706—717. Ἐπὶ τούτοις δὲ ἡ Κασπία κυμαίνεται θάλασσα· ῥᾳδίως δέ σοι καὶ ταύτην τὴν θάλασσαν καταγράψαιμι, οὐδαμῶς μὲν τῶν ἄποθεν ἀπῳκισμένων χωρῶν τὰς θέσεις ἰδὼν, οὐδὲ μετὰ νηὸς περάσας· οὐδὲ γὰρ ἐμοὶ τοιοῦτος βίος ὑπῆρξεν, οὐδὲ πατρική μοί ἐστιν ἐμπορία, οὐδὲ ἐπὶ τὸν Γάγγην πεπόρευμαι, ὁποῖα πολλοὶ διὰ τοῦ Ἐρυθραίου πόντου πλέουσιν, ἵνα πολὺν πλοῦτον λάβωσι τῆς ψυχῆς αὐτῶν οὐ φροντίζοντες, ἀλλ᾿ οὐδὲ τοῖς Ὑρκανίοις ἐπιμίσγομαι, οὐδὲ τοῦ Καυκάσου ὄρους τὰς κνημῖδας, ὃ ἔστι τοὺς συμφύτους καὶ δασεῖς τόπους, καὶ τῶν Ἐρυθραίων Ἀριηνῶν, οἵπερ εἰσὶν ἔθνος περὶ τὴν Ἐρυθρὰν θάλασσαν, πολυπραγμονῶ· ἀλλ᾿ αἱ Μοῦσαί με ἄγουσι καὶ φέρουσιν, αἵτινες χωρὶς πλανήσεως καὶ κακοπαθείας τὴν πολλὴν θάλασσαν καὶ τὴν ἄπειρον γῆν καὶ τὰ ὄρη καὶ τὴν αἰθερίαν ὁδὸν τῶν ἀστέρων μετρήσασθαι δύνανται. 718—725. Ἀλλὰ τῆς μὲν Κασπίας θαλάσσης τὸ σχῆμα πανταχοῦ περιελισσόμενον καὶ περιερχόμενον κυκλοτερές ἐστιν· οὐδαμῶς ἂν ἐκείνην ἐπὶ τρεῖς κύκλους τῆς σελήνης, τουτέστιν ἐπὶ τρεῖς μῆνας, περάσεις· τοσοῦτον γάρ ἐστι δυσπέρατος ὁ τόπος ἐκεῖνος. Εἰς τοὐπίσω δὲ ἐπὶ τὰ ἀρκτῶα μέρη ἑλκόμενος ταῖς προχύσεσι τοῦ ὠκεανοῦ ἀναμίγνυται· ἥτις Ὑρκανία ἐν τοῖς ἀνδράσι θαύματα πολλὰ αὔξει καὶ ἕτερα, ἀναβλαστάνει δέ καὶ τὸν κρύσταλλον καὶ τὴν σκοτεινὴν ἴασπιν, τὴν ἐχθρὰν οὖσαν ταῖς ἐμπούσαις καὶ τοῖς δαίμοσιν ἢ φάσμασιν.