁποῖα πολλοὶ διὰ τοῦ Ἐρυθραίου πόντου πλέουσιν, ἵνα πολὺν πλοῦτον λάβωσι τῆς ψυχῆς αὐτῶν οὐ φροντίζοντες, ἀλλ᾿ οὐδὲ τοῖς Ὑρκανίοις ἐπιμίσγομαι, οὐδὲ τοῦ Καυκάσου ὄρους τὰς κνημῖδας, ὃ ἔστι τοὺς συμφύτους καὶ δασεῖς τόπους, καὶ τῶν Ἐρυθραίων Ἀριηνῶν, οἵπερ εἰσὶν ἔθνος περὶ τὴν Ἐρυθρὰν θάλασσαν, πολυπραγμονῶ· ἀλλ᾿ αἱ Μοῦσαί με ἄγουσι καὶ φέρουσιν, αἵτινες χωρὶς πλανήσεως καὶ κακοπαθείας τὴν πολλὴν θάλασσαν καὶ τὴν ἄπειρον γῆν καὶ τὰ ὄρη καὶ τὴν αἰθερίαν ὁδὸν τῶν ἀστέρων μετρήσασθαι δύνανται. 718—725. Ἀλλὰ τῆς μὲν Κασπίας θαλάσσης τὸ σχῆμα πανταχοῦ περιελισσόμενον καὶ περιερχόμενον κυκλοτερές ἐστιν· οὐδαμῶς ἂν ἐκείνην ἐπὶ τρεῖς κύκλους τῆς σελήνης, τουτέστιν ἐπὶ τρεῖς μῆνας, περάσεις· τοσοῦτον γάρ ἐστι δυσπέρατος ὁ τόπος ἐκεῖνος. Εἰς τοὐπίσω δὲ ἐπὶ τὰ ἀρκτῶα μέρη ἑλκόμενος ταῖς προχύσεσι τοῦ ὠκεανοῦ ἀναμίγνυται· ἥτις Ὑρκανία ἐν τοῖς ἀνδράσι θαύματα πολλὰ αὔξει καὶ ἕτερα, ἀναβλαστάνει δέ καὶ τὸν κρύσταλλον καὶ τὴν σκοτεινὴν ἴασπιν, τὴν ἐχθρὰν οὖσαν ταῖς ἐμπούσαις καὶ τοῖς δαίμοσιν ἢ φάσμασιν. 726—738. Ἅπαντα δέ σοι ἔθνη λέξω, ὅσα τὴν Ὑρκανίαν ἢ Κασπίαν θάλασσαν περιοικεῖ, ἀρξάμενος ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορρᾶ. Πρῶτοι μὲν οἱ Σκύθαι ὑπάρχουσιν, ὁπόσοι κατὰ τὴν παραλίαν οἰκοῦσι τῆς Κρονίας θαλάσσης κατὰ τὸ στόμα τῆς Κασπίδος θαλάσσης. Ἐφεξῆς δὲ Οὖννοι, ἐπ᾿ αὐτοῖς δὲ οἱ Κάσπιοι, ἐπὶ τούτοις δὲ πάλιν οἱ πολεμικώτατοι Ἀλβανοὶ, καὶ οἱ τὴν ὑπεράνωθεν αὐτῶν τραχεῖαν γῆν κατοικοῦντες Καδούσιοι, ἐπ᾿ αὐτοῖς δὲ οἱ Μάρδοι καὶ οἱ Ὑρκάνιοι καὶ οἱ Τάπυσοι. Ἐπ᾿ αὐτοῖς δὲ τὴν περιπλοκὴν αὐτοῦ συστρέφει ὁ τῆς Ὑρκανίας ποταμὸς Μάρδος, τῶν Δερκεβίων καὶ τῶν πλουσιωτάτων ὕδωρ Βάκτρων· δι᾿ ἀμφοτέρων γὰρ διερχόμενος, τῶν τε Δερκεβίων καὶ Βάκτρων, εἰς τὴν Κασπίαν θάλασσαν ἐκβάλλει. Ἀλλ᾿ οἱ μὲν Βάκτροι ὑπὸ τὴν εὐρυτέραν χώραν τῆς ἠπείρου, ὃ ἔστι τὴν μεσόγειον, κατοικοῦσιν, ὑπὸ τοῖς κνημοῖς τοῦ Παρνασσοῦ· εἰς δὲ τὸ ἕτερον μέρος, τῆς Ὑρκανίας δηλονότι τὸ δεξιὸν, ἐπὶ τοῖς Κασπίοις ὕδασιν οἱ Δερκέβιοι. 739—748. Μετὰ τούτους δὲ τοὺς Δερκεβίους ἐπὶ τὴν ἀνατολὴν πέραν τοῦ ἠχητικοῦ Ἀράξου ἄνδρες πολεμικοὶ καὶ τοξόται Μασσαγέται κατοικοῦσιν, ἐφ᾿ οἷς μήτε αὐτὸς ἐγὼ πλησιάσαιμι καὶ προσεγγίσαιμι, μήτε ἄλλος ἐμὸς φίλος. Πάνυ γὰρ κακοξεινότεροι τῶν ἄλλων εἰσίν· οὐδαμῶς γὰρ αὐτοῖς ἡ τροφὴ ἄρτος ἐστὶν ἡ εὐφραντικοῦ σίτου, οὐδὲ ὁ ἐν τῷ δήμῳ πινόμενος οἶνος, ἀλλὰ τῷ λευκῷ γάλακτι τὸ τῶν ἵππων αἷμα ἀναμιγνύντες τὴν εὐωχίαν αὐτῶν τίθενται. Ἐπὶ τούτοις δὲ τοῖς Μασσαγέταις ἀνωτέρω πρὸς τὰ βόρεια μέρη εἰσὶν οἱ Χωράσμιοι, ἐφ᾿ οἷς ἡ Σουγδία ἐστὶ γῆ, ἧστινος κατὰ τὸ μέσον ἐστὶν ὁ μέγας ποταμὸς Ὦξος, ὅστις τὸ περὶ τὰς Διονύσου κείμενον στήλας Ἠμωδὸν ὄρος καταλιπὼν ἐπὶ τὴν Κασπίδα κατέρχεται. 749—761. Μετὰ τοῦτον δὲ ἐπὶ ταῖς προχοαῖς Ἰαξάρτου κατοικοῦσιν οἱ Σάκαι τόξα φέροντες, ὡς ὄντες πολεμικοὶ, ἅτινα οὐδαμῶς τις ἄλλος τοξευτὴς ἀπελέγξοι διὰ τὸ ἀκριβὲς καὶ εὔστοχον· καὶ γὰρ οὐδαμῶς αὐτοῖς ἐστι θέμις ἢ δίκαιον μάταια καὶ εἰκῆ πέμπειν· ἐζημιοῦντο γὰρ οἱ ἀποτυγχάνοντες. Ὑπάρχουσι δὲ καὶ οἱ Τόχαροι καὶ οἱ Φροῦροι καὶ τὰ βάρβαρα ἔθνη τῶν Σηρῶν, οἵτινες τοὺς μὲν βόας καὶ τὰ λιπαρώτατα πρόβατα ἀπαρνοῦνται, διὰ τὸ μὴ γινώσκειν τὸ χρήσιμον αὐτῶν, τὰ δὲ ποικίλα ἄνθη τῆς ἐρήμου γῆς ξαίνοντες πολυδαίδαλα καὶ πολύτιμα, ὅμοια κατὰ τὴν χροιὰν τοῖς τῆς λειμωνίδος ποίης ἄνθεσιν, ἀντὶ τοῦ τῆς παραδεισιακῆς γῆς τοῖς ἄνθεσι, κατασκευάζουσιν· ἐκείνοις οὐδὲ τὸ τῶν ἀραχνῶν ἔργον ἐξισωθείη. Ἄλλοι δὲ πυκνοὶ καὶ συνεχεῖς Σκύθαι εἰσὶν, οἵτινες κατοικοῦσι κατὰ τὰ ἔσχατα μέρη· πλησίον δὲ αὐτῶν δυσάνεμος καὶ τοῖς χειμερίοις ἀνέμοις καὶ ταῖς χαλάζαις παράκειται γῆ. Τοσοῦτοι μὲν ἄνδρες τὴν Κασπίαν θάλασσαν περιοικοῦσιν.